← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§402.8-403.23

第一格特称结论补充与第二格全称前提分类

在说明了第一格中大前提全称地为假而小前提特称地为假时如何得出真的特称结论之后,注文转入第二格,通过区分系统地列举了由此从假前提推导出真的全称结论的全部十二种组合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.42

" Καὶ ἀμφοτέρων δὲ ψευδῶν οὐσῶν ἔσται τὸ συμπέρασμα ἀληθές." Εἰρηκὼς περὶ τῶν συζυγιῶν τῶν ἄμφω ἐπί τι ψευδῶν νῦν λέγει περὶ τῶν ἐκ τῆς μείζονος ὅλης ψευδοῦς τῆς δὲ ἐλάττονος ἐπί τι ψευδοῦς συναγουσῶν πρώτως τὸ καταφατικὸν οὕτως· ζῷον παντὶ ἀριθμῷ, ἀριθμὸς τινὶ λευκῷ, καὶ ζῷον τινὶ λευκῷ.

“且当两前提皆为假时,结论亦将为真。” 在论述完两前提皆特称地为假的组合之后,现在他论述大前提全称地为假而小前提特称地为假、首先推导出肯定命题的组合,如下所示:“动物属于所有数”,“数属于某个白物”,而“动物属于某个白物”。

§5.43

"Ζῷον γὰρ ἀριθμῷ μὲν οὐδενὶ λευκῷ δὲ τινὶ ὑπάρχει." Τὸ ζῷον οὐδενὶ ἀριθμῷ κατὰ ἀλήθειαν· ὅλη δὲ ψευδὴς γίνεται μεταληφθεῖσα, ὅτι τὸ ζῷον παντὶ ἀριθμῷ· ἀριθμὸς οὐδενὶ λευκῷ κατὰ ἀλήθειαν· ἐπί τι δὲ ψευδὴς γίνεται, εἰ ληφθείη ὅτι ἀριθμὸς τινὶ λευκῷ.

“因为动物不属于任何数,但属于某个白物。” 就事实而言,动物不属于任何数;但若被转换为“动物属于所有数”,则成为全称地为假。就事实而言,数不属于任何白物;但若被取为“数属于某个白物”,则成为特称地为假。

§5.44

"Ὁμοίως δὲ καὶ στερητικῆς οὔσης τῆς ΑΒ· οὐδὲν γὰρ κωλύει τὸ Α τῷ μὲν Β ὅλῳ ὑπάρχειν τῷ δὲ Γ τινὶ μὴ ὑπάρχειν." Εἰρηκὼς τὴν καταφατικήν, ὅπως συνάγει, λέγει νῦν τὴν ἀποφατικήν. συνάγεται δὲ οὕτως· ζῷον οὐδενὶ κύκνῳ ὅλη ψευδής· κύκνος τινὶ μέλανι ἐπί τι ψευδής· καὶ ζῷον οὐ παντὶ μέλανι.

“同样,即使ΑΒ是否定性的亦然;因为完全不妨碍Α属于所有Β,而不属于某个Γ。” 在论述完肯定命题如何推导之后,他现在论述否定命题。它如下被推导出来:“动物不属于任何天鹅”是全称地为假;“天鹅属于某个黑物”是特称地为假;而“动物并非属于所有黑物”。

§5.45

"Ἐν δὲ τῷ μέσῳ σχήματι πάντως ἐγχωρεῖ διὰ ψευδῶν ἀληθὲς συλλογίσασθαι." Πληρώσας τὸ πρῶτον σχῆμα νῦν ἦλθεν ἐπὶ τὸ δεύτερον δεικνὺς ὅτι καὶ ἐν τῷ δευτέρῳ σχήματι ἐνδέχεται ἐκ ψευδῶν ἀληθὲς συνάξαι. λαμβάνει δὲ ἐκ διαιρέσεως οὕτως· τῶν ἐκ ψευδῶν τἀληθῆ καὶ καθόλου συμπεράσματα συναγουσῶν συζυγιῶν ἐν δευτέρῳ σχήματι ἢ ἐξ ἄμφω ψευδῶν εἰσιν, ἢ ἐκ τῆς μὲν ψευδοῦς τῆς δὲ ἀληθοῦς.1 καὶ εἰ ἐξ ἄμφω ψευδῶν, ἢ ἀμφοτέρων ὅλων ψευδῶν οὐσῶν, καὶ ἢ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς, ἢ τῆς μείζονος καταφατικῆς τῆς δὲ ἐλάττονος ἀποφατικῆς· ἢ ἀμφοτέρων ἐπί τι, καὶ ἢ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς, ἢ τῆς μείζονος καταφατικῆς τῆς δὲ ἐλάττονος ἀποφατικῆς· ἢ τῆς μὲν ὅλης τῆς δὲ ἐπί τι· καὶ τοῦτο διχῶς· ἢ ἡ μείζων ὅλη ἡ δὲ ἐλάττων ἐπί τι, ἢ ἔμπαλιν· καὶ κατὰ ἄμφω τούτων ἤτοι ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. καὶ εἰ ἐκ τῆς μὲν ψευδοῦς τῆς δὲ ἀληθοῦς, ἢ ἐπί τι ψευδοῦς ἢ ὅλης ψευδοῦς. καὶ εἰ ἐπί τι ψευδοῦς, ἤτοι ἡ μείζων ἐπί τι ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἢ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ἐπί τι ψευδής. καὶ εἰ ὅλης ψευδοῦς, ἢ ἡ μείζων ὅλη ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἢ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ὅλη ψευδής. καὶ εἰ μὲν ἡ μείζων ὅλη ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἤτοι ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική, ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική. εἰ δὲ εἴη ἡ μείζων ἐπί τι ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἤτοι ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική, ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική. εἰ δὲ εἴη ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ὅλη ψευδής, ἤτοι ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. εἰ δὲ εἴη ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ἐπί τι ψευδής, ἤτοι ἡ μείζων καταφατική ἐστιν ἡ δὲ ἐλάττων ἀποφατική, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. ταύτας τὰς δώδεκα συζυγίας τὰς μὲν διέξεισι τὰς δὲ οὔ,2 ὡς ἐν τῇ λέξει σαφῶς ἐπιδείξομεν.

“然而在中格中,完全可以通过假推知真。” 在完成第一格之后,他现在进入第二格,表明在第二格中亦可能由假推导出真。他通过划分如下获得[它们]:在第二格中由假推导出真且全称结论的诸组合中,它们要么出于两前提皆为假,要么出于一前提为假而另一前提为真。且若是出于两前提皆为假,要么两者皆全称地为假,且或大前提否定而小前提肯定,或大前提肯定而小前提否定;要么两者皆特称地[为假],且或大前提否定而小前提肯定,或大前提肯定而小前提否定;要么一者全称地[为假]而另一者特称地[为假]。而这有两种方式:或大前提全称地为假而小前提特称地为假,或相反;且在这两种情形下,要么大前提肯定而小前提否定,要么大前提否定而小前提肯定。又若是出于一前提为假而另一前提为真,则要么是特称地为假,要么是全称地为假。若是特称地为假,要么大前提特称地为假而小前提为真,要么大前提为真而小前提特称地为假。若是全称地为假,要么大前提全称地为假而小前提为真,要么大前提为真而小前提全称地为假。若大前提全称地为假而小前提为真,要么大前提否定而小前提肯定,要么大前提肯定而小前提否定。若大前提特称地为假而小前提为真,要么大前提否定而小前提肯定,要么大前提肯定而小前提否定。若大前提为真而小前提全称地为假,要么大前提肯定而小前提否定,要么大前提否定而小前提肯定。若大前提为真而小前提特称地为假,要么大前提肯定而小前提否定,要么大前提否定而小前提肯定。在这十二个组合中,有些他详加探讨,有些则否,正如我们将在文句中清楚展示的那样。

语法注2 条
  1. 5.45τῶν ἐκ ψευδῶν τἀληθῆ καὶ καθόλου συμπεράσματα συναγουσῶν συζυγιῶν ἐν δευτέρῳ σχήματι ἢ ἐξ ἄμφω ψευδῶν εἰσιν, ἢ ἐκ τῆς μὲν ψευδοῦς τῆς δὲ ἀληθοῦς.

    句首的属格 τῶν ... συζυγιῶν 是引入区分(diaeresis)的属格(部分属格)。谓语动词 εἰσιν 的主语隐含为被分类的诸组合,表语部分由介词短语 ἢ ἐξ ἄμφω ψευδῶν ... ἢ ἐκ τῆς μὲν ψευδοῦς ... 构成。

  2. 5.45ταύτας τὰς δώδεκα συζυγίας τὰς μὲν διέξεισι τὰς δὲ οὔ

    ταύτας τὰς δώδεκα συζυγίας 是表示整体的宾格,随后的 τὰς μὲν ... τὰς δὲ οὔ 作为表示其局部的同位语(整体与局部的宾格),共同充当动词 διέξεισι 的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:402.8-403.23