- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:384.12-386.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德驳斥因将中间否定视作矛盾对立而产生的欺骗及谬误原因(52b14–31),菲洛波诺斯梳理了推导荒谬结论的论证步骤,并结合具体例证阐明了肯定与否定的真正矛盾对立关系。
πάλιν ἐπειδὴ τὸ Ζ ἀπόφασίς ἐστι τοῦ Β, παντὶ ἄρα ἢ τὸ Β ἢ τὸ Ζ· διὰ τὰ αὐτὰ δὲ ἐπὶ παντὸς ἢ τὸ Δ ἢ τὸ Θ· δέδεικται δὲ ὅτι ᾧ τὸ Ζ, τούτῳ καὶ τὸ Θ· ᾧ ἄρα τὸ Δ, τούτῳ καὶ τὸ Β. εἰ γὰρ ᾧ τὸ Δ, τούτῳ μὴ ὑπάρξει τὸ Β, ἐπειδὴ ἐπὶ παντὸς ἢ τὸ Β ἢ τὸ Ζ, ᾧ ἄρα τὸ Δ, τούτῳ τὸ Ζ ὑπάρξει· ἀλλ’ ᾧ τὸ Ζ ὑπάρχει, τούτῳ δέδεικται καὶ τὸ Θ ὑπάρχον· ᾧ ἄρα τὸ Δ, τούτῳ καὶ τὸ Θ ὑπάρξει ἡ ἀντίφασις,1 ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα ᾧ τὸ Δ, τούτῳ τὸ Ζ· λείπεται ἄρα τὸ Β. εἰ οὖν ᾧ τὸ Δ, τούτῳ τὸ Β, ὑπόκειται δὲ καὶ ᾧ τὸ Γ, τούτῳ καὶ τὸ Α, καθ’ ἕνα ἄρα καὶ τὸν αὐτὸν στοῖχον ἢ ταῖς ἁπλαῖς αἱ ἐκ μεταθέσεως ἕψονται ἢ ταῖς ἐκ μεταθέσεως αἱ ἁπλαῖ. τοὐναντίον δὲ ἐδείκνυτο πρότερον. ὁ μὲν οὖν τρόπος τῆς ἀπάτης τοιοῦτος. συνέβη δὲ διὰ τὸ κακῶς εἰλῆφθαι τὸ Ζ ἀπόφασιν εἶναι τοῦ τε Α καὶ τοῦ Β, ὁμοίως καὶ τὸ Θ τοῦ τε Γ καὶ τοῦ Δ· ψεῦδος γὰρ ὅτι ἐπὶ παντὸς ἢ τὸ Α ἢ τὸ Ζ καὶ πάλιν ἢ τὸ Β ἢ τὸ Ζ· ὁμοίως καὶ ἐπὶ τῶν ΓΔΘ. τοῦ γὰρ ‘ἔστιν ἀγαθόν’, ὅπερ ἦν τὸ Β, ἀπόφασίς ἐστι τὸ ‘οὐκ ἔστιν ἀγαθόν’, οὐ μὴν τὸ ‘οὔτε ἀγαθόν ἐστιν οὔτε οὐκ ἔστιν ἀγαθόν’· ἀδύνατον γάρ ἐστί τι ὃ οὔτε ἀγαθόν ἐστιν οὔτε οὐκ ἔστιν ἀγαθόν, ἀλλὰ πάντως θάτερον ἀνάγκη. ὁμοίως δὲ οὐδὲ τοῦ Α, ὅπερ ἦν τὸ ‘οὐκ ἔστιν ἀγαθόν’, ἀπόφασίς ἐστι τὸ Ζ τὸ ‘οὔτε ἀγαθόν ἐστιν οὔτε οὐκ ἔστιν ἀγαθόν· συμπεριείληπται γὰρ ἐν τῷ Ζ τὸ Α· τὸ γὰρ ‘οὐκ ἔστιν ἀγαθόν’ ταὐτόν ἐστι τῷ ‘οὔτε ἀγαθόν ἐστιν’. ὁμοίως δὲ οὐδὲ τὸ Θ ἀπόφασις δειχθήσεται ἢ τοῦ Γ ἢ τοῦ Δ. τούτου δὲ συγκεχωρημένου ἡ ἀπάτη προῄει· ὥστε διὰ τὸ μὴ καλῶς εἰλῆφθαι τὰ ἀντικείμενα, λέγω δὴ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν τὰς ἀντιφατικῶς ἀντικειμένας, ἡ πλάνη γέγονεν. Διὰ τὸ μὴ τὰ ἀντικείμενα λαμβάνειν ὀρθῶς, ὧν ἀνάγκη παντὶ θάτερον ὑπάρχειν, τουτέστι τὰ ἀντιφατικῶς ἀντικείμενα· ἐπὶ τούτων γὰρ μόνων τῶν ἀντικειμένων ἀνάγκη ἐπὶ πάντων, καὶ ὄντων καὶ μὴ ὄντων, θάτερον μὲν ψευδὲς εἶναι θάτερον δὲ ἀληθές.
再者,既然Ζ是Β的否定,因此对于每一事物,要么Β要么Ζ;出于同样的原因,在一切情况下,要么Δ要么Θ。而已经证明:凡Ζ所属于者,Θ亦属于之;因此,凡Δ所属于者,Β亦属于之。因为如果凡Δ所属于者,Β不属于之,那么既然在一切情况下要么Β要么Ζ,凡Δ所属于者,Ζ就将属于之;但是已经证明,凡Ζ所属于者,Θ亦属于之;因此凡Δ所属于者,矛盾对立的Θ亦将属于之,而这是不可能的。因此,并非凡Δ所属于者Ζ属于之;因而留下了Β。所以,如果凡Δ所属于者Β属于之,并且假定了凡Γ所属于者Α亦属于之,那么依照同一序列,要么转位命题随顺简单命题,要么简单命题随顺转位命题。但先前已经证明了相反的情况。欺骗的方式就是如此。而这种欺骗的发生,是由于错误地假定了Ζ是Α与Β两者的否定,同样Θ是Γ与Δ两者的否定;因为认为在一切情况下要么Α要么Ζ,以及要么Β要么Ζ,这是虚妄的;对于Γ、Δ、Θ亦同样如此。因为作为Β的“是善的”,其否定是“不是善的”,绝非“既非善的,亦非不是善的”;因为不可能有某种事物既非善的亦非不是善的,而是无论如何必有其一。同样,作为Α的“不是善的”,其否定亦非“既非善的,亦非不是善的”这一Ζ;因为Α已经被包含在Ζ之中;因为“不是善的”与“既非善的”是同一的。同样,亦不能证明Θ是Γ或Δ的否定。而在承认了这一点的情况下,欺骗便得以推进;因此,正是由于未能正确选取对立者——我指的是矛盾对立的肯定与否定——才产生了谬误。“由于未能正确选取对立者,而在这些对立者中必然有一方属于每一事物”,也就是矛盾对立者;因为唯独在这些对立者中,对于一切事物,无论是存在的还是不存在的,必然是一方为假而另一方为真。
"Οἷον εἰ τὸ Α καὶ τὸ Β μὴ ἐνδέχεται ἅμα τῷ αὐτῷ." Ἀναλαμβάνει τὰς ἐξ ἀρχῆς ὑποθέσεις, τὰς τρεῖς φημι, ὧν ὑποκειμένων ἐδείκνυτο ἡ εἰρημένη ὑγιὴς τῶν προτάσεων ἀκολούθησις. εἶτα ταῖς ὑποθέσεσι ταύταις ἐπισυνάπτει ἑξῆς τὴν ψευδῆ ὑπόθεσιν ἐξ ἧς ἡ ἀπάτη ἐγίνετο.
“例如,如果Α和Β不可能同时属于同一事物。” 他重新提起最初的假设,我指的是三条假设,正是在假定了这些假设时,上述关于命题的健全随顺关系才得以证明。接着,在这些假设之后,他紧接着附加上由之产生欺骗的虚妄假设。
"Καὶ ᾧ τὸ Γ, παντὶ τὸ Α ὑπόκειται." Μία γὰρ ἦν αὕτη τῶν εἰλημμένων ἐξ ἀρχῆς τριῶν ὑποθέσεων.
“并且凡Γ所属于者,假定了Α属于所有这一切。” 因为这是最初所取的三个假设之一。
"Ὥστε ᾧ τὸ Ζ, παντὶ τὸ Θ." Καὶ εἴπομεν πῶς, ἐπειδὴ ἀνάγκη μὲν παντὶ ἢ τὸ Θ ἢ τὸ Γ, μὴ ἐνδέχεται δὲ τὸ Γ τῷ Ζ διὰ τὸ συνεπιφέρειν ἑαυτῷ τὸ Α.2
“从而凡Ζ所属于者,Θ属于所有这一切。” 并且我们已经说明了如何如此:既然对于每一事物要么Θ要么Γ是必然的,而Γ不可能属于Ζ,乃是因为它自身附带引入了Α。
"Ἀκολουθεῖ δὲ τῷ Ζ τὸ Θ, καὶ τῷ Δ ἀκολουθήσει τὸ Β· τοῦτο γὰρ ἴσμεν." Εἰ γὰρ ἐπὶ παντὸς ἢ τὸ Β ἢ τὸ Ζ, οὐχ ἕπεται δὲ τῷ Δ τὸ Β, τὸ Ζ ἕψεται· ἀλλ’ ἀδύνατον· συνεπιφέρει γὰρ ἑαυτῷ τὸ Θ διὰ τὸ δεδεῖχθαι ὅτι ἕπεται τῷ Ζ τὸ Θ. ὥστε εἰ μὴ ἐνδέχεται τῷ Δ τὸ Ζ ἕπεσθαι, τὸ Β ἕψεται ἐξ ἀνάγκης· ἀλλ’ ἐδείκνυτο πρότερον ψεῦδος εἶναι τὸ τοιοῦτο· οὐ γὰρ εἵπετο τῷ Δ τὸ Β. τί οὖν τοῦ ψεύδους αἴτιον, ἐπήγαγεν.
“而Θ随顺Ζ,且Β将随顺Δ;因为这是我们所知道的。” 因为如果在一切情况下要么Β要么Ζ,而Β不随顺Δ,那么Ζ就将随顺;但这不可能;因为根据已经证明的Θ随顺Ζ,它自身附带引入了Θ。因此,如果Ζ不可能随顺Δ,那么Β就出于必然将随顺;但先前已经证明这样的事是虚妄的;因为Β并不随顺Δ。那么虚妄的原因何在,他接着指出了。
"Οὐ γὰρ ἴσως ἀνάγκη παντὶ ἢ τὸ Α ἢ τὸ Ζ, οὐδὲ τὸ Ζ ἢ τὸ Β." Τουτέστι κακῶς εἴληπται ὅτι τὸ Ζ ἀπόφασίς ἐστιν ἑκατέρου, τοῦ τε Α φημὶ καὶ τοῦ Β. εἶτα ἐπὶ τῶν ὑλῶν τοῦτο δείκνυσιν.
“因为大概并非必然对每一事物要么Α要么Ζ,亦非要么Ζ要么Β。” 这就是说,把Ζ设定为各自的否定,我是说既作为Α又作为Β的否定,是错误地设定的。接着他在具体质料上证明了这一点。
"Τοῦ γὰρ ἀγαθοῦ τὸ οὐκ ἀγαθὸν ἀπόφασις." Τουτέστι τοῦ ‘ἔστιν ἀγαθόν’ τὸ ‘οὐκ ἔστιν ἀγαθόν’. τὸ δὲ Ζ ἦν ‘οὔτε ἀγαθόν ἐστιν οὔτε οὐκ ἔστιν ἀγαθόν’. εἰ οὖν ἀπόφασις μέν ἐστι τοῦ ‘ἔστιν ἀγαθόν’ τὸ ‘οὐκ ἔστιν ἀγαθόν’, οὐ ταὐτὸν δὲ τὸ ‘οὐκ ἔστιν ἀγαθόν’ τῷ ‘οὔτε ἀγαθόν ἐστιν οὔτε οὐκ ἔστιν ἀγαθόν’, οὐκ ἄρα ἀπόφασις τοῦ Α τὸ Ζ. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἔφθημεν προειπόντες.3
“因为善的否定是非善。” 这就是说,“是善的”的否定是“不是善的”。而Ζ是“既非善的,亦非不是善的”。因此,如果“是善的”的否定是“不是善的”,而“不是善的”与“既非善的,亦非不是善的”不是同一的,那么Ζ就不是Α的否定。同样,对于其余各项,我们此前亦已预先说明了。
- 4.107ᾧ ἄρα τὸ Δ, τούτῳ καὶ τὸ Θ ὑπάρξει ἡ ἀντίφασις
ἡ ἀντίφασις 是主语 τὸ Θ 的同格短语,说明 Θ 正是 Δ 的矛盾对立面(“其矛盾对立项 Θ 亦将属于之”)。
- 4.110διὰ τὸ συνεπιφέρειν ἑαυτῷ τὸ Α
带冠词不定式 διὰ τὸ συνεπιφέρειν 的逻辑主语是前文的 Γ,支配反身代词与格 ἑαυτῷ 和宾格直接宾语 τὸ Α,意为“因为它自身附带引入了Α”。
- 4.113ἔφθημεν προειπόντες
动词 φθάνω 与分词 προειπόντες 构成的惯用句式,表示先行或早已完成的动作(“我们此前亦已预先说明了”)。
