← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§3.1-4.25

诡辩推断的根源与探讨普遍推断的目的

斐洛波诺斯阐明了表象如何通过虚假意见成为诡辩推断的根源,确立了无论从认知者、认识对象还是认识本身出发,推断都仅分为证明性、辩证性和诡辩性三种,并阐明《前分析篇》的目的是论述单纯的普遍推断。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#2

ἆρα οὖν ὡς τῆς φαντασίας ἀεὶ ψευδομένης, οὕτω φαμὲν καὶ τὴν διάνοιαν ταύτῃ συμπλεκομένην ἀεὶ ψευδῆ συλλογίζεσθαι; ἀλλ’ οὐκ ἔστι τοῦτο ἀληθές· οὐ γὰρ μόνον τὰ μὴ ὄντα φανταζόμεθα ἀλλὰ καὶ τὰ ὄντα. πῶς οὖν φαμεν αἰτίαν τὴν φαντασίαν γενέσθαι συμπλακεῖσαν τῇ διανοίᾳ τοῦ σοφιστικῶς συλλογίσασθαι; λέγω οὖν ὡς ὅτι1 πᾶσα ψευδὴς δόξα ἐκ φαντασίας τὴν ἀρχὴν ἔχει. ἐπειδὴ γὰρ τοὺς τύπους τῶν αἰσθητῶν ἐν αὐτῇ φυλάττομεν, ὁπηνίκα ἄν περὶ τῶν νοητῶν καὶ λόγῳ θεωρητῶν διασκέψασθαί τι βουλώμεθα περὶ ὧν αἱ ἀποδείξεις, παρεμπίπτουσα αὕτη, ὡς καὶ ὁ Πλάτων φησί, ταράττει τοὺς μὴ παιδευθέντας αὐτὴν τῶν λογικῶν ἐνεργειῶν διακρίνειν τὰ τοῖς αἰσθητοῖς ὑπάρχοντα καὶ τοῖς νοητοῖς περιάπτουσα,2 οἷον, εἰ τύχοι, τοῖς ἀσωμάτοις μορφὴν καὶ σχῆμα καὶ ὄγκον, τοῖς ἐξ ἀφαιρέσεως εἴδεσιν ὕλην πάντως ὑποβάλλουσα· ἐπεὶ γὰρ μετὰ ὕλης αὕτη τοὺς τύπους καὶ τὰ εἴδη τῶν αἰσθητῶν διὰ τῆς αἰσθήσεως ἐθεάσατο, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως τοῦτο ποιεῖ. οὐ τὴν τῶν αἰσθητῶν οὖν φαντασίαν φαμὲν ἀεὶ εἶναι ψευδῆ ἀλλὰ τὴν ταῖς λογικαῖς νοήσεσι συμπλεκομένην, ἐπεὶ καὶ ὁ σοφιστικὸς ἐκ δόξης μὲν καὶ αὐτὸς τὰς ἀρχὰς λαμβάνει (οὐ γὰρ δὴ τὸ φάντασμα πρότασις ἂν γένοιτο), ἀλλὰ δόξης ψευδοῦς, ἥτις τὸ ψεῦδος ἔχει οὐκ ἀλλαχόθεν ἢ ἐκ τῆς πρὸς τὴν φαντασίαν συμπλοκῆς. ταύτῃ οὖν λέγεται ὁ σοφιστικὸς συλλογισμὸς συμπλεκομένης τε τῆς δόξης πρὸς τὴν φαντασίαν γίνεσθαι καὶ ἀεὶ ψευδὴς εἶναι. οὕτω μὲν οὖν ἐκ τῶν γινωσκόντων τῆς ψυχῆς μορίων ἀποδέδεικται ὡς τρία εἴδη συλλογισμῶν εἰσι. καὶ τοὺς ἐξ ὁμωνυμίας δὲ σοφιστικοὺς συλλογισμοὺς εὐλόγως ἄν τις τῇ φαντασίᾳ περιάψοι, οἷον ὡς ἐπὶ τοῦ τοιούτου· τὰ λάχανα τῆς γῆς ὑπερέχει· τὸ ὑπερέχον τοῦ ὑπερεχομένου μεῖζον· τὰ λάχανα ἄρα τῆς γῆς μείζονα. ὅτι μὲν γάρ ἐστί τι ὑπερέχον μεῖζον τοῦ ὑπερεχομένου, οἶδεν ἡ φαντασία, οἷον τὸ πᾶν ἐντὸς ἑαυτοῦ κατὰ τὰς τρεῖς διαστάσεις περιέχον τι, διακρῖναι δὲ οὐκ οἶδεν· ὁ οὖν σοφιστὴς τῷ φαντάσματι τῷ μερικῷ ὡς καθόλου χρῆται. εἰδέναι μέντοι χρὴ ὅτι ἐνδέχεται τὴν διάνοιαν τὰ οἰκεῖα συμπεράσματα λαβοῦσαν, ἅπερ διὰ συλλογισμῶν εὗρε, καὶ ταῦτα συμπλέξασαν ποιῆσαι πάλιν συλλογισμόν. ἀλλ’ εἰ μὲν ἀληθῆ εἴη3 τὰ συμπεράσματα, ἅπερ ἐν τῷ ὑστέρῳ συλλογισμῷ ὡς προτάσεις παρέλαβε, δῆλον ὅτι ἢ ἐκ τῶν κοινῶν ἐννοιῶν ἀποδέδεικται ἢ ἐξ ἀληθοῦς δόξης· εἰ δὲ ψευδῆ, ἐκ ψευδῶν δῆλον ὅτι προτάσεων συνῆκται. καὶ πάλιν ἡ φαντασία τοῦ ψεύδους αἰτία, τοῦ συλλογιστικοῦ δηλονότι σχήματος ἐρρωμένου· ἐπεὶ οὐδὲ συλλογισμὸς ἂν εἴη. ὥστε κἂν προσεχῶς ἡ διάνοια ἐξ ἑαυτῆς λάβῃ τὰς προτάσεις αὐτὴ ταύτας συλλογισαμένη, ἀλλ’ οὖν πάλιν αἱ τούτων ἀρχαὶ ἢ ἀπὸ νοῦ εἰσιν ἢ ἀπὸ δόξης ἢ ἀπὸ φαντασίας. ἀδύνατον γὰρ συλλογισμὸν γενέσθαι μὴ δοθέντων τινῶν ὁμολογουμένων ἀσυλλογίστων, ἅπερ οὐκ ἐκ διανοίας εἴληπται· ἔργον γὰρ διανοίας τὸ συλλογίζεσθαι. ὁμοίως δὲ καὶ ἐκ τοῦ γινωσκομένου τὰ αὐτὰ τρία εἴδη εὑρήσεις διελὼν οὕτως· τὰ πράγματα, περὶ ὧν ὁ συλλογισμός, ἢ ἀεὶ ὡσαύτως ἔχει, καὶ γίνεται ὁ περὶ αὐτῶν συλλογισμὸς ἀποδεικτικός, ἢ οὐδέποτε ὡσαύτως ἔχει, καὶ γίνεται ὁ σοφιστικός, ἢ ποτὲ μὲν οὕτως ἔχει ποτὲ δὲ οὐχ οὕτως, καὶ γίνεται ὁ διαλεκτικός. ἐκ δὲ τῆς γνώσεως οὕτως· ἡ γνῶσις ἢ ἄπταιστός ἐστι καὶ ἀληθὴς ἀεί, καὶ γίνεται ὁ περὶ αὐτῆς συλλογισμὸς ἀποδεικτικός, ἢ ἀεὶ ψευδής, καὶ γίνεται ὁ σοφιστικός, ἢ ποτὲ μὲν ἀληθὴς ποτὲ δὲ ψευδής, καὶ γίνεται ὁ διαλεκτικός. ἕκαστος δὲ τούτων συλλογισμός ἐστι. δῆλον ἄρα ἐκ τούτων ὅτι τρία μόνα ἐστὶ τὰ τῶν συλλογισμῶν εἴδη καὶ οὔτε πλείονα οὔτε ἐλάττονα. καὶ ἐν μὲν τοῖς μετὰ ταῦτα δύο βιβλίοις τῶν Δευτέρων ἀναλυτικῶν διδάξει περὶ τοῦ ἀποδεικτικοῦ, ἐν δὲ τοῖς Τόποις περὶ τοῦ διαλεκτικοῦ, ἐν δὲ τοῖς Σοφιστικοῖς ἐλέγχοις περὶ τοῦ σοφιστικοῦ, οὐχ ἵνα αὐτῷ χρησώμεθα, ἀλλ’ ἵνα μήποτε ἀπατώμεθα ὑπὸ τῶν χρωμένων αὐτῷ· διὸ καὶ Σοφιστικοὺς ἐλέγχους ἐπέγραψε. καὶ ταῦτα μὲν περὶ συλλογισμῶν, ζητήσωμεν δὲ περὶ ποίου αὐτῷ ἐνταῦθα ὁ λόγος. φαμὲν ὅτι περὶ οὐδενὸς τούτων, ἀλλὰ περὶ τοῦ ἁπλῶς καὶ καθόλου συλλογισμοῦ. καὶ ὁ μὲν σκοπὸς οὗτος. δεῖ δὲ εἰδέναι ὅτι τριῶν ὄντων τῶν συλλογισμῶν, ἀποδεικτικοῦ, διαλεκτικοῦ καὶ σοφιστικοῦ, ἐν ταῖς συνουσίαις τῷ διαλεκτικῷ χρώμεθα μόνῳ· οὔτε γὰρ τοσαύτην σχολὴν ἄγομεν ἐν ταῖς συνουσίαις ὥστε ἀποδεικτικοὺς πλέκειν συλλογισμούς, οὔτε μὴν τοὺς προσδιαλεγομένους ἀνεκτὸν ἡγούμεθα διὰ παντὸς σοφίζεσθαι· καταγέλαστον γὰρ τοῦτο.

那么,我们说由于表象总是虚假的,因而思考与表象相结合时也总是进行虚假的推断吗?但这并非事实;因为我们不仅表象不存在的事物,而且也表象存在的事物。那么,我们凭什么说表象与思考相结合就成了进行诡辩推断的原因呢?于是我说,一切虚假的意见都是从表象获得端绪的。因为既然我们将可感觉事物的印迹保存在表象中,每当我们想要考察关于可知解且由理性观照的事物——即证明所围绕的事物——的某事时,正如柏拉图所说,这种表象便插了进来,扰乱那些未受训练将它与理性活动区别开来的人,把属于可感觉事物的特征附会给可知解事物,例如在某种情况下将形状、形态和体积赋予无形体之物,无论如何都将质料下设给经由抽象获得的形相;因为表象是通过感觉将可感觉事物的印迹和形相连同质料一同观照的,它在其余事物上也同样这样做。因此,我们并非说关于可感觉事物的表象总是虚假的,而是说与理性思惟相结合的表象总是虚假的;因为诡辩推断本身也是从意见中获取原理的(因为表象像绝不会成为前提),但它取自虚假的意见,而虚假意见的虚假性除了来自与表象的交织之外别无来源。因此在这个意义上,诡辩推断被说成是在意见与表象相结合时产生的,并且总是虚假的。于是,从灵魂的认识部分出发,已经证明推断有三种类型。人们也可以合理地将基于同名异义的诡辩推断归咎于表象,例如在如下情况下:“蔬菜高出于土地;高出者大于被高出者;因此蔬菜大于土地。”因为表象固然知道有某种高出者大于被高出者——犹如在三维之中将整体包容在自身内部的某物——但它不知如何进行区分;因此诡辩家将个别的表象像当作普遍者来使用。然而应当知道,思考可以接收其自身经由推断发现的结论,并将它们交织起来再次造就推断。但是,如果思考在后一推断中作为前提接收的结论是真实的,显然它们要么是从共通观念证明出来的,要么是从真实的意见中获得的;如果结论是虚假的,显然它们是从虚假的前提推导出来的。如果推断的式健全的话,虚假的原因再次在于表象;否则它甚至都不会是推断。因而,即使思考自身推断之后直接从自身接收这些前提,它们的原理最终仍旧要么来自理智,要么来自意见,要么来自表象。因为如果不给出某些未加推断的公认出发点,推断的产生是不可能的,而这些出发点并不是从思考中获取的;因为思考的职能就是推断。同样,从被认知者出发,通过如下划分你也会发现同样的三种类型:推断所围绕的事物,要么总是处于相同状态——围绕它们的推断就成为证明性的;要么绝不处于相同状态——就成为诡辩性的;要么有时处于这种状态有时不处于这种状态——就成为辩证性的。而从认识出发则如下:认识要么是无误且始终真实的——关于它的推断就成为证明性的;要么总是虚假的——就成为诡辩性的;要么有时真实有时虚假——就成为辩证性的。其中每一个都是推断。因此从这些可见,推断的种类仅有三种,既不多也不少。在其后的《后分析篇》两卷中他将讲授关于证明性推断,在《论题篇》中讲授关于辩证推断,在《辩谬篇》中讲授关于诡辩推断,这并非为了让我们使用它,而是为了让我们决不受使用它的人欺骗;因此他将其题名为《辩谬篇》。关于推断姑且谈论到此;让我们探讨他在这里所讨论的是哪一种推断。我们说,它不是关于其中的任何一种,而是关于单纯的、普遍的推断。这便是其目的。但必须知道,尽管推断有三种——证明的、辩证的和诡辩的——我们在日常交际中仅使用辩证推断;因为我们在交际中既没有那么多闲暇去编制证明性推断,也绝不认为与我们交谈的人始终卖弄诡辩是可以容忍的;因为那是可笑的。

语法注3 条
  1. 1.0λέγω οὖν ὡς ὅτι

    连词 ὡς 与 ὅτι 重叠使用,这是晚期希腊语注解体散文中常见的连词赘用结构,用以强调性地引出对前述疑问的回答。

  2. 1.0παρεμπίπτουσα αὕτη, ὡς καὶ ὁ Πλάτων φησί, ταράττει τοὺς μὴ παιδευθέντας αὐτὴν τῶν λογικῶν ἐνεργειῶν διακρίνειν τὰ τοῖς αἰσθητοῖς ὑπάρχοντα καὶ τοῖς νοητοῖς περιάπτουσα

    主句的主动词为 ταράττει,主语是 αὕτη(指表象)。位于主语前后的两个分词 παρεμπίπτουσα 与 περιάπτουσα 均在主格上与 αὕτη 一致。不定式 διακρίνειν 的宾语是 αὐτήν,而 τῶν λογικῶν ἐνεργειῶν 则为分离属格。

  3. 1.0τοῦ συλλογιστικοῦ δηλονότι σχήματος ἐρρωμένου· ἐπεὶ οὐδὲ συλλογισμὸς ἂν εἴη

    独立属格 τοῦ ... σχήματος ἐρρωμένου 承担条件从句的功能(“只要推断的式健全”)。随后的 ἐπεὶ οὐδὲ συλλογισμὸς ἂν εἴη 带有省略性的假设论证,“因为若不然,甚至连推断都算不上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:3.1-4.25