- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:394.7-395.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯依据亚里士多德的文本并结合具体项例,阐释了在第一格中当两个前提皆全称地为假(肯定与否定)以及皆特称地为假时,如何推导出真实的结论。
" Ἔστω γὰρ τὸ Α ὅλῳ τῷ Γ ὑπάρχον, τῷ δὲ Β μηδενί, μηδὲ τὸ Β τῷ Γ. ἐνδέχεται δὲ τοῦτο." Πρῶτον εἶπε περὶ τῆς συζυγίας τῆς ἐξ ἄμφω ὅλων ψευδῶν. ἀλλ’ ὅλον μὲν ψεῦδος καλεῖ οὗ τὸ ἐναντίον ἀληθές ἐστιν·1 οἷον ‘πᾶς ἄνθρωπος πτερωτός’ ὅλον ψεῦδος, ἐπειδὴ τὸ ἐναντίον ἀληθὲς τὸ ‘οὐδεὶς ἄνθρωπος πτερωτός ἐστιν’. ἐπί τι δὲ ψεῦδος καλεῖ ᾧ τὸ ἀντιφατικῶς ἀντικείμενόν ἐστιν ἀληθές· οἷον ‘πᾶς ἄνθρωπος λευκός’, τοῦτο ἐπί τι ψεῦδος, ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον αὐτῷ ἀληθεύει τὸ ‘οὐ πᾶς ἄνθρωπος λευκός’. λέγει οὖν πρῶτον περὶ τῶν συζυγιῶν τῶν ἐξ ἄμφω ψευδῶν. λέγει γάρ· ἔστω ὅτι συμπέρασμα γέγονε τὸ Α παντὶ τῷ Γ· ἔστωσαν δὲ αἱ προτάσεις ἀληθεῖς μὲν ὡς ἀποφατικαί, τό τε ΑΒ καὶ τὸ ΒΓ, ψευδεῖς δὲ ὡς καταφατικαί, ἵνα ὦσιν ὅλαι ψευδεῖς. οἷον τὸ Α παντὶ τῷ Β, ὅπερ ψεῦδος· ἦν γὰρ τὸ ἀληθὲς οὐδενί· τὸ δὲ Β παντὶ τῷ Γ, ὅπερ ψεῦδος· τὸ γὰρ ἀληθὲς ἦν οὐδενὶ τῷ Γ· οὐκοῦν συνάγεται ὅτι τὸ Α τῷ Γ παντί, ὅπερ ἀληθές. καὶ σκοπήσωμεν ἐνταῦθα. ἐπειδὴ γὰρ ἀληθεῖς οὖσαι αἱ προτάσεις ἀσυλλόγιστοι ἦσαν (ἀμφότεραι γὰρ ἀποφατικαί) καὶ συνῆγον τὸ πᾶς καὶ τὸ οὐδείς (διὸ καὶ ἀσυλλόγιστοι), ψευδεῖς γενόμεναι ὑπονοηθεῖεν ἂν ἀληθῆ συνάγειν· εἰ γὰρ ἀληθεῖς αἱ προτάσεις οὖσαι ἀσυλλόγιστος ἦν ἡ συζυγία, ψευδεῖς οὖσαι συλλογιστικὴ ἔσται. ἀλλὰ καὶ τοῦτο εἰδέναι δεῖ, ὅτι ἄμφω ψευδῶν οὐσῶν οὐκ ἀεὶ τὸ συμπέρασμα ἀληθές, ἀλλ’ ὅτε ἀσυλλόγιστος οὖσα συνῆγε τὸ τοιοῦτον συμπέρασμα,2 οἷον εἰ ἀσυλλόγιστος οὖσα ἡ συζυγία συνῆγε καταφατικόν· ψευδῶν γὰρ μεταληφθεισῶν εἰς καταφατικὰς συνάξει καὶ τὸ καταφατικὸν ἀληθὲς ἐκ ψευδῶν. ὅτε δὲ ἐξ ἀληθῶν προτάσεων ἀσυλλόγιστος οὖσα ἡ συζυγία συνῆγεν ἀποφατικόν, μεταληφθεισῶν τῶν προτάσεων εἰς ψευδεῖς συνάξουσι ψευδὲς συμπέρασμα. διὸ οὐκ ἀεὶ ἐκ ψευδῶν ἀληθές. ἐπειδὴ οὖν οὐκ ἀεί, ὡς ἐπὶ ὅρων ἔλαβε τὸ λεγόμενον. Ἔστω γὰρ τὸ Α ὅλῳ τῷ Γ ὑπάρχον, τῷ δὲ Β μηδενί. ἀληθεῖς μὲν οὕτω λαμβανόμεναι, ψευδεῖς δὲ ἐναντίως λαμβανόμεναι κατηγορικαὶ καὶ ἀποφατικαί.
“因为设Α属于整个Γ,但不属于任何Β,Β亦不属于Γ;而这是可能的。” 首先他谈论了由两者皆全称地为假的前提构成的组合。但他把相反对者为真的命题称为“全称的假”;例如,“所有人皆有翼”是全称的假,因为相反对的“没有任何人是有翼的”为真。另一方面,他把相矛盾对立者为真的命题称为“特称的假”;例如,“所有人皆是白的”,这是特称的假,因为与它相矛盾对立的“并非所有人皆是白的”讲的是真话。因此,他首先谈论由两者皆假的前提构成的组合。因为他说:设结论已成为Α属于所有Γ;且设各前提命题作为否定命题时为真,即ΑΒ与ΒΓ,但作为肯定命题时为假,以便它们是全称地为假。例如,Α属于所有Β,这是假的,因为真相是“不属于任何”;而Β属于所有Γ,这是假的,因为真相是“不属于任何Γ”;因此推导出Α属于所有Γ,这是真的。让我们在此考察一下。因为既然诸前提在为真时不成三段论(因为两者皆是否定命题),并且既推导出“所有”又推导出“没有任何”(因此它们亦不成三段论),所以在变为假时,它们或许会被认为推导出真实;因为如果在前提为真时该组合是不成三段论的,那么在它们为假时它将是成三段论的。但是亦必须明白这一点:在两者皆假时,结论并不总是真的,而唯有当它在不成三段论时原本推导出此类结论之时——例如,该组合在不成三段论时原本推导出肯定结论;因为在转换为假的肯定命题后,它亦将从虚假中推导出真实的肯定结论。但当该组合在由真前提构成而不成三段论时原本推导出否定结论,在前提被转换为假命题时,它们将推导出假结论。因此,并非总是从假前提中推导出真实。因此,既然并非总是如此,他便以具体项来说明所言之事。“因为设Α属于整个Γ,但不属于任何Β”;按此方式被取时它们为真,但反过来作为肯定和否定命题被取时则为假。
"Ὡσαύτως δὲ καὶ τὸ στερητικόν· ἔστω γὰρ τῷ Γ μήτε τὸ Α ὑπάρχειν μηδενὶ μήτε τὸ Β." Εἶπε περὶ τῆς μιᾶς συζυγίας τῆς καταφατικῆς τῆς ἐξ ὅλων ψευδῶν ἀληθὲς συναγούσης· νῦν περὶ τῆς ἄλλης λέγει τῆς ἀποφατικῆς καὶ ἐξ ὅλων ψευδῶν ἀληθὲς συναγούσης. ἐὰν οὖν ἀληθῶν οὐσῶν, ὡς τὸ ζῷον παντὶ ἀνθρώπῳ, ἄνθρωπος οὐδενὶ λίθῳ, λάβωμεν αὐτὰς ψευδεῖς, ποιοῦμεν ἀληθὲς συμπέρασμα οὕτως· τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ· ἰδοὺ ὅλη ψευδής· ἄνθρωπος παντὶ λίθῳ· ἰδοὺ ὅλη ψευδής· καὶ ὅμως ζῷον οὐδενὶ λίθῳ, ὅπερ ἀληθές. ἰδοὺ καὶ ἐνταῦθα ἀληθῶν οὐσῶν τῶν προτάσεων ψευδὴς καὶ ἀσυλλόγιστος, ψευδῶν δὲ γέγονε τοῦ ὅτι ὁ συλλογισμός.3
“同样,否定性的亦然;因为设Α和Β皆不属于任何Γ。” 他谈论了一个由全称地为假的前提推导出真实的肯定组合;现在他谈论另一个同样由全称地为假的前提推导出真实的否定组合。因此,如果在它们为真时——如“动物属于所有人”,“人不属于任何石头”——我们将其取为假,我们便如下作出一个真实的结论:“动物不属于任何人”——看,全称地为假;“人属于所有石头”——看,全称地为假;然而“动物不属于任何石头”,这是真的。看,在此处亦然,当诸前提为真时〔三段论〕是假的且不成三段论,但在它们为假时却产生了一个证明事实的三段论。
"Τῶν αὐτῶν ὅρων ληφθέντων." Τῶν αὐτῶν ὅρων τῶν ἤδη εἰρημένων ἐν τοῖς μικρὸν ἀνωτέρω.
“在取相同项的情形下。” 即方才在稍早之处已经提到的相同项。
"Ὁμοίως δὲ δειχθήσεται, κἂν ἐπί τι ψευδὴς ἑκατέρα ληφθῇ." Εἶπε περὶ τῶν δύο συζυγιῶν τῶν ἐξ ἄμφω ψευδῶν, καὶ ὤφειλεν εἰπεῖν εὐθέως περὶ τῶν τεσσάρων συζυγιῶν τῶν ἐκ τῆς μὲν ὅλης ψευδοῦς τῆς δὲ ἐπί τι ψευδοῦς. αὐτὸς δὲ ταύτας ἀποσιωπᾷ τὰς συζυγίας ὡς δήλας γενομένας ἐκ τῶν ἄλλων εἰρημένων συζυγιῶν, ὅτι καὶ αὗται ἀληθὲς συνάγουσι συμπέρασμα. λέγει δὲ περὶ τῶν ἄμφω ἐπί τι ψευδῶν, ὅτι συνάγεται ἀληθῆ συμπεράσματα. οἷον εἰ λάβοις ζῷον παντὶ λευκῷ, ἰδοὺ ἐπί τι ψευδές· ἐπὶ γὰρ τοῦ κόρακος ψευδές, ἐπὶ δὲ κύκνου ἀληθές· λευκὸν παντὶ ἀνθρώπῳ· καὶ αὕτη ἐπί τι ψευδής· καὶ ὅμως ζῷον παντὶ ἀνθρώπῳ. ὁμοίως καὶ ἐπὶ τοῦ ἀποφατικοῦ λίθος οὐδενὶ λευκῷ, λευκὸν παντὶ ἀνθρώπῳ· ἰδοὺ ἀμφότεραι ἐπί τι ψευδεῖς, καὶ ὅμως λίθος οὐδενὶ ἀνθρώπῳ, ὅπερ ἀληθές.
“同样,即使每一前提被取为特称地为假,亦将被表明。” 他谈论了由两者皆假的前提构成的两个组合,且他本应立即谈论由一个全称地为假而另一个特称地为假的前提构成的四个组合。但他自己对这些组合默而不言,因为它们从已谈论的其他组合中已变得明显,即这些组合亦推导出真实的结论。但他谈论两者皆特称地为假的情形,指出推导出真实的结论。例如,如果你取“动物属于所有白物”,看,特称地为假;因为在乌鸦的情形中为假,而在天鹅的情形中为真;“白物属于所有人”——这亦是特称地为假;然而“动物属于所有人”。同样在否定性的情形中:“石头不属于任何白物”,“白物属于所有人”——看,两者皆特称地为假,然而“石头不属于任何人”,这是真的。
- 5.16ὅλον μὲν ψεῦδος καλεῖ οὗ τὸ ἐναντίον ἀληθές ἐστιν
关系代词 οὗ 是先行词(καλεῖ 的宾语,ὅλον ψεῦδος 为宾语补足语)省略的属格关系代词,表示“其相反对命题(ἐναντίον)为真的命题”。
- 5.16ἀλλ’ ὅτε ἀσυλλόγιστος οὖσα συνῆγε τὸ τοιοῦτον συμπέρασμα
在连词 ἀλλά 之后需补出前文省略的主句部分(即“[结论为真]仅当……”),ὅτε 引导的从句充当表时间或条件的限制从句:“当它在不成三段论时原本推导出此类结论时”。
- 5.17τοῦ ὅτι ὁ συλλογισμός
τοῦ ὅτι 是名词化的短语,意为“某事是如此”(事实本身),作为定语属格修饰 ὁ συλλογισμός(“关于事实的三段论”),是亚里士多德逻辑学中与揭示原因的三段论(τοῦ διότι)相对立的固定表达。
