- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:399.9-400.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯讨论第一格中的特称三段论(54b17–35),通过具体项举例说明在大前提全称地为假而小前提为真、以及大前提特称地为假而小前提为真的情形下,如何推导出肯定和否定的真特称结论。
" Ἐπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν ἐνδέχεται καὶ τῆς πρώτης προτάσεως ὅλης οὔσης ψευδοῦς." Φησὶν ὅτι 〈ἐπὶ〉 τῶν ἐπὶ μέρους συλλογισμῶν ἐνδέχεται τῆς μείζονος ὅλης ψευδοῦς οὔσης τῆς δὲ ἐλάττονος ἀληθοῦς, ἢ καὶ ἐπί τι ψευδοῦς οὔσης τῆς μείζονος ὁμοίας μενούσης τῆς ἐλάττονος, ἢ πάλιν τῆς μείζονος ἀληθοῦς τῆς δὲ ἐλάττονος ψευδοῦς ἐπί τι, ἢ καὶ τῆς μείζονος ψευδοῦς καὶ τῆς ἐλάττονος ἐπί τι * * * ψευδοῦς ἀληθὲς συναχθῆναι συμπέρασμα.1
“然而在特称三段论的情形中,即使第一前提全称地为假,亦有可能。” 他说,在特称三段论的情形中,当大前提全称地为假而小前提为真时,或者当小前提保持同样而大前提特称地为假时,或者反过来当大前提为真而小前提特称地为假时,或者当大前提为假且小前提特称地[……]为假时,皆有可能推导出真的结论。
"Οὐδὲν γὰρ κωλύει τὸ Α τῷ μὲν Β μηδενὶ ὑπάρχειν τῷ δὲ Γ τινί, καὶ τὸ Β τῷ Γ τινὶ ὑπάρχειν." Λέγει πρῶτον περὶ τῆς μερικῆς καταφατικῆς τῆς γινομένης ἐκ τῆς μείζονος ὅλης ψευδοῦς τῆς δὲ ἐλάττονος ἀληθοῦς, ὅτι οὐδὲν κωλύει κατ’ ἀλήθειαν τὸ Α μηδενὶ τῷ Β ὑπάρχειν τῷ δὲ Γ τινί, ὁμοίως καὶ τὸ Β τῷ Γ τινὶ ὑπάρχειν· μεταληφθείσης 〈γὰρ〉 τῆς μείζονος εἰς ὅλην ψευδῆ ἀληθὲς ἔσται συμπέρασμα. οἷον ζῷον οὐδεμιᾷ χιόνι κατ’ ἀλήθειαν· ληφθείη δὲ ὡς ὅλη ψευδής, καὶ γίνεται ὅτι ζῷον πάσῃ χιόνι· χιὼν τινὶ λευκῷ· καὶ ὅμως ζῷον τινὶ λευκῷ ὑπάρχει. εἰδέναι δὲ νῦν τοῦτο δεῖ, ὅτι ἡ ἐλάττων, ὅτε λαμβάνεται ἐπί τι, διὰ τὴν κατηγορίαν λαμβάνεται, οὐ διὰ τὴν ὕπαρξιν·2 πολλάκις ἐλέγομεν γὰρ ὅτι ἐπί τι ψευδῆ ἐκείνην λέγει τὴν ἔχουσαν τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθές· οἷον ‘τὶς ἄνθρωπος πτερωτός’ ἐπί τι ψευδής, ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθές. ἐπί τι δὲ λέγομεν ψευδές, οὐχ ὅτι ἐπὶ τινῶν μὲν ἀληθεύει, ἐπὶ τινῶν δὲ ψεύδεται (οὔτε γὰρ ὅλως εἷς τις πτερωτός), ἀλλὰ ἐπί τι ψευδὴς λέγεται διὰ τὸ ἀληθεύειν τὴν ἀντίφασιν. ὥστε νῦν λαμβάνομεν ἐπί τι ψευδῆ τὴν ἐλάττω πρότασιν διὰ τὴν κατηγορίαν, οὐ διὰ τὴν ὕπαρξιν.
“因为完全不妨碍Α不属于任何Β但属于某个Γ,且Β属于某个Γ。” 他首先论述由大前提全称地为假而小前提为真所产生的特称肯定命题,说就事实而言,完全不妨碍Α不属于任何Β但属于某个Γ,同样亦不妨碍Β属于某个Γ;因为当大前提被转变为全称的假命题时,结论将是真的。例如,就事实而言,“动物不属于任何雪”;但若它被取为全称的假,则变为“动物属于所有雪”;“雪属于某个白物”;然而“动物属于某个白物”。但在此必须明了:当小前提被取为特称地[为假]时,乃是因述谓而言,而非因实在本身;因为我们多次说过,他把具有真的矛盾对立面的前提称为特称地为假;例如,“某个人是有翼的”是特称地为假,因为其矛盾对立面是真的。而我们说它是特称地为假,并非因为它对某些为真而对另一些为假(因为根本没有任何一个人是有翼的),而是因为矛盾命题为真,它才被称为特称地为假。因此,我们现在是因述谓而非因实在本身而将小前提取为特称地为假。
"Ὁμοίως δὲ καὶ στερητικῆς οὔσης τῆς ΑΒ προτάσεως· ἐγχωρεῖ γὰρ τὸ Α τῷ μὲν Β ὅλῳ ὑπάρχειν τῷ δὲ Γ τινὶ μὴ ὑπάρχειν." Εἰρηκὼς περὶ τῆς καταφατικῆς νῦν λέγει περὶ τῆς ἀποφατικῆς, ὅτι ἐνδέχεται μὲν κατὰ ἀλήθειαν τὸ Α παντὶ τῷ Β ὑπάρχειν καὶ τὸ Β τινὶ τῷ Γ. ἀλλὰ μεταληφθήτω ἡ ΑΒ εἰς ὅλην ψευδῆ ὥστ’ εἶναι τὸ Α οὐδενὶ τῷ Β· οἷον τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ· ἰδοὺ ὅλη ψευδής· ἄνθρωπος τινὶ λευκῷ· καὶ ὅμως ζῷον τινὶ λευκῷ. οὕτως καὶ τὸ μερικὸν ἀποφατικὸν ἀληθὲς συνάγεται ἐκ τῆς μείζονος ὅλης ψευδοῦς τῆς δὲ ἐλάττονος ἀληθοῦς.
“同样,即使ΑΒ前提是否定性的亦然;因为Α属于整个Β,但不属于某个Γ,这是容许的。” 在讨论完肯定命题之后,他现在讨论否定命题,说就事实而言,Α可能属于所有Β且Β属于某个Γ。但让ΑΒ被转变为全称的假,以致Α不属于任何Β;例如,“动物不属于任何人”——看,这是全称地为假——;“人属于某个白物”;然而“动物属于某个白物”。如此,当大前提全称地为假而小前提为真时,特称否定命题亦被推导为真。
"Καὶ εἰ ἐπί τι ψευδὴς ἡ ΑΒ πρότασις, ἔσται τὸ συμπέρασμα ἀληθές." Ἐπλήρωσε περὶ τῶν δύο συζυγιῶν τῶν ἐχουσῶν τὴν μείζονα ὅλην ψευδῆ τὴν δὲ ἐλάττονα ἀληθῆ· νῦν λέγει περὶ τῶν ἐχουσῶν τὴν μείζω ἐπί τι ψευδῆ τὴν δὲ ἐλάττονα ἀληθῆ. καὶ πρῶτον τὸ καταφατικὸν συνάγει οὕτως· οἷον τὸ ζῷον παντὶ καλῷ· ἰδοὺ ἐπί τι ψευδής, ἐπειδὴ τινὶ καλῷ ὑπάρχει, νῦν δὲ παντὶ ἐλάβομεν· καλὸν τινὶ μεγάλῳ· καὶ ὅμως ζῷον τινὶ μεγάλῳ. οὕτως τὸ καταφατικὸν συνάγεται ἐκ τῆς μείζονος ἐπί τι ψευδοῦς τῆς δὲ ἐλάττονος ἀληθοῦς.
“且若ΑΒ前提特称地为假,结论亦将为真。” 他已讨论完具有大前提全称地为假而小前提为真的两种组合;现在他讨论具有大前提特称地为假而小前提为真的组合。他首先如下推导出肯定命题:例如,“动物属于所有美物”——看,这是特称地为假,因为它虽然属于某个美物,但我们现在取为属于所有[美物]——;“美物属于某个大物”;然而“动物属于某个大物”。如此,从大前提特称地为假而小前提为真中推导出肯定命题。
- 5.31Φησὶν ὅτι 〈ἐπὶ〉 τῶν ἐπὶ μέρους συλλογισμῶν ἐνδέχεται ... ἀληθὲς συναχθῆναι συμπέρασμα
在由主动词 Φησίν 引导的 ὅτι 从句中,非人称动词 ἐνδέχεται 支配不定式 συναχθῆναι 及其宾格意义主语 ἀληθὲς συμπέρασμα。句中一系列独立属格结构(如 τῆς μείζονος ὅλης ψευδοῦς οὔσης 等)构成了推导出真结论的各种并列条件。
- 5.32διὰ τὴν κατηγορίαν λαμβάνεται, οὐ διὰ τὴν ὕπαρξιν
介词短语 διὰ τὴν κατηγορίαν 与 οὐ διὰ τὴν ὕπαρξιν 形成对比,指明前提之特称地为假是由于“命题作为述谓的形式逻辑性质(即其矛盾对立命题为真)”,而非基于“事物本身的事实存在状态(即实际上属于主项的部分外延而不属于另一部分)”。
