← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§381.5-382.12

字母符号表述的命题后承与归谬证明

斐洛庞努斯评注了亚里士多德使用字母记号(Α, Β, Γ, Δ,见52a39)普遍公式化简单命题与换位命题之后承关系的文句,梳理了由三个假设推导出的三个结论,并解释了通过归谬法证明第一结论(Δ随顺Β)的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.106#1

" Ἁπλῶς δὲ ὅταν οὕτως ἔχῃ τὸ Α καὶ τὸ Β ὥστε ἅμα μὲν τῷ αὐτῷ μὴ ἐνδέχεσθαι, παντὶ δὲ ἐξ ἀνάγκης θάτερον καὶ τὰ ἑξῆς." Ἀναλαμβάνει πάλιν τὰ περὶ τῆς ἀκολουθήσεως τῶν προτάσεων τῶν τε ἁπλῶν καὶ τῶν ἐκ μεταθέσεως· ἐπειδὴ γὰρ ἀνωτέρω ἐπὶ ὕλης τινὸς ἐγύμνασε τὸν λόγον ξύλον λευκὸν λαβὼν καὶ ξύλον οὐ λευκόν, ἐνταῦθα καθολικωτέραν ποιῶν τὴν δεῖξιν ἐπὶ τῶν στοιχείων προάγει τὴν ἀκολούθησιν. λαμβάνει οὖν πάλιν τὰς δύο ἀντιφάσεις, τήν τε ἁπλῆν καὶ τὴν ἐκ μεταθέσεως, μίαν μὲν ἀντίφασιν τὴν ΑΒ, ἑτέραν δὲ τὴν ΓΔ. ὅτι οὖν ταῖς μὲν καταφάσεσιν αἱ ἀποφάσεις ἕπονται καὶ οὐκ ἀντιστρέφουσι, καὶ ὅτι τὰς μὲν καταφάσεις ἀδύνατον συναληθεύειν, τὰς δὲ ἀποφάσεις ἐνδέχεται, βούλεται δεῖξαι.1 ὑποτίθεται οὖν τὸ μὲν Β καὶ τὸ Γ τὰς καταφάσεις, τὴν μὲν ἁπλῆν τὴν δὲ ἐκ μεταθέσεως, τὰ δὲ λοιπά, τὸ Α φημὶ καὶ τὸ Δ, τὰς τούτων ἀποφάσεις. Τρισὶ δὲ ὑποθέσεσι χρησάμενος τὰ λοιπὰ ἀποδείκνυσι, μιᾷ μὲν ὅτι ἀντιφατικῶς ἀντίκειται τὸ Α καὶ τὸ Β καὶ ἔτι τὸ Γ καὶ τὸ Δ, δευτέρᾳ δὲ ὅτι ἀνάγκη παντὶ τὸ Α ὑπάρχειν ἢ τὸ Β, καὶ πάλιν παντὶ ἐξ ἀνάγκης ἢ τὸ Γ ἢ τὸ Δ· τοιαύτη γὰρ ἡ ἀντίφασις· τρίτη ὑπόθεσις ὅτι τῷ Γ ἕπεται τὸ Α καὶ οὐκ ἀντιστρέφει, λέγω δὴ ὅτι οὐχ ἕπεται τῷ Α τὸ Γ. τούτων ὑποτεθέντων δείκνυσιν ἕτερα τρία, ἓν μὲν ὅτι τῷ Β τὸ Δ ἕπεται καὶ οὐκ ἀντιστρέφει, καὶ ὅτι τὸ Γ καὶ τὸ Β, ἅπερ ὑπόκεινται καταφάσεις, οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ συναληθεύουσιν, καὶ ὅτι τὸ ΑΔ, τουτέστι τὰς ἀποφάσεις, ἐνδέχεται ἐπὶ τοῦ αὐτοῦ συναληθεύειν. τὰ μὲν οὖν προκείμενα ταῦτα. πρῶτον δὲ δείκνυσιν, ὅτι τῷ Β ἕπεται τὸ Δ, τὸν τρόπον τοῦτον. ἐπειδὴ γὰρ ὑπόκειται ὅτι τῶν ΓΔ θάτερον παντὶ ἐξ ἀνάγκης ὑπάρξει διὰ τὸ ἀντιφατικῶς ἀντικεῖσθαι, εἰ μὴ ὑπάρξει τῷ Β τὸ Δ, ἀνάγκη δήπου τὸ Γ ὑπάρχειν. ἀλλ’ εἰ τὸ Γ ὑπάρξει τῷ Β, ὑπόκειται δὲ ἕπεσθαι τῷ Γ τὸ Α, τουτέστιν ᾧ [δ’] ἂν ὑπάρχῃ τὸ Γ, τούτῳ καὶ τὸ Α ὑπάρχειν, ὑπάρχει δὲ τῷ Β τὸ Γ, καὶ τὸ Α ἄρα τῷ Β ὑπάρξει. ᾧ ἄρα τὸ Β, τούτῳ καὶ τὸ Α, ὅπερ ἐστὶν ἀδύνατον διὰ τὸ ἀντιφατικῶς ἀντικεῖσθαι. τὸ δ’ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποκεῖσθαι τῷ Β ὑπάρχειν τὸ Γ.2 εἰ οὖν τοῦτο ψεῦδος, ἀληθὲς δήπου τὸ τῷ Β ὑπάρχειν τὸ Δ· ὑπόκειται γὰρ ἐξ ἀνάγκης παντὶ ἢ τὸ Γ ἢ τὸ Δ. οὕτω μὲν οὖν δείκνυσιν ὅτι τῷ Β ἕπεται τὸ Δ.

“一般而言,当Α与Β处于如下关系,以至于它们不可能同时属于同一事物,而每一事物必然具有其中之一,等等。” 他又重新探讨关于简单命题以及换位命题之后承关系的论述。因为此前他在具体质料上操练论证,取了“白木”与“不白之木”,而在此处,他为了使证明更为普遍,便在字母记号上推进后承关系。因此,他再次设定了两个矛盾对立,即简单的矛盾对立与换位的矛盾对立,将一个矛盾对立设为ΑΒ,另一个设为ΓΔ。因此,他想要表明:否定命题随顺肯定命题且不可换位,并且肯定命题不可能同时为真,而否定命题则可能[同时为真]。于是他假设Β与Γ为肯定命题,一个是简单的,另一个是换位的,而其余的,我指的是Α与Δ,为其否定命题。他运用三个假设证明了其余的事情:其一,Α与Β矛盾对立,并且Γ与Δ也矛盾对立;其二,Α或Β必然属于每一事物,并且Γ或Δ再次必然属于每一事物(因为矛盾对立就是如此);第三个假设是,Α随顺Γ且不可换位,我指的是Γ不随顺Α。在这些假设之下,他证明了另外三件事:其一,Δ随顺Β且不可换位;其二,被预设为肯定命题的Γ与Β绝不可能关于同一事物同时为真;其三,Α与Δ,即否定命题,可能关于同一事物同时为真。这些就是所提出的论题。首先,他以如下方式证明Δ随顺Β。因为既然已经假定,由于矛盾对立,Γ与Δ中的一个必然属于每一事物,那么如果Δ不属于Β,自然必然是Γ属于。但是,如果Γ属于Β,且假定了Α随顺Γ——也就是说,凡Γ所属于者,Α亦属于之——并且Γ属于Β,那么Α亦将属于Β。因此,凡Β所属于者,Α亦属于之,而这由于矛盾对立是不可能的。这一不可能的结论是因为假设了Γ属于Β而产生的。因此,如果这是假的,那么Δ属于Β自然是真的;因为已经假定Γ或Δ必然属于每一事物。因此,他就是这样证明Δ随顺Β的。

语法注2 条
  1. 4.106ὅτι οὖν ταῖς μὲν καταφάσεσιν αἱ ἀποφάσεις ἕπονται καὶ οὐκ ἀντιστρέφουσι, καὶ ὅτι τὰς μὲν καταφάσεις ἀδύνατον συναληθεύειν, τὰς δὲ ἀποφάσεις ἐνδέχεται, βούλεται δεῖξαι

    倒装结构(hyperbaton):置于句首的两个 ὅτι 从句(ὅτι ταῖς μὲν καταφάσεσιν... ἕπονται 与 ὅτι τὰς μὲν καταφάσεις ἀδύνατον...)作为句末主动词短语 βούλεται δεῖξαι 的宾语。

  2. 4.106τὸ δ’ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποκεῖσθαι τῷ Β ὑπάρχειν τὸ Γ

    多重不定式结构:在由介词 διά 引导的带冠词不定式 διὰ τὸ ὑποκεῖσθαι 内部,进一步嵌套了宾格与不定式结构 τῷ Β ὑπάρχειν τὸ Γ 作为其主语(“Γ属于Β”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:381.5-382.12