- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:383.10-384.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯基于亚里士多德在52b14的题元,通过引入表示中间否定的词项(Ζ与Θ)的诡辩论证,解释了由于错误设定矛盾对立而产生的谬误结构。
" Συμβαίνει δὲ ἐνίοτε καὶ ἐν τῇ τοιαύτῃ τάξει τῶν ὅρων ἀπατᾶσθαι διὰ τὸ μὴ τὰ ἀντικείμενα λαμβάνειν ὀρθῶς, ὧν ἀνάγκη παντὶ θάτερον ὑπάρχειν." Ἐπειδὴ ἔδειξεν ὅτι ἡ ἀκολούθησις τῶν προτάσεων, τῶν τε ἁπλῶν καὶ τῶν ἐκ μεταθέσεως, ἀντιστρόφως ἔχει, λέγω δὴ ὅτι τῇ μὲν ἁπλῇ καταφάσει ἡ ἐκ μεταθέσεως ἀπόφασις ἕπεται καὶ τὸ ἔμπαλιν τῇ ἐκ μεταθέσεως καταφάσει ἡ ἁπλῆ ἀπόφασις, καὶ ὅτι οὐ καθ’ ἕνα καὶ τὸν αὐτὸν στοῖχον ἢ ταῖς ἁπλαῖς αἱ ἐκ μεταθέσεως ἕπονται ἢ ταῖς ἐκ μεταθέσεως αἱ ἁπλαῖ, ἀπάτην τινὰ ἴσως γενησομένην τισί, δι’ ἧς δόξει ἐνδέχεσθαι κατὰ τὸν αὐτὸν στοῖχον μὴ μόνον τῷ Γ τὸ Α ἕπεσθαι ἀλλὰ καὶ τῷ Δ τὸ Β, τίθησι καὶ ἀπελέγχει,1 ὡς διὰ πάντων τὸν περὶ τῆς ἀκολουθήσεως λόγον ἀληθῆ δείκνυσθαι, καὶ δι’ ὧν αὐτόθεν δέδεικται καὶ δι’ ὧν οἱ τὸ ἐναντίον κατασκευάζοντες λόγοι ἐλέγχονται. συμβαίνει δέ, φησίν, ἡ τοιαύτη ἀπάτη, εἰ μὴ καλῶς ληφθείη τὰ ἀντικείμενα, οἷον εἴ τις νομίσοι ὅτι ἐνδέχεται τοῦ Α καὶ τοῦ Β μίαν ἀπόφασιν καὶ τὴν αὐτὴν εἶναι τὸ Ζ,2 καὶ κοινῶς ἀμφοτέρων καὶ ἰδίᾳ ἑκατέρου. οἷον ἔστω τὸ μὲν Β ‘ἔστιν ἀγαθόν’, τὸ δὲ Α ‘οὐκ ἔστιν ἀγαθόν’· τούτων ἀμφοτέρων μία ὑποκείσθω ἀπόφασις τὸ Ζ τὸ ‘οὔτε ἐστὶν ἀγαθὸν οὔτε οὐκ ἔστιν ἀγαθόν’. πάλιν τοῦ Γ καὶ Δ, λέγω δὴ τοῦ ‘ἔστιν οὐκ ἀγαθόν’ καὶ ‘οὐκ ἔστιν οὐκ ἀγαθόν’, ἀπόφασις τὸ Θ τὸ ‘οὔτε ἔστιν οὐκ ἀγαθὸν οὔτε οὐκ ἔστιν οὐκ ἀγαθόν’. τούτων οὕτως ἐχόντων δειχθήσεται ὅτι ὥσπερ τῷ Γ τὸ Α ἕπεται, οὕτω καὶ τῷ Δ τὸ Β. ἐπειδὴ γὰρ τὸ Ζ ἀπόφασίς ἐστι τοῦ Α, ἐπὶ παντὸς δὲ ἢ τὸ Α ἢ τὸ Ζ, διὰ τὰ αὐτὰ δὲ ἐπὶ παντὸς ἢ τὸ Γ ἢ τὸ Θ (ἀπόφασις γὰρ τοῦ Γ τὸ Θ), ὑπόκειται δὲ ὅτι ᾧ τὸ Γ ὑπάρχει, τούτῳ παντὶ ἕπεται τὸ Α, ἀνάγκη πᾶσα καὶ ᾧ τὸ Ζ, τούτῳ παντὶ τὸ Θ ὑπάρχειν. ἐπειδὴ γὰρ ἐπὶ παντὸς ἢ τὸ Θ ἢ τὸ Γ, εἰ μὴ τὸ Θ ὑπάρχει τούτῳ ᾧ ὑπάρχει τὸ Ζ, τὸ Γ ὑπάρξει· ἀλλ’ εἰ ᾧ τὸ Ζ, τούτῳ καὶ τὸ Γ, ᾧ δὲ τὸ Γ, τούτῳ ὑπόκειται τὸ Α, ᾧ ἄρα τὸ Ζ, τούτῳ καὶ τὸ Α ὑπάρξει, ὅπερ ἐστὶν ἀδύνατον· ἀντίφασις γὰρ τὸ Α Ζ. εἰ οὖν ᾧ τὸ Ζ, τούτῳ τὸ Γ οὐκ ἐνδέχεται, ἀνάγκη δήπου τὸ Θ, ἐπειδὴ ἐπὶ παντὸς ἢ τὸ Γ ἢ τὸ Θ.
“在词项的这样一种排列中,有时也会由于未能正确选取相反者而受骗,而在这些相反者中必然有一方属于每一事物。” 由于他已经证明了命题(包括简单命题与由转位而来的命题)的随顺关系是逆向的——我的意思是,简单肯定命题被由转位而来的否定命题所随顺,反过来由转位而来的肯定命题被简单否定命题所随顺,并且转位命题随顺简单命题、或简单命题随顺转位命题,并非依据同一序列——因此,他提出并驳斥某种在某些人那里可能产生的欺骗,借由此欺骗,依照同一序列似乎不仅Α随顺Γ是可能的,而且Β随顺Δ也是可能的;从而使关于随顺关系的学说在各个方面都被证明为真,既通过直接证明的事实,也通过驳斥建立相反主张的论证。他说,之所以发生这样的欺骗,是因为对立者没有被恰当地选取,例如有人若认为Ζ可能作为Α和Β的独一且同一的否定,既共同属于两者,又分别属于各自。例如,设Β为“是善的”,Α为“不是善的”;设这两者的一个否定为Ζ,即“既非善的,亦非不是善的”。再者,Γ与Δ(我指的是“是非善的”与“不是非善的”)的否定为Θ,即“既非非善的,亦非不是非善的”。在这些情况如此设定下,将被证明正如Α随顺Γ一样,Β亦随顺Δ。因为既然Ζ是Α的否定,而在一切情况下要么Α要么Ζ,出于同样的原因在一切情况下要么Γ要么Θ(因为Θ是Γ的否定),并且假定了凡Γ所属于者,Α随顺所有这一切,那么凡Ζ所属于者,Θ亦必然属于所有这一切。因为既然在一切情况下要么Θ要么Γ,如果Θ不属于Ζ所属于者,那么Γ就将属于;但如果凡Ζ所属于者,Γ亦属于之,而凡Γ所属于者,假定了Α属于之,那么凡Ζ所属于者,Α亦将属于之,而这是不可能的;因为Α与Ζ是矛盾对立。因此,如果凡Ζ所属于者,Γ不可能属于之,那么Θ显然是必然的,因为在一切情况下要么Γ要么Θ。
- 4.107Ἐπειδὴ ἔδειξεν ὅτι ... ἀπάτην τινὰ ... τίθησι καὶ ἀπελέγχει
整个长句的骨架始于从句 Ἐπειδὴ ἔδειξεν ὅτι ...,主句的核心动词是 τίθησι καὶ ἀπελέγχει(主语为亚里士多德)。动词的宾语是距离较远的 ἀπάτην τινὰ ἴσως γενησομένην τισί,其后紧接关系从句 δι’ ἧς δόξει ...。
- 4.107τοῦ Α καὶ τοῦ Β μίαν ἀπόφασιν καὶ τὴν αὐτὴν εἶναι τὸ Ζ
τοῦ Α καὶ τοῦ Β 是依附于名词 ἀπόφασιν 的宾语性(或关涉性)属格,意为“Α与Β的否定”。不定式 εἶναι 的宾格主语是 τὸ Ζ,而 μίαν ἀπόφασιν καὶ τὴν αὐτὴν 作其宾格表语。
