- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:387.4-389.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《前分析篇》卷二开端(52b38–53a8),斐洛庞努斯阐释了第二卷的总体目的并对第一卷进行了总结,随后论述了全称三段论与特称肯定三段论因换位而得出多重结论的原因。
" Ἐν πόσοις μὲν οὖν σχήμασι καὶ διὰ ποίων καὶ πόσων προτάσεων καὶ πότε καὶ πῶς γίνεται συλλογισμός." Σκοπὸς τῆς προκειμένης πραγματείας κατὰ μὲν Ἀλέξανδρον οὗτος· ἐρεῖ, φησί, τὰ ὑπόλοιπα τοῦ πρώτου λόγου. ποῖα δ’ εἰσὶ ταῦτα; ὅτι ἐκ ψευδῶν ἀληθὲς συνάγεται, καὶ ὅτι ἐξ ἀληθῶν ἀληθές. κατὰ δὲ τοὺς ἀκριβέστερον λέγοντας σκοπὸς οὗτος· ἐπειδὴ ἐν τῷ πρώτῳ λόγῳ τὸ εἶδος τῶν συλλογισμῶν εἶπεν, ἐν τούτῳ ἐρεῖ τὴν ὕλην· εἶδος δὲ ἦν τὸ συμπέρασμα, ὕλη δὲ αἱ προτάσεις.1 καὶ οὗτος μὲν ὁ σκοπός. ἐν προοιμίοις δὲ ἐπαναλαμβάνει τὰ εἰρημένα ἐν τῷ πρώτῳ βιβλίῳ, ὅτι ἐπεδείξαμεν ἐν πόσοις σχήμασι γίνονται οἱ συλλογισμοί, ἐν γὰρ τρισί, καὶ διὰ ποίων προτάσεων, δηλονότι ἐν μὲν τῷ πρώτῳ σχήματι τῆς μείζονος καθόλου οὔσης τῆς δὲ ἐλάττονος καταφατικῆς, ἐν δὲ τῷ δευτέρῳ τῆς μείζονος καθόλου τῆς δὲ ἐλάττονος ἀνομοιοσχήμονος οὔσης κατὰ ποιότητα, ἐν δὲ τῷ τρίτῳ τῆς ἐλάττονος οὔσης καταφατικῆς, καὶ πόσων προτάσεων, ὅτι δύο χρεία τοὐλάχιστον, καὶ πότε καὶ πῶς. ταῦτα μὲν προείρηται ἐν τῷ πρώτῳ τμήματι τοῦ πρώτου βιβλίου. ἐν δὲ τῷ δευτέρῳ τμήματι εἴρηται πῶς δεῖ κατασκευάζειν, ὅτι ὀφείλομεν λαμβάνειν κατηγορούμενα, ὑποκείμενα, ἀλλότρια. ἐν δὲ τῷ τρίτῳ τμήματι περὶ ἀναλύσεως εἶπεν, ὅτι ποίᾳ μεθόδῳ χρώμενοι ἀναδραμεῖν ὀφείλομεν εἰς τὰς ἀρχὰς τῶν συλλογισμῶν. ταῦτα οὖν εἴρηται ἐν τῷ πρώτῳ βιβλίῳ. Ἐν πόσοις μὲν οὖν σχήμασι καὶ διὰ ποίων. ἐπειδὴ περὶ τῆς ὕλης τῶν συλλογισμῶν μέλλει λέγειν, χρησιμεύει ἡμῖν εἰς τὴν Τοπικὴν πραγματείαν τοῦτο τὸ βιβλίον ὥσπερ καὶ τὸ πρότερον εἰς τὴν Ἀποδεικτικήν, καὶ ὥσπερ ἐκεῖνο εἰς τὴν Ἀποδεικτικήν, οὕτω καὶ τοῦτο εἰς τοὺς Τόπους.
“那么,在多少格中,通过何种以及多少命题,何时以及如何产生三段论。” 依亚历山大之见,本论述的目的如下:他说,[亚里士多德]将论及第一篇论述的剩余部分。而这些是何种内容?即由假[前提]推导出真[结论],以及由真[前提]推导出真[结论]。但依那些说得更精确的人之见,其目的如下:既然他在第一篇论述中谈论了三段论的形式,那么在本篇中他将谈论其质料;形式是结论,而质料是诸命题。这就是目的。在序言中,他重新概括了第一卷中所述的内容:即我们展示了三段论在多少格中产生,乃是在三格中;通过何种命题产生,显然在第一格中大前提全称而小前提肯定,在第二格中大前提全称而在质上小前提形式相异,在第三格中小前提肯定;以及通过多少命题,即至少需要两个;以及何时与如何产生。这些已在第一卷第一部分预先说明。在第二部分中说明了应当如何建构,即我们应当选取谓项、主项和不相干项。而在第三部分中他谈论了还原,即运用何种方法我们应当回溯到三段论的本原。因此,这些已在第一卷中说明。“那么,在多少格中,通过何种。”既然他将要论述三段论的质料,那么正如前一卷对于论证论述有用,本卷对于论题论述亦对我们有用;且正如前卷对于论证[论述有用],本卷对于论题[论述亦有用]。
"Ἐπεὶ δὲ οἱ μὲν καθόλου τῶν συλλογισμῶν εἰσιν οἱ δὲ κατὰ μέρος." Ἐνταῦθα τὸ προοίμιον ἐπληρώθη. ἐν τούτοις δὲ βούλεται σημᾶναι ὅτι οἱ καθόλου συλλογισμοὶ καὶ καταφατικοὶ καὶ ἀποφατικοὶ καὶ οἱ κατὰ μέρος καταφατικοὶ μόνοι πλείω συλλογίζονται, οἱ δὲ μερικοὶ ἀποφατικοὶ οὐκέτι. διὰ τί; ἐπειδὴ τὰ καθόλου καταφατικὰ προβλήματα πρὸς τὰ μερικὰ ἀντιστρέφει, τὰ δὲ μερικὰ πρὸς ἑαυτά, λέγω δὴ τὰ καταφατικά, ὁμοίως δὲ καὶ τὰ καθόλου ἀποφατικὰ πρὸς ἑαυτά, τὸ δὲ μερικὸν ἀποφατικὸν πρὸς οὐδὲν τῶν ἄλλων οὔτε πρὸς ἑαυτό.
“而由于三段论中有些是全称的,有些是特称的。” 至此序言告终。在此等言辞中,他意在表明:唯独全称三段论(无论是肯定的还是否定的)与特称肯定三段论推导出更多的[结论],但特称否定三段论则不再如此。何以故?因为全称肯定论题换位为特称[命题],而特称[命题](我指的是肯定的)换位为自身,同样全称否定亦换位为自身,但特称否定既不与其他任何[命题]亦不与自身换位。
"Τὸ δὲ συμπέρασμα τὶ κατά τινός ἐστιν." Τὸ δὲ συμπέρασμα, φησίν, ὡρισμένον ἐστί· τοῦτο γὰρ δηλοῖ διὰ τοῦ εἰπεῖν τὶ κατά τινος.2 ἵνα γὰρ μή τις οἰηθῇ μάτην ταῦτα λέγεσθαι, ὅτι πλείους ἐπὶ τῶν τριῶν προβλημάτων εἰσὶν οἱ συλλογισμοί, φησὶν ὅτι τὸ συμπέρασμα ἐφ’ ἑκάστου ὡρισμένον ἐστί, καὶ μή τις εἴπῃ3 ‘τὸ Α τινὶ τῷ Γ καὶ τὸ Γ τινὶ τῷ Α τὸ αὐτό εἰσι καὶ οὐκ εἰσὶ πολλοὶ συλλογισμοί’. λέγομεν γὰρ ὅτι ἕκαστον ὡρισμένον ἐστὶ καὶ ἕκαστόν ἐστι τὶ κατά τινος· ἕτερον γάρ ἐστι τὸ ποιῆσαι ὑποκείμενον τὸ Γ κατηγορούμενον δὲ τὸ Α, καὶ ἕτερον τὸ ὑποκείμενον τὸ Α κατηγορούμενον δὲ τὸ Γ. διὸ καὶ αὐτὸς σαφῶς εἰπὼν ἐπὶ τοῦ καθόλου ἀποφατικοῦ ὅτι, εἰ μηδενὶ τῷ Β τὸ Α, καὶ τῷ Α οὐδενὶ τὸ Β, τοῦτό φησιν ἕτερον εἶναι τοῦ ἔμπροσθεν. ἐξ ἀνάγκης γὰρ ἕτερόν ἐστιν· ὁ γὰρ πρότερος εἶχε κατηγορούμενον τὸ Α ὑποκείμενον δὲ τὸ Β, ὁ δὲ δεύτερος εἶχε κατηγορούμενον τὸ Β ὑποκείμενον δὲ τὸ Α, ὥστε ἕτεροι ἀλλήλων. πῶς δὲ πολλὰ συμπεράσματα συνάγεται, ἀναγκαῖον ἐπισκέψασθαι, οἷον ὡς ἐπὶ τοῦ καθόλου καταφατικοῦ, εἰ τὸ Α, εἰ τύχοι, παντὶ τῷ Γ καὶ τὸ Γ παντὶ τῷ Β, καὶ τὸ Α ἄρα παντὶ τῷ Β, καὶ τὸ Β τινὶ τῷ Α. ὁμοίως καὶ ἐπὶ τοῦ μερικοῦ καταφατικοῦ· εἰ γὰρ τὸ Α παντὶ τῷ Γ καὶ τὸ Γ τινὶ τῷ Β, καὶ τὸ Α ἄρα τινὶ τῷ Β, καὶ τὸ Β ἄρα τινὶ τῷ Α, ὥστε πλείους εἰσὶν οἱ συλλογισμοί. ὁμοίως καὶ ἐπὶ τοῦ καθόλου ἀποφατικοῦ, ὅτι τὸ Α οὐδενὶ τῷ Β καὶ τὸ Β οὐδενὶ τῷ Α. ἐπὶ δὲ τοῦ μερικοῦ ἀποφατικοῦ, ἐπειδὴ ἀντιστρέψαι οὐκ ἐνδέχεται, τούτου χάριν οὐδὲ πλείονες γίνονται οἱ συλλογισμοί. Τὸ δὲ συμπέρασμα τὶ κατά τινός ἐστιν. ὅτι ἕκαστον ὥρισται συμπέρασμα ἐκ τῆς ἀντιστροφῆς γινόμενον. εἰ δὲ ἕκαστον ὥρισται, δῆλον ὅτι ἕτερός ἐστι συλλογισμός· τὸ γὰρ τὶ κατά τινος τὸ αὐτὸ τοῦτο δηλοῖ, τὸ ἕκαστον ὡρίσθαι.
“而结论是某物关于某物[被述说]。” 他说,结论是确定的;因为他通过说“某物关于某物”表明了这一点。因为为了不让任何人认为在三种论题上存在更多的三段论是徒劳地被谈及的,他说在每种情况下结论都是确定的;并且为了不让任何人说,“Α属于某个Γ”与“Γ属于某个Α”是同一回事,因而并不存在多个三段论。因为我们主张,每一个都是确定的,且每一个都是某物关于某物;因为使Γ为主项而Α为谓项是一回事,而使Α为主项而Γ为谓项则是另一回事。因此他本人在涉及全称否定时亦清楚地说,如果Α不属于任何Β,则Β亦不属于任何Α,他说这不同于前一个。因为出于必然它是不同的;因为前者以Α为谓项、Β为主项,而后者以Β为谓项、Α为主项,从而它们彼此不同。但必须考察如何推导出多个结论:例如在全称肯定中,假若Α属于所有Γ,且Γ属于所有Β,那么Α亦属于所有Β,且Β属于某个Α。在特称肯定中亦同样如此:因为如果Α属于所有Γ,且Γ属于某个Β,那么Α亦属于某个Β,因此Β亦属于某个Α,从而三段论是更多的。在全称否定中亦同样如此,即Α不属于任何Β,且Β不属于任何Α。但在特称否定中,既然不可能进行换位,由于这一缘故,便不会产生更多的三段论。“而结论是某物关于某物[被述说]。”也就是说,由换位产生的每个结论都是确定的。而如果每个都是确定的,显然它是另一个不同的三段论;因为“某物关于某物”所表明的正是这一点,即每一个都是确定的。
- 5.1εἶδος δὲ ἦν τὸ συμπέρασμα, ὕλη δὲ αἱ προτάσεις
未完成过去时 ἦν 是一种哲学性用法,用以唤起在先行讨论(第一卷)中已经被规定和认定的事实。
- 5.3τοῦτο γὰρ δηλοῖ διὰ τοῦ εἰπεῖν τὶ κατά τινος
τοῦτο 指向前句的谓项 ὡρισμένον ἐστί(“是确定的”),而介词短语 διὰ τοῦ εἰπεῖν 是带有冠词的不定词结构,表示通过引用亚里士多德的词句作为表达手段。
- 5.3ἵνα γὰρ μή τις οἰηθῇ ... καὶ μή τις εἴπῃ
在 ἵνα 引出的从句中,两个否定目的/顾虑从句 μή τις οἰηθῇ 和 καὶ μή τις εἴπῃ(皆为虚拟语气)并列连接,将主句 φησὶν ὅτι τὸ συμπέρασμα ἐφ’ ἑκάστου ὡρισμένον ἐστί(“他说在每种情况下结论都是确定的”)夹在中间,构成倒置结构。
