- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:397.22-399.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注者完成了对第一格全称三段论(大前提为真而小前提全称或特称地为假)的考察,随后通过区分法整理并预告了在第一格特称三段论中由假前提推导出真结论的十种组合。
" Ὁμοίως δὲ καὶ στερητικῆς οὔσης τῆς ΑΒ προτάσεως· ἐνδέχεται γὰρ τὸ Α μήτε τῷ Β μήτε τῷ Γ μηδενὶ ὑπάρχειν." Τὴν ἀποφατικὴν συζυγίαν ἀληθῆ συνάγομεν τῆς μείζονος ἀληθοῦς οὔσης τῆς δὲ ἐλάττονος ὅλης ψευδοῦς οὕτως· τὸ ζῷον οὐδεμιᾷ μουσικῇ, ὅπερ ἀληθές, μουσικὴ πάσῃ ἰατρικῇ, ὅπερ ψευδές, καὶ ζῷον οὐδεμιᾷ ἰατρικῇ, ὅπερ ἀληθές. οὕτω καὶ αὗται αἱ συζυγίαι ἀληθεῖς.
“同样,即使ΑΒ前提是否定性的亦然;因为Α完全可能既不属于任何Β,亦不属于任何Γ。” 当大前提为真而小前提全称地为假时,我们如下推导出真的否定组合:“动物不属于任何音乐”——这是真的——,“音乐属于所有医术”——这是假的——,且“动物不属于任何医术”——这是真的——。以这种方式,这些组合也是真的。
"Καὶ εἰ μὴ ὅλη ψευδὴς ἡ ΒΓ ἀλλ’ ἐπί τι, καὶ οὕτως ἔσται τὸ συμπέρασμα ἀληθές." Εἰρηκὼς ὅτι τῆς ἐλάττονος ὅλης ψευδοῦς οὔσης γίνονται ἀληθῆ τὰ συμπεράσματα, φησὶ καὶ μὴ ὅλης οὔσης ψευδοῦς τῆς δὲ μείζονος ἀληθοῦς ἀληθῆ γίνεσθαι τὰ συμπεράσματα. οἷον ζῷον παντὶ ἀνθρώπῳ, ἄνθρωπος παντὶ πεζῷ, ὅπερ ἐπί τι ψευδές ἐστι, καὶ ὅμως ζῷον παντὶ πεζῷ, ὅπερ ἀληθές. οὕτω τὸ καθόλου καταφατικὸν συνάγομεν ὅρους λαμβάνοντες γένος καὶ εἶδος καὶ διαφοράν, ἄκρα μὲν τιθέντες γένος καὶ διαφοράν, μέσον δὲ τὸ εἶδος.
“且若ΒΓ不是全称地为假而是特称地为假,即使如此,结论亦将为真。” 在说明了当小前提全称地为假时结论成为真的之后,他说即使小前提并非全称地为假[而是特称地为假]而大前提为真,结论亦会成为真的。例如,“动物属于所有人”;“人属于所有有足物”——这是特称地为假——;然而“动物属于所有有足物”——这是真的。我们通过取属、种和种差为项,置属和种差为两端项,并置种为中项,以此推导出全称肯定命题。
"Ὁμοίως δὲ καὶ στερητικῆς οὔσης τῆς ΑΒ προτάσεως· ἐνδέχεται γὰρ τὸ Α μήτε τῷ Β μήτε τῷ Γ μηδενὶ ὑπάρχειν." Νῦν τὴν ἑτέραν συζυγίαν λέγει τὴν ἀποφατικὴν πῶς συνάγεται, ὅτι λαβόντες τὸν μέσον ὅρον ἀλλοτρίου γένους εἶδος·1 οἷον ζῷον οὐδεμιᾷ φρονήσει, φρόνησις πάσῃ θεωρητικῇ, καὶ ὅμως ζῷον οὐδεμιᾷ θεωρητικῇ. οὕτως καὶ τὸ ἀποφατικὸν ἀληθὲς τῆς ἐλάττονος ἐπί τι ψευδοῦς οὔσης. καὶ ἐπλήρωσε πάσας τὰς συζυγίας εἰρηκώς, πότε ἐκ ψευδῶν ἀληθῆ συνάγεται συμπεράσματα, πότε δὲ οὔ, ἀπαραλείπτως.
“同样,即使ΑΒ前提是否定性的亦然;因为Α完全可能既不属于任何Β,亦不属于任何Γ。” 现在他说明另一否定组合是如何推导出来的:即通过取另一属的种作为中项。例如,“动物不属于任何明智”;“明智属于所有理论性的[知识]”;然而“动物不属于任何理论性的[知识]”。如此,当小前提特称地为假时,否定命题亦为真。在说明了何时从假前提推导出真结论、何时则推导不出之后,他毫无遗漏地讲完了所有的组合。
"Ἐπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν." Εἰρηκὼς περὶ τῶν ἐν τῷ πρώτῳ σχήματι τὰ καθόλου συμπεράσματα συναγόντων νῦν λέγει περὶ τῶν τὰ μερικά, πάλιν ἐκ διαιρέσεως λαμβάνων τὰς συζυγίας, ὅτι τῶν τὰ μερικὰ συμπεράσματα συναγόντων ἐν πρώτῳ σχήματι ἢ ἡ μέν ἐστιν ἀληθὴς ἡ δὲ ψευδής, ἢ ἄμφω ψευδεῖς. καὶ εἰ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής, ἢ ἡ μείζων ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἢ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ψευδής. καὶ εἰ ἡ μείζων ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἢ ὅλη ψευδὴς ἡ μείζων ἡ δὲ ἐλάττων ἀληθής, καὶ συνάγει ἢ καταφατικὸν ἢ ἀποφατικόν, ἢ ἡ μείζων ἐπί τι ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, καὶ συνάγει ἢ καταφατικὸν ἢ ἀποφατικόν. εἰ δὲ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ψευδής, οὐ δύναται ἡ ἐλάττων ὅλη ψευδὴς ληφθῆναι· εἰ γὰρ ληφθῇ ὅλη, ἢ καταφατικὴ λαμβάνεται ἢ ἀποφατική· καὶ εἰ ἀποφατικὴ ληφθῇ ἡ ἐλάττων, ἀσυλλόγιστος ἐν πρώτῳ σχήματι·2 εἰ δὲ καταφατική, ἀνάγκη καὶ τὴν μείζονα καθόλου εἶναι, καὶ ἐκ δύο καθόλου προτάσεων καθόλου τὸ συμπέρασμα· ἀλλὰ νῦν περὶ τῶν μερικῶν. ὥστε ἡ ἐλάττων ψευδὴς οὖσα οὐκ ἂν ληφθείη ὅλη διὰ τὰς εἰρημένας αἰτίας, ἀλλ’ ἐπί τι μόνως, καὶ γίνεται καταφατικὴ ἡ συζυγία ἢ ἀποφατική. εἰ δέ εἰσιν ἄμφω ψευδεῖς, ἢ ἄμφω ἐπί τι, καὶ συνάγεται καταφατικὸν ἢ ἀποφατικόν, ἢ ἡ μείζων ὅλη ψευδὴς ἡ δὲ ἐλάττων ἐπί τι, καὶ συνάγεται καταφατικὸν ἢ ἀποφατικόν. ταύτας τὰς δέκα συζυγίας ἔχει διεξελθεῖν3 ὁ Ἀριστοτέλης δεικνὺς ὅτι ἐκ ψευδῶν ἀληθὲς συνάγεται.
“然而在特称三段论的情形中。” 在讨论完第一格中推导出全称结论的三段论之后,他现在讨论推导出特称结论的三段论,再次根据区分来提取各个组合:即在第一格中推导出特称结论的三段论中,要么一者为真而另一者为假,要么两者皆假。若一者为真而另一者为假,要么大前提为假而小前提为真,要么大前提为真而小前提为假。若大前提为假而小前提为真,要么大前提全称地为假而小前提为真,且推导出肯定或否定结论;要么大前提特称地为假而小前提为真,且推导出肯定或否定结论。但若大前提为真而小前提为假,则小前提不能被取为全称地为假;因为若被取为全称,则它要么被取为肯定,要么被取为否定;若小前提被取为否定,在第一格中则不成三段论;若被取为肯定,则大前提亦必然是全称的,且由两个全称前提得出的结论必是全称的;但现在讨论的是关于特称的。因此,出于所述原因,作为假的小前提不可能被取为全称,而只能被取为特称,且组合成为肯定或否定的。若两者皆为假,要么两者皆特称地[为假],且推导出肯定或否定结论;要么大前提全称地为假而小前提特称地[为假],且推导出肯定或否定结论。亚里士多德必须逐一考察这十种组合,以表明从假前提能推导出真实。
- 5.29ὅτι λαβόντες τὸν μέσον ὅρον ἀλλοτρίου γένους εἶδος
这是一个省笔结构,ὅτι 从句中缺少限定动词,仅有分词短语 λαβόντες(主格复数阳性)。承接前文的 συνάγεται,用以表示手段或方式,即“[它是通过]取另一属的种作为中项[而推导出来的]”。
- 5.30ἀσυλλόγιστος ἐν πρώτῳ σχήματι
省略了系动词 ἐστί(或 γίνεται)的名词谓语句,意为“不成三段论”或“无推论可得”,指第一格中若小前提为否定命题则无法构成有效推论的逻辑规则。
- 5.30ἔχει διεξελθεῖν
动词 ἔχω 后接不定式(διεξελθεῖν),表示应当或预定的任务(“必须逐一考察”、“将要详述”),指亚里士多德在行文中有责任系统讨论这十种组合。
