- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:382.13-383.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了亚里士多德在证明Β与Δ不可换位之前,先证明Α与Δ可共存以及Β与Γ不相容的论证顺序,并将原文划分为三个假设与三个待证论题。
ἀκόλουθον δὲ ἦν εὐθὺς δεῖξαι1 ὅτι οὐκ ἀντιστρέφει, τουτέστιν οὐχ ᾧ τὸ Δ ὑπάρχει, τούτῳ καὶ τὸ Β. ἀλλ’ ἐπεὶ πρὸς τὴν δεῖξιν τούτου ἐδεῖτο τοῦ ὅτι τὰ ΑΔ ἐνδέχεται τῷ αὐτῷ, πρότερον τοῦτο δείκνυσιν, ὅτι τὸ Α καὶ τὸ Δ ἐνδέχεται τῷ αὐτῷ παρεῖναι. ἐπεὶ γὰρ ὑπόκειται ὅτι οὐκ ἀντιστρέφει πρὸς τὸ Α τὸ Γ, τουτέστιν οὐκ ἐφ’ ὧν τὸ Α, πάντως καὶ τὸ Γ, ἐὰν ληφθῇ τι τούτων ἐφ’ ὧν τὸ μὲν Α ὑπάρχει τὸ δὲ Γ οὐχ ὑπάρχει, ἐπειδὴ παντὶ ἢ τὸ Γ ἢ τὸ Δ, οὐχ ὑπάρχει δὲ τὸ Γ ᾧ τὸ Α ὑπάρχει, τὸ Δ ἄρα ὑπάρξει ᾧ τὸ Α. τὸ ἄρα ΑΔ ἐνδέχεται τῷ αὐτῷ παρεῖναι. εἶτα εὐθὺς ἐπισυνάπτει ὅτι τὸ Γ καὶ τὸ Β οὐκ ἐνδέχεται τῷ αὐτῷ. εἰ γὰρ ᾧ τὸ Β, τούτῳ καὶ τὸ Γ, ἐπειδὴ ᾧ τὸ Γ, τούτῳ καὶ τὸ Α (ὑπόκειται γὰρ ἕπεσθαι τῷ Γ τὸ Α), ᾧ ἄρα τὸ Β, τούτῳ καὶ τὸ Α ἡ ἀντίφασις, ὅπερ ἐστὶν ἀδύνατον. οὐδενὶ ἄρα τῷ αὐτῷ τὸ Γ καὶ τὸ Β ὑπάρξει. τούτων δὲ δεδειγμένων δείκνυσιν ὅτι οὐκ ἀντιστρέφει τὸ Β τῷ Δ (τοῦτο γὰρ λείπεται), λέγω δὴ ὅτι οὐκ ἐφ’ ὧν τὸ Δ, πάντως ἐπὶ τούτων καὶ τὸ Β. ἐπειδὴ γὰρ δέδεικται ὅτι ἐφ’ ὧν τὸ Δ, ἐπὶ τούτων ἐνδέχεται καὶ τὸ Α, εἰ ἐφ’ ὧν μὲν τὸ Α, ἐπὶ τούτων ἐνδέχεται καὶ τὸ Δ, ἐφ’ ὧν δὲ τὸ Δ, ἐπὶ τούτων πάντως καὶ τὸ Β, ἐφ’ ὧν ἄρα τὸ Α, ἐπὶ τούτων καὶ τὸ Β, ὅπερ ἐστὶν ἀδύνατον· ἀντιφατικῶς γὰρ ἀντίκεινται. οὐκ ἄρα ἕψεται τῷ Δ τὸ Β. Ἁπλῶς δὲ ὅταν οὕτως ἔχῃ τὸ Α καὶ τὸ Β ὥστε ἅμα μὲν τῷ αὐτῷ μὴ ἐνδέχεσθαι παντὶ δὲ ἐξ ἀνάγκης θάτερον, καὶ πάλιν τὸ Γ καὶ τὸ Δ ὡσαύτως. αἱ πρῶται δύο ὑποθέσεις, ὅτι τε ἀντιφατικῶς ἀντίκεινται τὸ Α καὶ τὸ Β καὶ ἔτι τὸ Γ καὶ τὸ Δ, καὶ ὅτι παντὶ ἐξ ἀνάγκης θάτερον ἑκατέρας ἀντιφάσεως. ἕπηται δὲ τῷ Γ τὸ Α καὶ μὴ ἀντιστρέφῃ. ἡ τρίτη ὑπόθεσις. Καὶ τῷ Β τὸ Δ ἀκολουθήσει καὶ οὐκ ἀντιστρέψει· καὶ τὸ μὲν Α καὶ Δ ἐνδέχεται τῷ αὐτῷ, τὸ δὲ Β καὶ Γ οὐκ ἐνδέχεται. τὰ λοιπὰ τρία προανεφώνησεν ἅπερ βούλεται ἀποδεῖξαι. εἰ δέ τις ἐνσταίη πρὸς τὴν τρίτην τῶν ὑποθέσεων, λέγω δὴ πόθεν ὅτι ἕπεται τῷ Γ τὸ Α καὶ οὐκ ἀντιστρέφει, ἴστω ὅτι, εἰ ληφθείη τις ὕλη, ἐξ αὐτῆς τῆς ἐναργείας ὁ ἔλεγχος, ὥσπερ ἐφ’ ὧν ἐθήκαμεν προτέρων ὑποδειγμάτων.2 σαφῆ δὲ τὰ ἑξῆς τῆς λέξεως.
本来顺理成章的下一步,是立即证明它不可换位,也就是说,凡Δ所属于者,Β并非亦属于之。但是,由于为了证明这一点,他需要“Α与Δ可能属于同一事物”,因而他先证明这一点,即Α与Δ可能同时存在于同一事物之中。因为既然已经假定Γ对于Α不可换位,也就是说,凡Α所属于之处,Γ并非必然亦属于之,那么如果从那些Α属于而Γ不属于的事物中取某一事物,既然Γ或Δ属于每一事物,而Γ不属于Α所属于者,那么Δ就将属于Α所属于者。因此,Α与Δ可能同时存在于同一事物之中。随后他立即附加上:Γ与Β不可能属于同一事物。因为如果凡Β所属于者,Γ亦属于之,既然凡Γ所属于者,Α亦属于之(因为假定了Α随顺Γ),那么凡Β所属于者,〔与Β〕矛盾对立的Α亦将属于之,而这是不可能的。因此,Γ与Β绝不属于任何同一事物。在证明了这些之后,他证明Β对Δ不可换位(因为只剩下这一点),我指的是凡Δ所属于之处,Β并非必然亦属于之。因为既然已经证明,凡Δ所属于之处,Α亦可能属于之,那么如果在凡Α所属于之处,Δ亦可能属于之,而在凡Δ所属于之处,Β必然亦属于之,那么在凡Α所属于之处,Β亦将属于之,而这是不可能的;因为它们是矛盾对立的。因此,Β将不随顺Δ。 “一般而言,当Α与Β处于如下关系,以至于它们不可能同时属于同一事物,而每一事物必然具有其中之一,并且Γ与Δ亦同样如此”:这是前两个假设,即Α与Β,以及Γ与Δ矛盾对立,并且每一矛盾对立中的一方必然属于每一事物。 “而Α随顺Γ且不换位”:这是第三个假设。 “并且Δ将随顺Β且不换位;而Α与Δ可能属于同一事物,但Β与Γ则不可能”:他预先宣告了他想要证明的其余三件事。如果有人对这些假设中的第三个提出异议,我指的是问凭什么说Α随顺Γ且不换位,当知若取某一质料,正如在我们此前所设定的例证中那样,驳斥来自自明性本身。文句接下来的部分是清楚的。
- 4.106ἀκόλουθον δὲ ἦν εὐθὺς δεῖξαι
无人称未完成过去时 ἦν 表达在逻辑上理应紧随其后的步骤(表示合宜性或应当如此的过去时)。随后的 ἀλλ’ ἐπεί...(“但由于……”)解释了为何这一顺序被暂时延后。
- 4.106ὥσπερ ἐφ’ ὧν ἐθήκαμεν προτέρων ὑποδειγμάτων
此句包含先行词并入关系从句并受其格吸引的结构。它原为 ὥσπερ ἐπὶ τῶν προτέρων ὑποδειγμάτων ὧν [ἅ] ἐθήκαμεν,但先行词 προτέρων ὑποδειγμάτων 被并入从句内部的介词短语(ἐφ’ ὧν)中并采用了属格。
