← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§396.1-397.21

第一格中仅有一前提为假的情形

讨论第一格中一前提为真而另一前提为假的情形,指出大前提全称地为假时推导不出真结论,但若大前提特称地为假或小前提为假,则能推导出真结论,并通过具体词项分别说明肯定和否定组合(54a2–54a28)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.20

" Ἐὰν δ’ ἡ ἑτέρα τεθῇ ψευδής." Πληρώσας περὶ τῶν ἄμφω ἐπί τι ψευδῶν νῦν ἦλθεν ἐπὶ τὴν ἄλλην διαίρεσιν τὴν λέγουσαν τὴν μὲν ψευδῆ τὴν δὲ ἀληθῆ. τοῦτο δὲ ἦν διχῶς· ἢ γὰρ ἡ μείζων ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἢ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ψευδής· καὶ εἰ ἔστιν ἡ μείζων ψευδής, ἢ ὅλη ψευδὴς ἢ ἐπί τι ψευδής· * * * * καὶ φησὶν ὅτι, εἰ ἔσται ἡ μείζων ὅλη ψευδής, ἀληθὲς οὐ συνάγεται συμπέρασμα, εἰ δὲ εἴη ἡ ΒΓ ἡ ἐλάττων πρότασις ψευδής, συνάγεται. πάλιν καὶ εἰ ἡ μείζων μὴ ὅλη ψευδὴς ἀλλ’ ἐπί τι, πάλιν συνάγεται ἀληθές. καὶ ὁμοίως, εἰ ἡ μείζων πρότασις ὅλη ἀληθής, ἡ δὲ ἐλάττων ὅλη ψευδὴς ἢ ἐπί τι ψευδής, συνάγεται, ὡς δείξομεν.

“但若另一前提被设为假。” 在讲完两者皆特称地为假的情形后,他现在转向了另一区分,即将一者设为假而另一者设为真。而这是双重的:因为要么大前提为假而小前提为真,要么大前提为真而小前提为假;且在大前提为假时,它要么全称地为假,要么特称地为假;[……]并且他说,若大前提全称地为假,则推导不出真结论,但若是作为小前提的ΒΓ前提为假,则能推导出。再者,若大前提不是全称地为假而是特称地为假,亦能推导出真结论。同样,若大前提全称为真,而小前提全称地为假或特称地为假,亦能推导出,正如我们将要表明的。

§5.21

"Λέγω δὲ ὅλην ψευδῆ τὴν ἐναντίαν." Ποίαν λέγει ὅλην ψευδῆ; τὴν ἔχουσαν τὴν ἐναντίαν ἀληθῆ. ἐπί τι δὲ ψευδῆ τὴν ἔχουσαν τὸ ἀντιφατικῶς ἀντικείμενον.

“而我把相反对的称为全称的假。” 他把何种命题称为全称的假?即把相反对者为真的命题称为全称的假;而把具有相矛盾对立者的称为特称的假。

§5.22

"Ἐὰν δὴ τὴν μὲν ΒΓ πρότασιν λάβω ἀληθῆ, τὴν δὲ ΑΒ ψευδῆ ὅλην." Λέγει πρῶτον περὶ τῆς συζυγίας τῆς ἐχούσης τὴν μείζονα ὅλην ψευδῆ τὴν δὲ ἐλάττω ἀληθῆ, καὶ τέως περὶ τοῦ καταφατικοῦ, ὅτι ἐὰν τὸ Α κατὰ ἀλήθειαν οὐδενὶ ὑπάρχῃ τῷ Β, εἶτα ληφθῇ ὅτι ὑπάρχει παντί, 〈ὃ〉 ὅλη ψευδής ἐστιν, εἶτα καὶ τὸ Β ἐξ ἀληθείας παντὶ τῷ Γ, οὐκ ἔστιν ἀληθὲς εἰπεῖν ὅτι τὸ συμπέρασμά ἐστιν ἀληθές.1 οἷον ἄψυχον οὐδενὶ ζῴῳ ἀληθὲς μετάλαβε εἰς ψευδῆ ὅλην καὶ εἰπὲ ἄψυχον παντὶ ζῴῳ· ζῷον παντὶ ἀνθρώπῳ ἀληθές· καὶ συνάγεται ψεῦδος ὅτι ἄψυχον παντὶ ἀνθρώπῳ. οὕτως ἡ μία συζυγία ἡ καταφατική. ἡ δ’ ἀποφατικὴ ἡ ψευδὴς οὕτως· ἔμψυχον οὐδενὶ ζῴῳ, ὅπερ ὅλον ψευδές, ζῷον παντὶ ἀνθρώπῳ, ἔμψυχον οὐδενὶ ἀνθρώπῳ, ὅπερ ψεῦδος. οὕτως αἱ δύο συζυγίαι αὗται αἱ ἔχουσαι τὴν μείζω ὅλην ψευδῆ ἀληθὲς συμπέρασμα οὐ συνάγουσιν.

“那么,若我取ΒΓ前提为真,而取ΑΒ为全称地为假。” 他首先谈论具有全称地为假的大前提与真实的小前提的组合,且暂且谈论肯定性的组合:即若在事实上Α不属于任何Β,继而被取为属于所有——这是全称地为假的——,继而在事实上Β亦属于所有Γ,则说结论为真是站不住脚的。例如,“无生物不属于任何动物”为真;将此转换为全称地为假而说“无生物属于所有动物”;“动物属于所有人”为真;于是推导出假结论,即“无生物属于所有人”。这一肯定组合便是如此。而假的否定组合如下:“有生物不属于任何动物”——这是全称地为假的——,“动物属于所有人”,[于是推导出]“有生物不属于任何人”,这是假的。如此,具有全称地为假的大前提的这两个组合推导不出真结论。

§5.23

"Ὁμοίως δὲ οὐδ’ εἰ τὸ Α τῷ Β παντὶ ὑπάρχει." Πάλιν ἵνα ποιήσῃ τὴν ἀποφατικὴν συζυγίαν ψευδῆ, λαμβάνει ψευδῆ ἀποφατικὴν πρότασιν τὴν μείζω, ἵνα ᾖ τὸ Α τῷ Β μηδενί, ὅπερ ψεῦδος· παντὶ γὰρ ἦν τῷ ζῴῳ τὸ ἔμψυχον.

“同样,即使Α属于所有Β亦不〔会有真结论〕。” 为了使否定组合为假,他再次将大前提取为假的否定命题,以使Α不属于任何Β,这是假的;因为有生物原是属于所有动物的。

§5.24

"Μὴ ὅλης δὲ λαμβανομένης ψευδοῦς ἔσται." Ἐὰν μὲν ᾖ ἡ μείζων ὅλη ψευδής, οὐ συνάγεται ἀληθὲς συμπέρασμα· ἐὰν δὲ ἐπί τι ψευδής, συνάγεται ἀληθές. οἷον εἰ μὲν καταφατική, οὕτως· ζῷον παντὶ λευκῷ ἐπί τι ψευδής· ἐπὶ γὰρ τοῦ κόρακος ψευδής, ἐπὶ δὲ τοῦ κύκνου ἀληθής· λευκὸν παντὶ κύκνῳ· καὶ ὅμως ζῷον παντὶ κύκνῳ. οὕτως ἡ καταφατικὴ συζυγία.

“但若被取的并非全称地为假,则将有[真结论]。” 若大前提全称地为假,则推导不出真结论;但若特称地为假,则能推导出真结论。例如,若为肯定命题,则如下所示:“动物属于所有白物”是特称地为假;因为在乌鸦的情形中为假,而在天鹅的情形中为真;“白物属于所有天鹅”;然而“动物属于所有天鹅”。肯定组合便是如此。

§5.25

"Ὁμοίως δὲ καὶ εἰ στερητικὸν εἴη τὸ ΑΒ." Ὥσπερ ἀληθὲς τὸ καταφατικὸν γέγονε συμπέρασμα, οὕτως καὶ τὸ ἀποφατικὸν ἀληθὲς τῆς μείζονος ἐπί τι ψευδοῦς οὔσης· οἷον ζῷον οὐδενὶ λευκῷ ἐπί τι ψευδής· ἐπὶ γὰρ κύκνου μόνου ψευδής· λευκὸν πάσῃ χιόνι· καὶ ὅμως ζῷον οὐδεμιᾷ χιόνι, ὅπερ ἀληθὲς τὸ συμπέρασμα.

“同样,即使ΑΒ是否定性的亦然。” 正如肯定结论成为真的,同样在大前提特称地为假时,否定结论亦为真。例如,“动物不属于任何白物”是特称地为假;因为唯独在天鹅的情形中为假;“白物属于所有雪”;然而“动物不属于任何雪”,这个结论是真的。

§5.26

"Ἐὰν δὲ ἡ μὲν ΑΒ πρότασις ὅλη ληφθῇ ἀληθής, ἡ δὲ ΒΓ ὅλη ψευδής, ἔσται συλλογισμὸς ἀληθής." Ἐλήφθη ἡ μείζων πρότασις ὅλη ψευδής, καὶ οὐ συνῆξεν ἀληθές, καὶ ἐπί τι ψευδής, καὶ συνῆξε τὰ δύο συμπεράσματα ἀληθῆ. νῦν δὲ λαμβάνει τὴν μείζονα ἀληθῆ τὴν δὲ ἐλάττονα ψευδῆ ὅλην, καὶ λέγει ἀληθῆ γίνεσθαι τὰ συμπεράσματα· οἷον ζῷον παντὶ ἀνθρώπῳ ἀληθές· ἄνθρωπος παντὶ ἵππῳ ψευδὴς ὅλη· καὶ ὅμως ζῷον παντὶ ἵππῳ, ὅπερ ἀληθές. οὕτως τὸ καταφατικόν. Τὸ μέντοι Β οὐδενὶ τῷ Γ. ἡ τὸ Β οὐδενὶ τῷ Γ ἀληθής,2 ἀλλ’ ἵνα γένηται ψευδής, λαμβάνεται παντί.

“但若ΑΒ前提被取为全称为真,而ΒΓ全称地为假,则将产生真的三段论。” 大前提曾被取为全称地为假,且未曾推导出真实;亦曾被取为特称地为假,且推导出了两个真结论。现在他取大前提为真而小前提全称地为假,并指出结论变为真的。例如,“动物属于所有人”为真;“人属于所有马”全称地为假;然而“动物属于所有马”,这是真的。肯定性的便是如此。然而“Β不属于任何Γ”。“Β不属于任何Γ”原本为真,但为了使其成为假,它被取为“属于所有”。

语法注2 条
  1. 5.22οὐκ ἔστιν ἀληθὲς εἰπεῖν ὅτι τὸ συμπέρασμά ἐστιν ἀληθές

    非人称结构 οὐκ ἔστιν ἀληθές(“……是不真实的/不能成立的”)后接不定式 εἰπεῖν 作为主语补足成分,不定式又支配 ὅτι 引导的宾语从句。

  2. 5.26ἡ τὸ Β οὐδενὶ τῷ Γ ἀληθής

    阴性单数主格定冠词 ἡ 将命题短语 τὸ Β οὐδενὶ τῷ Γ 名词化作主语(即“‘Β不属于任何Γ’这一前提”),述语形容词为 ἀληθής,系动词 ἐστί 被省略。此处为 ἡ πρότασις 中省略了名词 πρότασις 的用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:396.1-397.21