- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:391.9-392.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在考察了特称三段论及其他各格中项下所属事物的推论限制之后(53a37–53b10),注解者转而讨论前提的真假组合与结论真假的关系,并着重注解了亚里士多德关于真前提绝不可能推导假结论的反证法论证(53b4–53b11)。
" Οἷον εἰ τὸ Α παντὶ τῷ Β, τὸ δὲ Β τινὶ τῷ Γ· τοῦ μὲν γὰρ ὑπὸ τὸ Γ τεθέντος οὐκ ἔσται συλλογισμός." Τῶν ὑπὸ τὸ Γ ἐσχάτου ὅρου ὄντος1 οὐ γίνεται συλλογισμὸς ὅτι ὑπάρχει τὸ ἄκρον· τῶν δ’ ὑπὸ τὸ Β ὄντων γίνεται, ὅτι ἡ μείζων φυλάττεται καθόλου.
“例如,若Α属于所有Β,而Β属于某个Γ;因为对于置于Γ之下的事物,将不会有三段论。” 当Γ是最后的项时,对于在Γ之下的事物,大项属于它们的推论并不产生;但对于在Β之下的事物则产生,因为大前提被保持为全称。
"Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων σχημάτων." Καὶ ἐπὶ τῶν ἄλλων σχημάτων, φησί, τοῦτο ἔστι δεῖξαι, ὅτι τὸ ἄκρον τῷ μέσῳ καὶ τοῖς μέρεσιν ὑπάρχει, ὡς ἐπὶ τῶν καθόλου προτάσεων, ἢ ὅτι οὐ δυνατὸν δεῖξαι καὶ ἐπὶ τοῦ ἐσχάτου ὅρου, ὡς ἐπὶ τῶν μερικῶν συμπερασμάτων. † ἀλλὰ ἡ καθόλου τὸ παράγγελμα λέγει, ἵνα πανταχοῦ ᾖ· εἰ γὰρ μὴ ἔσται καὶ ἐπὶ τούτων, τῶν μερικῶν συλλογισμῶν τοῦ δευτέρου καὶ τρίτου σχήματος, οὐδ’ ἐπὶ τῶν τοῦ πρώτου μερικῶν συλλογισμῶν ἔσται, οὐδ’ ἐπὶ τοῦ μερικοῦ καταφατικοῦ ἔσται· ἀδύνατον γὰρ δεῖξαι τὸ μέρος τοῦ Γ, τουτέστι τὸ Ε, ὅτι ὑπάρχει ἐν τῷ ἄκρῳ, ἵνα ἀντὶ τοῦ Γ λάβω τὸ Ε.
“同样在其他各格中亦然。” 他说,在其他各格中亦能表明这一点:或者大项属于中项及其诸部分,如同在全称前提的情形中一样;或者甚至对于最后的项亦不可能表明,如同在特称结论的情形中一样。†但全称的训条规定,以便它处处成立;† 因为若在这些情况中,即在第二格和第三格的特称推论中[此项规则]亦不成立,那么在第一格的特称推论中也不会成立,在特称肯定[推论]中亦不会成立;因为不可能表明Γ的部分即Ε属于大项,以便我能用Ε来替代Γ。
"Ἔστι μὲν οὖν οὕτως ἔχειν ὥστ’ ἀληθεῖς εἶναι τὰς προτάσεις δι’ ὧν ὁ συλλογισμός." Βούλεται δεῖξαι ἐντεῦθεν ὁ Ἀριστοτέλης πῶς ἐκ τῶν προτάσεων συνάγονται τὰ συμπεράσματα. καὶ γὰρ αἱ προτάσεις ἢ ἄμφω ἀληθεῖς ἢ ἄμφω ψευδεῖς, ἢ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής. καὶ εἰ ἄμφω ἀληθεῖς, ἀληθὲς καὶ τὸ συμπέρασμα. εἰ δ’ ἄμφω ψευδεῖς, ποτὲ ἀληθές, ποτὲ ψευδές. εἰ δ’ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής, εἰ μὲν ἡ μείζων ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ψευδὲς τὸ συμπέρασμα· εἰ δὲ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ψευδής, ἀληθὲς τὸ συμπέρασμα. λέγει οὖν ὅτι ἐκ ψευδῶν ἀμφοτέρων ἔστι συλλογίσασθαι καὶ ἀληθῆ συμπεράσματα, τοῦ δὲ ὅτι 〈ὁ〉 συλλογισμός, οὐ τοῦ διότι.2 εἰδέναι γὰρ δεῖ ὅτι, εἰ ἀληθεῖς εἰσιν αἱ προτάσεις, ὁ μέσος ὅρος ἔχει τὴν αἰτίαν δι’ ἧς συνάπτει ὁ ἄκρος τῷ ἄκρῳ· διὰ γὰρ τοῦ μέσου ὅρου ὁ ἄκρος τῷ ἄκρῳ δείκνυται· καὶ ἔστιν ὁ συλλογισμὸς τοῦ διότι. εἰ δὲ ψευδεῖς εἰσιν αἱ προτάσεις, ἀληθὲς δὲ τὸ συμπέρασμα, αὐτὸ τοῦτο μόνον συνήχθη, ὅτι τὸ ἄκρον τῷ ἄκρῳ ὑπάρχει, καὶ μόνον τὸ ὅτι· οὔτε γὰρ τὴν αἰτίαν ἔχει ὁ μέσος ὅρος ἐπὶ τῶν ψευδῶν προτάσεων διότι ὁ ἄκρος τῷ ἄκρῳ συνάπτεται. ὥστε διαφέρει τὸ ἀληθὲς συμπέρασμα τὸ ἐξ ἀληθῶν προτάσεων τοῦ ἀληθοῦς συμπεράσματος τοῦ ἐκ ψευδῶν τούτῳ, ὅτι τὸ μὲν ἀληθὲς τὸ ἐξ ἀληθῶν τοῦ διότι ἔχει τὸν συλλογισμόν, τὸ δὲ ἀληθὲς τὸ ἐκ ψευδῶν τοῦ ὅτι μόνον. λέγει οὖν πρῶτον περὶ τοῦ ἐξ ἀληθῶν προτάσεων, ὅτι οὐκ ἐνδέχεται ψεῦδος συναχθῆναι ἀλλὰ πάντως ἀληθές. εἰδέναι δὲ δεῖ ὅτι τὸ μὲν ἀληθὲς ἐκάλεσεν ὄν, τὸ δὲ ψεῦδος μὴ ὄν, καὶ τὸ ὂν ἀληθές, τὸ δὲ μὴ ὂν ψεῦδος.
“因此,可能出现这种情况,即三段论赖以成立的前提是真实的。” 亚里士多德意图从这里开始表明,结论是如何从诸前提中被推导出来的。因为诸前提或者两者皆真,或者两者皆假,或者一真一假。若两者皆真,结论亦真。若两者皆假,[结论]有时为真,有时为假。若一真一假,则如果大前提为假而小前提为真,结论为假;但如果大前提为真而小前提为假,结论为真。因此他说,从两个假前提中亦能够推论出真实的结论,但推论是关于事实的,而非关于原因的。因为应当知道,若前提是真实的,中项便包含大项借以与大项[=小项]相连结的原因;因为通过中项,大项在大项[=小项]上被表明,且三段论是关于原因的。但若前提是假的,而结论是真实的,则唯独推导出了这本身,即大项属于大项[=小项],并且仅是事实而已;因为在假前提的情形中,中项并不包含大项为何与大项[=小项]相连结的原因。因此,从真前提得出的真结论与从假前提得出的真结论在这一点上有所不同:从真前提得出的真[结论]具有关于原因的推论,而从假前提得出的真[结论]仅具有关于事实的推论。因此,他首先谈论由真前提[得出的推论],指出不可能推导出一个假结论,而是必然为真。并且应当知道,他把真称为“存在”,把假称为“非存在”,并且把“存在”称为真,把“非存在”称为假。
"Πρῶτον μὲν οὖν ὅτι ἐξ ἀληθῶν οὐχ οἷόν τε ψεῦδος συλλογίσασθαι, ἐντεῦθεν δῆλον." Βουλόμενος δεῖξαι ὅτι ἐξ ἀληθῶν προτάσεων ἀληθὲς γίνεται συμπέρασμα, λαμβάνει ἀναλογίαν τινὰ τοιαύτην. λαμβάνει τὸ Α ὡς δύο προτάσεις ἀληθεῖς, τὸ δὲ Β συμπέρασμα, καὶ λέγει οὕτως· εἰ ἀνάγκη τοῦ Β μὴ ὄντος μηδὲ Α εἶναι,3 οὐκοῦν ἀνάγκη καὶ τοῦ Α ὄντος τὸ Β εἶναι. εἰ δὲ ἐρεῖς ὅτι τοῦ Α ὄντος τὸ Β οὐκ ἔστι, τὸ αὐτὸ καὶ ἔστι καὶ οὐκ ἔστιν, ὅπερ ἄτοπον· ἐλέγομεν γὰρ ὅτι τὸ ἀληθὲς ὂν καλεῖται, τὸ δὲ ψεῦδος μὴ ὄν. εἰ οὖν ἐξ ἀνάγκης τοῦ Α ὄντος τὸ Β ἀκολουθεῖ, ὂν ἔσται τὸ Β ὡς ἀληθές· εἰ δὲ ἐρεῖς ὅτι οὐκ ἀληθὲς ἀλλὰ ψευδές, ἔσται μὴ ὄν, ὅπερ ἄτοπον, τὸ αὐτὸ καὶ ὂν καὶ μὴ ὂν λέγειν.
“首先,从真实的事物中不可能推论出虚假,从下述论证中便很清楚。” 由于意图表明从真前提产生真结论,他采用了如下这样一种类比论证。他将Α作为两个真前提,将Β作为结论,并如此说道:若在Β不存在时Α亦必然不存在,那么在Α存在时Β亦必然存在。但若你说在Α存在时Β并不存在,则同一事物既存在又不存在,这是荒谬的;因为我们说过,真实被称为“存在”,而虚假被称为“非存在”。因此,若在Α存在时必然跟随出Β,则Β作为真实将是“存在”;但若你说它不是真实而是虚假,它将是“非存在”,而说同一事物既是“存在”又是“非存在”是荒谬的。
- 5.9Τῶν ὑπὸ τὸ Γ ἐσχάτου ὅρου ὄντος
ἐσχάτου ὅρου ὄντος 是带表语名词的属格绝对结构(“当Γ作为最后的项时”),而前面的定冠词名词短语 Τῶν ὑπὸ τὸ Γ 则充当依附于 συλλογισμός 的关涉属格(“关于在Γ之下的事物”)。
- 5.11τοῦ δὲ ὅτι 〈ὁ〉 συλλογισμός, οὐ τοῦ διότι
名词化助词 ὅτι(事实)和 διότι(原因)带有定冠词属格 τοῦ,与省略的系词 ἐστί 一同构成谓语:“该推论是关于事实的,而非关于原因的”。
- 5.12εἰ ἀνάγκη τοῦ Β μὴ ὄντος μηδὲ Α εἶναι, οὐκοῦν ἀνάγκη καὶ τοῦ Α ὄντος τὸ Β εἶναι
基于逆否命题(contraposition)的论证结构。在条件从句和主句中,属格绝对结构(τοῦ Β μὴ ὄντος / τοῦ Α ὄντος)均表示条件(“当Β不存在时”/“当Α存在时”),而宾格加不定式结构(μηδὲ Α εἶναι / τὸ Β εἶναι)则充当非人称结构 ἀνάγκη [ἐστί] 的主语。
