← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§392.29-394.6

第一格中假前提得出结论的分类

斐洛庞奴斯澄清亚里士多德使用符号Α并非代表单个项而是代表前提对,通过三段论形式证实从真前提不能得出假结论,并分类概述了在第一格中由假前提推导真或假结论的全部十六种前提组合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.13

" Μὴ ὅτι δὲ κεῖται τὸ Α εἷς ὅρος, ὑποληφθήτω.1" Ἐπειδὴ ἔλαβε τὸ Α ὡς ἕνα ὅρον, τὸ δὲ Β ὡς συμπέρασμα ἀληθές, φησὶ ‘μὴ νομίσῃς ὅτι τὸ Α εἷς ἐστιν ὅρος καὶ ὅτι καὶ ἐξ ἑνὸς ὅρου συνήχθη τὸ Β· ψεῦδός τε γάρ ἐστιν· οὐ γὰρ ἐξ ἑνὸς ὅρου τι συνάγεται· ἀλλ’ ἐκ τριῶν ὅρων καὶ δύο προτάσεων παρείληπται’.

“然而,切不可因为Α被置为一个项,便如此设想。” 既然他将Α作为一个项,而将Β作为一个真实的结论,他便说道:“切莫以为Α是一个项,且Β也是从一个项推导出来的;因为这是虚假的;因为从一个项不能推导出任何东西,而是[Α]是从三个项和两个前提中取来的。”

§5.14

"Εἰ οὖν ἀληθὲς ᾧ τὸ Β ὑπάρχει, τὸ Α παντί, ᾧ δὲ τὸ Γ, τὸ Β, ᾧ τὸ Γ, ἀνάγκη τὸ Α ὑπάρχειν." Δείκνυσι δι’ ἐκθέσεως ὅτι τὸ Α ἀντὶ δύο προτάσεων ἐλήφθη καὶ τριῶν ὅρων· ἅμα δὲ καὶ ὅτι ἐξ ἀληθῶν ἀληθὲς συνάγεται. εἰ γὰρ ἀνάγκη τὸ Α ὑπάρχειν τῷ Β καὶ τὸ Β τῷ Γ, οὐκοῦν καὶ τὸ Α τῷ Γ, ὥστε ἀληθὲς καὶ ὂν τὸ συμπέρασμα. εἰ δέ τις ἐρεῖ τοῦτο ψευδές, τὸ αὐτὸ καὶ ὄν ἐστι καὶ μὴ ὄν, ὅπερ ἄτοπον. ὁμοίως καὶ ἐπὶ ἀποφατικῶν ἔστιν ἀληθὲς ἐξ ἀληθῶν δείκνυσθαι.

“因此,若Β所属于的一切,Α皆属于,而Γ所属于的,Β属于,乃是真实的,则Γ所属于的,Α必然属于。” 他通过列示表明,Α被用来代表两个前提和三个项;同时也表明,从真实的事物中可以推导出真实。因为若Α属于Β且Β属于Γ是必然的,那么Α属于Γ亦是[必然的],以致结论是真实的且是“存在”。但若有人说这是虚假的,则同一事物既是“存在”又是“非存在”,这是荒谬的。同样,在否定[前提]的情形中,亦能从真实的事物中表明真实。

§5.15

"Ἐκ ψευδῶν δὲ ἀληθὲς ἔστι συλλογίσασθαι καὶ ἀμφοτέρων τῶν προτάσεων ψευδῶν οὐσῶν." Εἰρηκὼς περὶ τῶν ἐξ ἀληθῶν προτάσεων νῦν περὶ τῶν ἐκ ψευδῶν συναγομένων λέγει, πότε μὲν ψευδῆ συνάγεται πότε δὲ ἀληθῆ συμπεράσματα. τῶν οὖν ἐκ ψευδῶν προτάσεων συλλογισμὸν συναγόντων ἐν πρώτῳ σχήματι2 ἢ ἐξ ἀμφοτέρων ψευδῶν ἢ τῆς ἑτέρας μόνης. καὶ εἰ 〈ἐξ〉 ἀμφοτέρων ψευδῶν, ἢ ἀμφοτέρων τῶν προτάσεων ὅλων ψευδῶν οὐσῶν, καὶ συνάγονται δύο συζυγίαι, καταφατικὴ καὶ ἀποφατική, ἢ ἀμφοτέρων τῶν προτάσεων ἐπί τι ψευδῶν οὐσῶν, καὶ ἄλλαι δύο συζυγίαι γίνονται, μία καταφατικὴ καὶ ἄλλη ἀποφατική, ἢ τῆς μὲν ὅλης ψευδοῦς τῆς δὲ ἐπί τι ψευδοῦς, καὶ τοῦτο διχῶς· ἢ γὰρ ἡ μείζων ἐπί τι ψευδὴς ἡ δὲ ἐλάττων ὅλη ψευδής, καὶ γίνονται ἄλλαι δύο συζυγίαι, καταφατικὴ καὶ ἀποφατική, ἢ ἡ μείζων ὅλη ψευδὴς ἡ δὲ ἐλάττων ἐπί τι ψευδής, καὶ γίνονται ἄλλαι δύο, καταφατικὴ καὶ ἀποφατική. ὥστε τέως ἔχομεν ὀκτὼ συζυγίας, δύο μὲν ἐκ τῶν ὅλων ψευδῶν, δύο δὲ ἐκ τῶν ἐπί τι ἄμφω ψευδῶν, τέσσαρας δὲ ἐκ τοῦ τῆς μὲν ὅλης τῆς δὲ ἐπί τι τῶν προτάσεων ψευδοῦς.3 οὕτω μέν, εἰ ἐξ ἀμφοτέρων ψευδῶν. ἐκ δὲ τῆς θατέρας ψευδοῦς τῆς δὲ θατέρας ἀληθοῦς, καὶ τοῦτο διχῶς· ἢ γὰρ ἡ μείζων ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἢ ἡ μὲν ἐλάττων ψευδὴς ἡ δὲ μείζων ἀληθής. καὶ εἰ ἡ μείζων ψευδὴς ἡ δ’ ἐλάττων ἀληθής, ἢ ὅλη ψευδής, καὶ ποιεῖ δύο συζυγίας, καταφατικὴν καὶ ἀποφατικήν, ἢ ἐπί τι ψευδής, καὶ ποιεῖ ἄλλας δύο, μίαν καταφατικὴν καὶ μίαν ἀποφατικήν. εἰ δὲ ᾖ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ψευδής, πάλιν ἢ ὅλη ψευδής, καὶ ποιεῖ ἄλλας δύο συζυγίας, ἢ ἐπί τι ψευδής, καὶ ποιεῖ ἄλλας δύο, καταφατικὴν καὶ ἀποφατικήν, ὥστε γίνεσθαι τὰς πάσας δεκαέξ. ταύτας διέξεισιν ὁ Ἀριστοτέλης, οὐ πάσας δέ· τὰς γὰρ τῆς μὲν ὅλης ψευδοῦς τῆς δὲ ἐπί τι ψευδοῦς γινομένας τέσσαρας συζυγίας οὐ διέξεισιν ὡς δήλας ἐκ τῶν ἄλλων. καὶ λέγει ὅτι συνάγουσιν ἀληθῆ συμπεράσματα, ἐὰν ὦσιν ἄμφω ψευδεῖς, εἰ δὲ ᾖ ἡ μείζων ψευδής, οὐ συνάγεται ἀληθές· ὅπερ θαυμαστὸν ὅτι ἀμφοτέρων μὲν τῶν προτάσεων ψευδῶν οὐσῶν συνήγετο, τῆς δὲ μείζονος ψευδοῦς οὔσης οὐ συνάγεται.

“然而,从虚假的事物中亦能推论出真实,即使在两个前提皆为假时亦然。” 在谈论了由真前提[得出的推论]之后,他现在谈论从假[前提]推导出的推论,何时推导出假结论,何时推导出真结论。因此,在第一格中由假前提推导三段论的那些[推论]中,[有些]或者是由两个皆假的前提产生,或者是仅由其中一个产生。若是由两个皆假的前提产生,或者两个前提皆全部为假,推导出两个组合,一个肯定和一个否定;或者两个前提皆部分为假,产生另外两个组合,一个肯定和另一个否定;或者一个全称地为假而另一个特称地为假,且这有两种方式:因为或者大前提特称地为假而小前提全称地为假,产生另外两个组合,肯定和否定;或者大前提全称地为假而小前提特称地为假,产生另外两个组合,肯定和否定。因此目前我们有八个组合:两个来自全称地为假的[前提],两个来自两者皆特称地为假的[前提],四个来自前提中一个全称地[为假]而另一个特称地为假。若是由两个皆假的前提产生,情形便是如此。至于由一假一真产生的情形,这亦有两种方式:因为或者大前提为假而小前提为真,或者小前提为假而大前提为真。若大前提为假而小前提为真,它或者全称地为假,构成两个组合,肯定和否定;或者特称地为假,构成另外两个组合,一个肯定和一个否定。但若大前提为真而小前提为假,同样或者全称地为假,构成另外两个组合;或者特称地为假,构成另外两个组合,肯定和否定,以致总共产生十六个[组合]。亚里士多德详述了这些组合,但并非全部;因为对于由一个全称地为假而另一个特称地为假所产生的四个组合,他并未详述,理由是它们从其他组合中已很明显。并且他说,若两者皆假,它们能推导出真结论,但若大前提为假,则推导不出真结论;令人惊异的是,当两个前提皆为假时能够推导出[真结论],而在大前提为假时却推导不出。

语法注3 条
  1. 5.13Μὴ ὅτι δὲ κεῖται τὸ Α εἷς ὅρος, ὑποληφθήτω

    语序倒装(hyperbaton)。否定词μή修饰后文的被动语态第三人称祈使语气动词ὑποληφθήτω,而ὅτι从句表示原因(“因为Α被置为一个项”;此处作为引目省略了后文受ὑποληφθήτω支配的不定式结构ἐνδέχεσθαι...)。

  2. 5.15τῶν οὖν ἐκ ψευδῶν προτάσεων συλλογισμὸν συναγόντων ἐν πρώτῳ σχήματι

    部分属格短语。分词 συναγόντων 修饰语境中省略的名词 συλλογισμῶν(“在那些推导推论的[推论]中”),构成后文析取肢 ἢ ἐξ ἀμφοτέρων ψευδῶν ἢ τῆς ἑτέρας μόνης(“或者来自两者皆假,或者仅来自一方”)所划分的母体。

  3. 5.15ἐκ τοῦ τῆς μὲν ὅλης τῆς δὲ ἐπί τι τῶν προτάσεων ψευδοῦς

    带冠词的名词化结构。介词 ἐκ 支配中性单数属格定冠词 τοῦ,其内部包摄了一个相当于独立属格的名词性短语(省略了 οὔσης),意为“诸前提之一全称为假而另一特称为假[这样一种情况]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:392.29-394.6