- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:38.30-39.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯根据亚里士多德《前分析篇》24b26–30,探讨了“在全体之中”与“述谓关于一切”(以及“述谓关于无一”)在底层基质上虽为同一,但在关系角度以及外延大小上如何有所区别。
" Τὸ δὲ ἐν ὅλῳ εἶναι ἕτερον ἑτέρῳ καὶ τὸ κατὰ παντὸς κατηγορεῖσθαι θάτερον θατέρου ταὐτόν ἐστιν." Ὅτι τὸ ἐν ὅλῳ καὶ τὸ κατὰ παντὸς τῷ μὲν ὑποκειμένῳ ταὐτά εἰσι,1 μόνῃ δὲ τῇ σχέσει διαφέρουσι. τοῦ γὰρ ἀνθρώπου ὑποκειμένου ὄντος, κατηγορουμένου δὲ τοῦ ζῴου, ἐν τούτοις θεωρεῖται καὶ τὸ ἐν ὅλῳ καὶ τὸ κατὰ παντός· εἰ μὲν γὰρ ἀπὸ τοῦ ὑποκειμένου ἄνιμεν ἐπὶ τὸν κατηγορούμενον, λέγομεν ἐν ὅλῳ εἶναι τὸν ἄνθρωπον τῷ ζῴῳ2 ἀντὶ τοῦ ὑπὸ ὅλου αὐτὸν περιέχεσθαι τοῦ ζῴου· εἰ δὲ ἀπὸ τοῦ κατηγορουμένου κάτιμεν ἐπὶ τὸν ὑποκείμενον, ἐροῦμεν ὅτι κατὰ παντὸς λέγεται τὸ κατηγορούμενον τοῦ ὑποκειμένου.
“而一物在另一物的全体之中,与另一物述谓关于一物的一切,乃是同一的。” 在全体之中与述谓关于一切,就底层基质而言是同一的,但仅仅在关系上有所区别。因为在人作为底层主体而动物作为述词的情况下,在这些事物中,“在全体之中”与“述谓关于一切”都被观察到:因为如果我们从底层主体上升到述词,我们就说人在动物的全体之中,来替代说人被动物作为整体所包涵;而如果我们从述词下降到底层主体,我们就会说,述词述谓关于底层主体的一切。
"Καὶ τὸ κατὰ μηδενὸς ὡσαύτως." Τί δέ ἐστι τὸ κατὰ παντὸς καὶ τὸ κατὰ μηδενός, αὐτὸς ἐξηγεῖται. καὶ φησὶ κατὰ παντὸς μὲν εἶναι, ὅταν μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου καθ’ οὗ οὐ κατηγορεῖται τὸ κατηγορούμενον· οἷον λέγομεν τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου κατηγορεῖσθαι· καὶ οὐκ ἔστι τις ἄνθρωπος καθ’ οὗ τὸ ζῷον οὐ λεχθήσεται. καὶ τὸ κατὰ μηδενὸς ὁμοίως· λέγομεν γὰρ τὸν ἄνθρωπον κατὰ μηδενὸς λίθου ὑπάρχειν· καὶ οὐκ ἔστι τις λίθος καθ’ οὗ ὁ ἄνθρωπος λεχθήσεται. οὐ μόνον δὲ κατὰ σχέσιν διαφέρει τὸ ἐν ὅλῳ τοῦ κατὰ παντός, ἀλλὰ καὶ ἕτεραι διαφοραί, καθὸ τὸ μὲν ἐν ὅλῳ3 ἔλαττον ἐκείνου ᾧ ἐστιν ἐν ὅλῳ, οἷον ὁ ἄνθρωπος ἐν ὅλῳ τῷ ζῴῳ ἐστί, καὶ ἔλαττόν ἐστιν ὁ ἄνθρωπος τοῦ ζῴου, τὸ δὲ κατὰ παντὸς ἢ ἐπὶ πλέον ἐστὶν ἐκείνου καθ’ οὗ λέγεται ἢ ἐπ’ ἴσης, καὶ ἐπὶ πλέον μέν, ὡς ὅταν γένος ᾖ τὸ κατηγορούμενον, ἐπ’ ἴσης δὲ ὡς ἴδιον· οἷον τὸ ζῷον κατηγορεῖται τοῦ ἀνθρώπου ὡς γένος, καὶ ἐπὶ πλέον τοῦ ἀνθρώπου τὸ ζῷον· πάλιν τὸ ἴδιον κατηγορεῖται τοῦ ἀνθρώπου, ὡς τὸ γελαστικόν, καὶ ἐξισάζει αὐτῷ. ὥστε καλῶς εἴρηται ὅτι τὸ μὲν ἐν ὅλῳ ἐπ’ ἔλαττόν ἐστι, τὸ δὲ κατὰ παντὸς ἢ ἐπὶ πλέον ἢ ἐπ’ ἴσης.
“而述谓关于无一亦同样如此。” 述谓关于一切与述谓关于无一是什么,他自己作了解释。他说,只要不可能取到底层主体的任何一部分,使得述词不述谓关于它,那就是述谓关于一切;例如,我们说动物述谓关于人的一切,并且没有任何一个人是动物不述谓关于他的。而述谓关于无一也是类似地:因为我们说人不属于任何石头,并且没有任何一块石头是人述谓关于它的。不仅在全体之中在关系上区别于述谓关于一切,而且[存在着]其他的差异,即在全体之中的事物小于它在其全体之中的那个事物(例如,人在动物的全体之中,且人小于动物),而述谓关于一切的事物,要么比〔述词〕述谓关于它的那事物更外延广大,要么与之相等(当述词是属时便更广,作为固有属性时便相等;例如,动物作为属述谓关于人,而动物的外延大于人;反之,固有属性述谓关于人,比如能笑的,它便与人相等)。因此说得很对:在全体之中的事物是较小外延的,而述谓关于一切的事物要么是更大外延的,要么是相等外延的。
- 1.21Ὅτι τὸ ἐν ὅλῳ καὶ τὸ κατὰ παντὸς τῷ μὲν ὑποκειμένῳ ταὐτά εἰσι
句首的 ὅτι 既可理解为总结论点的独立引导词(相当于“[要旨是]……”),亦可视为省略了主句动词(如 [λέγει])的宾语从句。
- 1.21ἐν ὅλῳ εἶναι τὸν ἄνθρωπον τῷ ζῴῳ
与格 τῷ ζῴῳ 附属于复合谓词 ἐν ὅλῳ εἶναι(在全体之中),用作表关联或领属的与格,承袭了引文(lemma)中 ἕτερον ἑτέρῳ 的与格用法。
- 1.22ἀλλὰ καὶ ἕτεραι διαφοραί, καθὸ τὸ μὲν ἐν ὅλῳ ἔλαττον ἐκείνου ᾧ ἐστιν ἐν ὅλῳ
在 ἕτεραι διαφοραί 之后省略了存在动词 εἰσί(“亦存在其他的差异”)。而在 ᾧ ἐστιν ἐν ὅλῳ 中,关系代词与格 ᾧ 指代先行词 ἐκείνου,同样由 ἐν ὅλῳ εἶναι 结构所支配。
