← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§389.14-391.8

全称三段论向其下位概念的扩展及其限制

注疏亚里士多德《前分析篇》53a16–53a34,阐明全称三段论如何推及中项或小项(结论)之下的下位概念,并讨论这种扩展在第二格和特称三段论中的限制(依赖换位或导致前提不可推论)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4

" Ἔστι δὲ περὶ τῶν καθόλου καὶ ἄλλως εἰπεῖν· ὅσα γὰρ ἢ ὑπὸ τὸ μέσον ἢ ὑπὸ τὸ συμπέρασμά ἐστιν, ἁπάντων ἔσται ὁ αὐτὸς συλλογισμός." Οὕτως μὲν οὖν ἐκ τῆς γινομένης ἀντιστροφῆς ἐδείχθησαν πλείους γινόμενοι συλλογισμοί. ἔνι δὲ καὶ ἄλλως εἰπεῖν ὅτι πλείους γίνονται συλλογισμοί, ἐκ τοῦ κατὰ παντὸς ἢ μηδενός, οἷον ὡς ἐπὶ παραδείγματος σαφηνείας χάριν· ἡ οὐσία παντὶ ζῴῳ, τὸ ζῷον παντὶ ἀνθρώπῳ, ἡ οὐσία παντὶ ἀνθρώπῳ· ἐπειδὴ κατὰ παντὸς ἀνθρώπου κατηγορεῖται τὸ ζῷον, οὐκοῦν καὶ κατὰ Σωκράτους καὶ Πλάτωνος καὶ Ἀλκιβιάδου· οὐκοῦν καὶ κατὰ τούτων ὅλων ἡ οὐσία. ὥστε πλείους οἱ συλλογισμοὶ ἐκ τοῦ κατὰ παντός. ὁμοίως καὶ ἐκ τοῦ κατὰ μηδενὸς πλείους εἰσὶν οἱ συλλογισμοί· οἷον τὸ ἄψυχον οὐδενὶ ζῴῳ, τὸ ζῷον παντὶ ἀνθρώπῳ, οὐκοῦν καὶ κατὰ Σωκράτους καὶ Πλάτωνος· οὐκοῦν τὸ ἄψυχον 〈καὶ〉 κατὰ τούτων οὐκ ἔστιν. οὕτω καὶ ἐκ τοῦ κατὰ παντὸς καὶ ἐκ τοῦ κατὰ μηδενὸς πλείους γίνονται οἱ συλλογισμοί. οὐ μόνον δὲ ἐπὶ τούτων ἀλλὰ καὶ ἐπὶ τοῦ μέσου ὅρου· οἷον ὅτι τὸ ζῷον κατὰ ἵππου καὶ κατὰ ἀνθρώπου καὶ κατὰ κυνός, οὐκοῦν καὶ ἡ οὐσία. ὥστε ὁμοίως ἔσται συλλογισμός, οὐ μέντοι ὁ αὐτός· καὶ γὰρ οὗτος καταφατικός, ἀλλὰ ἄλλου καταφατικός. Ἢ ὑπὸ τὸ συμπέρασμα. μνημονεύειν ὀφείλομεν ὅτι τὸν ἔσχατον ὅρον συμπέρασμα ἐκάλεσεν,1 ὡς δηλονότι ἐκείνῳ τὸ ἄκρον ἢ ὑπάρχειν λέγομεν ἢ μὴ ὑπάρχειν. ὁ αὐτὸς συλλογισμὸς ἀντὶ τοῦ ‘ὁμοίως’.2

“关于全称[三段论]亦可换一种方式说;因为凡在中项之下或在结论之下的事物,就所有这些而言都将有同一推论。” 因此,像这样由所产生的换位表明产生出更多的三段论。但亦可换一种方式说产生出更多的三段论,即由于“关于所有”或“关于无”[的原则]——例如,为了明晰起见举例而言:实体属于每一个动物,动物属于每一个人,实体属于每一个人;既然动物关于每一个人被述说,因此亦关于苏格拉底、柏拉图和阿尔西比亚德[被述说];因此实体亦关于所有这些人[被述说]。所以由“关于所有”,三段论便更多。同样,由“关于无”,三段论亦更多:例如无生命物不属于任何动物,动物属于每一个人,因此[动物]亦关于苏格拉底和柏拉图[被述说];因此无生命物亦不属于这些人。如此,无论由“关于所有”还是由“关于无”,都会产生更多的三段论。并且不仅在这些情况下,而且在中项上亦然:例如,动物关于马、关于人、关于狗[被述说],因此实体亦然。所以同样会有一个三段论,然而并非同一推论;因为这一个也是肯定的,但关于另一事物是肯定的。“或在结论之下。”我们应当记住,他把最后的项称为“结论”,显然是因为我们说大项或者属于或者不属于该项。“同一推论”代替了“同样地”。

§5.5

"Οἷον εἰ τὸ ΑΒ συμπέρασμα διὰ τοῦ Γ, ὅσα ὑπὸ τὸ Β ἢ τὸ Γ ἐστίν, ἀνάγκη κατὰ πάντων λέγεσθαι τὸ Α." Αὐτὸ τὸ παράδειγμα. ὡς ἐπὶ στοιχείων δὲ ποιεῖται τὸν λόγον· οἷον, φησίν, εἰ τὸ Α συνήχθη παντὶ τῷ Β διὰ τοῦ Γ, ἔστι δὲ καὶ τὸ Δ μέρος τοῦ Β, οὐκοῦν καὶ τῷ μέρει κατηγορεῖται· πάλιν εἰ παντὶ τῷ Γ τὸ Α, μέρος δὲ τοῦ Γ τὸ Ε, καὶ τὸ Α παντὶ τῷ Ε. ὥστε πλείους οἱ συλλογισμοί.

“例如,若结论ΑΒ是通过Γ[得出的],凡在Β或Γ之下的事物,Α必然关于它们全部被述说。” 正是这个例子。他是借助于字母来进行论述的:他说,例如,若Α通过Γ被推导出属于所有Β,且Δ是Β的一部分,因此它亦关于这部分被述说;再者,若Α属于所有Γ,且Ε是Γ的一部分,Α亦属于所有Ε。因此三段论便更多。

§5.6

"Ἐπὶ δὲ τοῦ δευτέρου σχήματος τὸ ὑπὸ τὸ συμπέρασμα μόνον ἔσται συλλογίσασθαι." Ἐν μὲν τῷ πρώτῳ σχήματι, ὡς ἀπεδείξαμεν, καὶ ἐκ τοῦ κατὰ παντὸς δείκνυνται πλείους οἱ συλλογισμοί. ἐν δὲ τῷ δευτέρῳ σχήματι οὐκέτι δυνατόν. εἰ γὰρ τὸ Α οὐδενὶ τῷ Β τῷ δὲ Γ παντί, συμπέρασμα ὅτι τὸ Β οὐδενὶ τῷ Γ· ἔστι δὲ μέρος τοῦ Γ τὸ Δ· φανερὸν ὅτι καὶ τῷ Δ οὐχ ὑπάρχει τὸ Β. εἰ δὲ τὸ Ε μέρος τοῦ Α, οὐ φανερὸν ὅτι τὸ Β οὐχ ὑπάρχει τῷ Ε, εἰ μὴ ἄρα ἀντιστροφὴ γένηται· εἰ γὰρ τὸ Α οὐδενὶ τῷ Β, καὶ τὸ Β οὐδενὶ τῷ Α, καὶ οὕτω δῆλον γίνεται ὅτι οὐδὲ τοῖς μέρεσι τοῦ Α ὑπάρχει. εἰ δὲ μὴ ἐγίνετο ἡ ἀντιστροφή, οὐκ ἐγίνετο φανερὸν ὅτι οὐχ ὑπάρχει τὸ Β τῷ Ε.

“但在第二格中,将唯独能够推论结论之下的事物。” 在第一格中,正如我们展示的,由“关于所有”亦表明三段论更多。但在第二格中则不再可能。因为若Α不属于任何Β,但属于所有Γ,结论是Β不属于任何Γ;而Δ是Γ的一部分;显然Β亦不属于Δ。但若Ε是Α的一部分,则除非进行换位,否则Β不属于Ε并不是显然的;因为若Α不属于任何Β,则Β亦不属于任何Α,如此便清楚表明它亦不属于Α的各部分。但若没有进行换位,Β不属于Ε便不会是显然的。

§5.7

"Ὥστε οὐ διὰ τὸν συλλογισμὸν συμβαίνει τὸ Β τῷ Ε μὴ ὑπάρχειν." Οὐ διὰ τὸν συλλογισμὸν τὸν πρῶτον, ἐπειδὴ διὰ τῆς ἀντιστροφῆς δείκνυται ὅτι τὸ Β τῷ Ε οὐχ ὑπάρχει· μέρος γάρ ἐστι τὸ Ε τοῦ Α.

“因此,Β不属于Ε并不是通过该推论得出的。” 并不是通过第一个推论[得出的],因为正是通过换位才表明Β不属于Ε;因为Ε是Α的一部分。

§5.8

"Ἐπὶ δὲ τῶν ἐν μέρει τῶν μὲν ὑπὸ τὸ συμπέρασμα οὐκ ἔσται τὸ ἀναγκαῖον·3 οὐ γὰρ γίνεται συλλογισμός, ὅταν αὕτη ληφθῇ ἐν μέρει· τῶν δ’ ὑπὸ τὸ μέσον ἔσται πάντων, πλὴν οὐ διὰ τὸν συλλογισμόν." Ἐπειδὴ τὰ συνάγοντα τὸ μερικὸν καταφατικά, τὰ μὲν ὄντα ὑπὸ τὸν μέσον ὅρον δυνατὸν δεῖξαι διὰ τοῦ κατὰ παντός, τὰ δὲ ὄντα ὑπὸ τὸν ἄκρον ὅρον οὐ δυνατόν, ἐπεὶ εὑρίσκεται ἡ μείζων μερικὴ καὶ ἀσυλλόγιστος ἐν πρώτῳ σχήματι· οἷον εἰ τὸ Α τινὶ τῷ Γ, μέρος δὲ τοῦ Γ τὸ Ε, ὥστε τὸ Γ τινὶ τῷ Ε, τὸ Α δὲ τινὶ τῷ Γ, καὶ εὑρίσκεται ἡ μείζων μερικὴ καὶ ἀσυλλόγιστος ἐν πρώτῳ σχήματι. δυνατὸν δὲ δεῖξαι τὰ ὄντα ὑπὸ τὸν μέσον ὅρον διὰ τοῦ κατὰ παντός· οἷον εἰ τὸ Α παντὶ τῷ Β, μέρος δὲ τοῦ Β τὸ Δ, ὥστε καὶ τὸ Α παντὶ τῷ Δ, ὥστε τοῖς πράγμασι τοῖς ὑπὸ τὸν μέσον ὅρον ὑπάρχει τὸ ἄκρον. τοῖς δὲ ὑπὸ τὸν ἔσχατον οὐ δυνατὸν δεῖξαι ὅτι ὑπάρχει.

“但在特称[推论]中,对于结论之下的事物,必然性将不成立;因为当这一[前提]被取为特称时,并不产生三段论;但对于中项之下的所有事物它将成立,只是并非通过该推论。” 既然推导出特称的[推论]是肯定的,对于在中项之下的事物,可以通过“关于所有”来表明,但对于在大项[=小项]之下的事物则不可能,因为大前提在第一格中被发现是特称且不可推论的:例如,若Α属于某个Γ,且Ε是Γ的一部分,从而Γ属于某个Ε,而Α属于某个Γ,大前提在第一格中便被发现是特称且不可推论的。但通过“关于所有”来表明在中项之下的事物是可能的:例如,若Α属于所有Β,且Δ是Β的一部分,从而Α亦属于所有Δ,因而大项属于在中项之下的事物。但对于在最后的项之下的事物,则不可能表明它属于。

语法注3 条
  1. 5.4τὸν ἔσχατον ὅρον συμπέρασμα ἐκάλεσεν

    双宾格结构(τὸν ἔσχατον ὅρον 为宾语,συμπέρασμα 为宾语补足语)。关于亚里士多德在引文(53a16)中所说的“在结论之下”,菲洛波诺斯在句法上解释为是将小项(最后项,ἔσχατος ὅρος)借代性地称作了“结论”。

  2. 5.4ὁ αὐτὸς συλλογισμὸς ἀντὶ τοῦ ‘ὁμοίως’

    说明引文(ἁπάντων ἔσται ὁ αὐτὸς συλλογισμός)中主语短语 ὁ αὐτὸς συλλογισμός 的转义用法。菲洛波诺斯指出“同一推论”在此替代副词 ὁμοίως(“同样地”),表示类似的推论过程而非严格的同一推论。

  3. 5.8τῶν μὲν ὑπὸ τὸ συμπέρασμα οὐκ ἔσται τὸ ἀναγκαῖον

    属格短语 τῶν ... ὑπὸ τὸ συμπέρασμα 作为关于属格(或部分属格)与主语 τὸ ἀναγκαῖον 相对,句式骨架为:“关于在结论之下的事物,必然的结论将不成立”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:389.14-391.8