- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:400.19-402.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛庞努斯注解《前分析篇》卷二第3章55a2–55a23,考察了在第一格特称三段论中,当大前提为真而小前提特称地为假,以及当两前提皆特称地为假时,如何推导出真结论的具体例证。
" Ὁμοίως δὲ καὶ στερητικῆς οὔσης τῆς ΑΒ προτάσεως." Δι’ ὧνπερ καὶ ἡ καταφατικὴ συνήχθη, διὰ τῶν αὐτῶν ὅρων δείκνυται καὶ ἡ ἀποφατική· τὸ ζῷον οὐδενὶ καλῷ ἐπί τι ψευδής· καλὸν τινὶ μεγάλῳ· καὶ ζῷον οὐ παντὶ μεγάλῳ.
“同样,即使ΑΒ前提是否定性的亦然。” 通过肯定命题得以推导出来的完全相同的词项,否定命题亦被证明:“动物不属于任何美物”是特称地为假;“美物属于某个大物”;而“动物并非属于所有大物”。
"Πάλιν εἰ ἡ μὲν ΑΒ ἀληθὴς ἡ δὲ ΒΓ ψευδής, ἀληθὲς ἔσται τὸ συμπέρασμα." Εἰρηκὼς περὶ τῶν συζυγιῶν τῶν ἐχουσῶν τὴν μείζονα ἤτοι ὅλην ψευδῆ ἢ ἐπί τι νῦν λέγει περὶ τῶν ἐχουσῶν τὴν μείζονα ἀληθῆ τὴν δὲ ἐλάττονα ψευδῆ ἐπί τι. ὡς γὰρ εἰρήκαμεν, ὅλην ψευδῆ τὴν ἐλάττω λαβεῖν οὐκ ἐνδέχεται ἐπὶ τῶν τὰ μερικὰ συναγουσῶν συζυγιῶν, ἐπεὶ γίνεται ἡ ἐλάττων καθόλου, ἤτοι [δὲ] καταφατικὴ ἢ ἀποφατική, καὶ οὐ ποιεῖ μερικὸν συλλογισμόν. ὥστε τὴν ἐλάττονα ἐπί τι ψευδῆ λαμβάνει κατὰ τὴν κατηγορίαν, οὐ κατὰ τὴν ὕπαρξιν, ἐπειδὴ [γὰρ] ἐκείνην ἐλέγομεν ἐπί τι ψευδῆ τὴν ἔχουσαν τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθές. εἰ τύχοι, οὖν καὶ ἐπί τινων ὅλην ψευδῆ λαμβάνει, εἰ καὶ ὅλως μὴ ὑπάρχει. ἀλλ’ ὅμως ἐπειδὴ τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθεύει, κατὰ τὴν κατηγορίαν ἐπί τι ψευδὴς ἀκούει.1 καὶ πρῶτον συνάγει τὸ καταφατικὸν οὕτως· τὸ ζῷον παντὶ κύκνῳ· κύκνος τινὶ μέλανι ἐπί τι ψευδὴς οὐ διὰ τὴν ὕπαρξιν ἀλλὰ διὰ τὴν κατηγορίαν, ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθές· καὶ ὅμως ζῷον τινὶ μέλανι. οὕτως τὸ καταφατικὸν συνάγεται.
“再者,若ΑΒ为真而ΒΓ为假,结论亦将为真。” 在论述完大前提全称地为假或特称地为假的组合之后,现在他论述大前提为真而小前提特称地为假的组合。因为正如我们所说过的,在推导特称结论的组合中,不可能将小前提取为全称地为假,因为小前提会变成全称的,或为肯定或为否定,从而不能构成特称三段论。因此,他是因述谓而非因实在本身而将小前提取为特称地为假;因为我们曾说,凡具有真的矛盾对立面的前提就是特称地为假。因此,即便在某些情形下他取了一个全称地为假的前提,即便[述词]根本不属于[主词],但无论如何,既然矛盾对立面为真,它就因述谓而被理解为特称地为假。他首先如下推导出肯定命题:“动物属于所有天鹅”;“天鹅属于某个黑物”不是因实在本身而是因述谓为特称地为假,因为其矛盾对立面为真;然而“动物属于某个黑物”。如此推导出肯定命题。
"Ὁμοίως δὲ καὶ στερητικῆς λαμβανομένης τῆς ΑΒ προτάσεως." Συνάγεται δὲ τὸ ἀποφατικὸν τῆς μείζονος ἀληθοῦς οὔσης τῆς δὲ ἐλάττονος ἐπί τι ψευδοῦς οὕτως· ζῷον οὐδενὶ ἀριθμῷ· ἀριθμὸς τινὶ λευκῷ ἐπί τι ψευδὴς κατὰ τὴν κατηγορίαν, ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθὲς τὸ λέγον ‘ἀριθμὸς οὐδενὶ λευκῷ’. [εἰ] οὐκοῦν ζῷον οὐδενὶ ἀριθμῷ, ἀριθμὸς δὲ τινὶ λευκῷ, καὶ ὅμως ζῷον οὐ παντὶ λευκῷ.
“同样,即使ΑΒ前提被取为否定性的亦然。” 当大前提为真而小前提特称地为假时,否定命题如下被推导出来:“动物不属于任何数”;“数属于某个白物”因述谓为特称地为假,因为表达“数不属于任何白物”的矛盾对立面为真。因此,即使“动物不属于任何数”而“数属于某个白物”,然而“动物并非属于所有白物”。
"Ὁ δὲ ἀριθμὸς οὐδενὶ λευκῷ." Ἀριθμὸς οὐδενὶ λευκῷ κατὰ ἀλήθειαν. εἶτα λαμβάνεται ὅτι τινί, καὶ γίνεται ἐπί τι ψευδής.
“然而数不属于任何白物。” 就事实而言,数不属于任何白物。随后它被取为属于某个,于是成为特称地为假。
"Καὶ εἰ ἐπί τι ψευδὴς ἡ ΑΒ, ψευδὴς δὲ καὶ ἡ ΒΓ." Εἰρηκὼς περὶ τῶν συζυγιῶν τῶν ἐκ τῆς μὲν ψευδοῦς τῆς δὲ ἑτέρας ἀληθοῦς νῦν λέγει περὶ τῶν ἄμφω ψευδῶν, καὶ πρῶτον περὶ τῶν ἄμφω καὶ ἐπί τι τὸ μερικὸν καταφατικὸν συναγουσῶν.
“且若ΑΒ特称地为假,ΒΓ亦为假。” 在论述完由一前提为假而另一前提为真的组合之后,现在他论述两前提皆为假的组合,且首先论述两者皆特称地为假并推导出特称肯定命题的组合。
"Οὐδὲν γὰρ κωλύει τὸ Α τινὶ τῷ Β καὶ τῷ Γ τινὶ ὑπάρχειν ἑκατέρῳ.2" Λέγει πρῶτον περὶ τῶν ἄμφω ἐπί τι ψευδῶν συναγουσῶν μερικὸν καταφατικόν. ἀλλὰ ἡ μείζων ἐπί τι ψευδὴς κατὰ τὴν ὕπαρξιν, ἡ δὲ ἐλάττων ἐπί τι ψευδὴς κατὰ τὴν κατηγορίαν οὕτως· ζῷον παντὶ λευκῷ ἐπί τι ψευδὴς κατὰ τὴν ὕπαρξιν, λευκὸν τινὶ μέλανι ἐπί τι ψευδὴς κατὰ τὴν κατηγορίαν, καὶ ὅμως ζῷον τινὶ μέλανι.
“因为完全不妨碍Α属于某个Β且属于某个Γ,对两者皆然。” 他首先论述两者皆特称地为假且推导出特称肯定命题的组合。但大前提是因实在本身特称地为假,而小前提是因述谓特称地为假,如下所示:“动物属于所有白物”因实在本身为特称地为假,“白物属于某个黑物”因述谓为特称地为假,然而“动物属于某个黑物”。
"Τὸ γὰρ ζῷον τινὶ λευκῷ καὶ τινὶ μέλανι ὑπάρχει." Τὸ ζῷον τινὶ λευκῷ καὶ τινὶ μέλανι, καὶ τὸ λευκὸν οὐδενὶ μέλανι κατὰ ἀλήθειαν. ἐὰν οὖν ποιήσωμεν ἀμφοτέρας τὰς προτάσεις ἐπί τι ψευδεῖς, ἔσται τὸ συμπέρασμα ἀληθές· οἷον ζῷον παντὶ λευκῷ ἀντὶ τοῦ τινί, λευκὸν τινὶ μέλανι ἀντὶ τοῦ οὐδενί. οὕτως ἔσται συμπέρασμα. οὕτω καὶ εἰ ἐπὶ τῆς ἀποφατικῆς λάβωμεν τὸ συμπέρασμα· ζῷον οὐδενὶ λευκῷ, λευκὸν τινὶ μέλανι, καὶ ζῷον οὐ παντὶ μέλανι.
“因为动物属于某个白物且属于某个黑物。” 动物属于某个白物且属于某个黑物,而就事实而言,白物不属于任何黑物。因此,若我们使两个前提都特称地为假,结论将是真的:例如用“动物属于所有白物”代替“属于某个”,用“白物属于某个黑物”代替“不属于任何”。结论将如此产生。在否定命题的情形中,若我们取结论,亦是如此:“动物不属于任何白物”,“白物属于某个黑物”,而“动物并非属于所有黑物”。
- 5.36ἐπί τι ψευδὴς ἀκούει
动词 ἀκούει 在此用作被动或不及物意义,表示“被称为”或“被理解为”(类似于 bene/male audire 的用法)。其未明言的主语为上下文所论及的前提,意指该前提因述谓而被理解为特称地为假。
- 5.40ἑκατέρῳ
亚里士多德引文(词元)中的与格 ἑκατέρῳ 概括了前文的两个词项 τῷ Β 与 τῷ Γ,修饰 ὑπάρχειν,意为“属于两者中的每一者”。
