- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:379.26-381.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约安·斐洛庞诺斯结合实例阐明,换位肯定命题作为全称肯定命题是通过第一格第一式以建构性方式得到证明的,而否定命题则是通过得出全称否定命题的三种式(第一格第二式、第二格第一式和第二式)以驳斥性方式得到证明的。
" Οἷον ὅτι ὃ ἂν ᾖ ζῷον, οὐκ ἔστι λευκὸν ἢ ἐνδέχεται μὴ εἶναι λευκόν." Τουτέστι καθόλου ἀπόφασις ἁπλῆ ὅτι οὐδὲν ζῷον λευκὸν ἢ ὅτι ἐνδέχεται μηδὲν ζῷον λευκὸν εἶναι.
“例如,凡动物者,不是白的,或者可能是非白的。” 也就是说,全称简单否定命题:“没有动物是白的”,或者“可能没有动物是白的”。
"Καὶ ὅτι ἀληθὲς εἰπεῖν μὴ λευκόν· τοῦτο γάρ ἐστιν εἶναι μὴ λευκόν." Τουτέστιν ἡ ἐκ μεταθέσεως κατάφασις καθόλου οὖσα καὶ αὐτή (κατὰ κοινοῦ γὰρ ἀκουστέον τὸ ὃ ἂν ᾖ ζῷον,1 τουτέστι πᾶν ζῷον) ἀληθὲς εἰπεῖν μὴ λευκόν. εἶτα ἐπὶ τὸ σαφέστερον μετάγων ἐπήγαγε τοῦτο γάρ ἐστιν εἶναι μὴ λευκόν. τὸ γὰρ λέγειν, φησίν, ὅτι πᾶν ζῷον ἀληθὲς εἰπεῖν μὴ λευκὸν ταὐτόν ἐστι τῷ λέγειν ὅτι πᾶν ζῷον οὐ λευκόν ἐστι· τὸ γὰρ ἀληθές, φησί, τῷ ἔστιν ὁμοίως τάττεται, τουτέστιν ἰσοδυναμοῦσι ταῦτα ἀλλήλοις ὥστε ἀντιλαμβάνεσθαι εἰς ἄλληλα καὶ τίθεσθαι ἀντὶ τοῦ ‘ἔστι’ τὸ ‘ἀληθές’· πᾶς ἄνθρωπος ζῷόν ἐστι, πᾶς ἄνθρωπος ἀληθὲς εἰπεῖν ὅτι ζῶον. καὶ ὅτι ἰσοδυναμεῖ τῷ ‘ἔστι’ τὸ ‘ἀληθές’, δείκνυσιν ἐκ τοῦ καὶ τὴν ἄρνησιν αὐτῷ προσάπτεσθαι καὶ μὴ ἄλλως γίνεσθαι ἀπόφασιν, εἰ μὴ αὐτῷ συνταχθείη ἡ ἄρνησις, ὥσπερ καὶ τῷ ‘ἔστι’. τοῦ γοῦν ‘ἀληθὲς εἰπεῖν λευκόν’ ἀπόφασίς ἐστιν ἡ ‘οὐκ ἀληθὲς εἰπεῖν λευκόν’, οὐ μὴν ‘ἀληθὲς εἰπεῖν μὴ λευκόν’, ὥσπερ καὶ τῆς ‘ἔστι λευκόν’ ἡ ‘οὐκ ἔστι λευκόν’ ἀπόφασις, οὐχ ἡ ‘ἔστιν οὐ λευκόν’.
“以及,说是非白的是真的;因为这就是是非白的。” 也就是说,自身也是全称的换位肯定命题(因为“凡动物者”,即“凡动物”,必须共同补足来理解):“说是非白的是真的”。随后,为了引向更明了的事态,他补充道:“因为这就是是非白的”。因为他说,说对于凡动物而言说是非白的是真的,与说凡动物皆是非白的,是同一回事;因为他说,“真的”与“是”居于同样的地位,也就是说,它们彼此等值,以至于能够相互替换,用“真的”置于“是”的位置上:“凡人皆是动物”,“对于凡人而言,说是动物是真的”。而且,他表明“真的”与“是”等值,还在于否定词附加在它上面,并且如果不把否定词与它结合在一起,就不会形成否定命题,正如对待“是”一样。无论如何,“说是白的是真的”的否定命题是“说是白的并非真的”,绝非“说是非白的是真的”,正如“是白的”的否定命题是“不是白的”,而非“是非白的”。
"Ἀλλὰ τοῦ μὲν ὃ ἂν ᾖ λευκὸν ἀληθὲς εἰπεῖν ἔστι λευκὸν εἴτε μὴ λευκόν ὁ αὐτὸς τρόπος·2 κατασκευαστικῶς γὰρ ἄμφω διὰ τοῦ πρώτου σχήματος δείκνυται." Εἰ γὰρ δέδεικται ὅτι κατάφασίς ἐστιν, ἔτι δὲ καὶ καθόλου, τὸ δὲ καθόλου καταφατικὸν ἐν τῷ πρώτῳ μόνῳ δείκνυται σχήματι ἀμφοτέρων τῶν προτάσεων καταφατικῶν οὐσῶν, δῆλον ὅτι εἰς τοῦτο ἀναλυτέον τὸ τοιοῦτον πρόβλημα.
“但是,凡白者,无论是说是白的还是说是非白的是真的,方法都是相同的;因为两者都是通过第一格以建构性方式被证明的。” 因为,如果已经证明它是肯定命题,并且是全称的,而全称肯定命题只有在两个前提皆为肯定命题的第一格中才能被证明,那么显而易见,这样的论题必须还原到这个格中。
"Εἰ δή ἐστιν ἀληθὲς εἰπεῖν ὃ ἂν ᾖ ἄνθρωπος μουσικὸν εἶναι ἢ μὴ μουσικὸν εἶναι, ὃ ἂν ᾖ ζῷον ληπτέον ἢ εἶναι μουσικὸν ἢ εἶναι μὴ μουσικόν, καὶ δέδεικται." Ὑπόδειγμα τίθησι πῶς ἂν συναχθείη τὸ τοιοῦτον πρόβλημα, λέγω δὴ τὸ καταφατικὸν καθόλου ἁπλοῦν τε καὶ ἐκ μεταθέσεως, ὅτι καὶ τοῦ μέσου οὕτω κατηγορητέον τὸν μείζονα ὥσπερ καὶ τοῦ ἐλάττονος. οἷον ὅτι πᾶς ἄνθρωπος μουσικός· πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον μουσικόν, πᾶς ἄνθρωπος ἄρα μουσικός. πάλιν ὅτι πᾶς ἄνθρωπος οὐ μουσικός· πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον οὐ μουσικόν, πᾶς ἄρα ἄνθρωπος οὐ μουσικός.
“那么,如果凡人者,说是懂音乐的还是懂非音乐的是真的,就必须把凡动物者取为懂音乐的或懂非音乐的,这样就得到了证明。” 他给出了一个示例,说明这样的论题——我指的是简单全称肯定命题以及换位全称肯定命题——该如何被推导出来,即大项必须如同被述及小项一样被述及中项。例如,证明“凡人皆懂音乐”:“凡人皆是动物,凡动物皆懂音乐,所以凡人皆懂音乐”。再如,证明“凡人皆懂非音乐”:“凡人皆是动物,凡动物皆懂非音乐,所以凡人皆懂非音乐”。
"Τὸ δὲ μὴ εἶναι μουσικὸν ὃ ἂν ᾖ ἄνθρωπος ἀνασκευαστικῶς δείκνυται κατὰ τοὺς εἰρημένους τρεῖς τρόπους." Τὴν ἀπόφασιν οὐ τέθεικε τὴν ἐκ μεταθέσεως, λέγω δὴ τὴν ‘οὐδεὶς ἄνθρωπος οὐ μουσικός’. ταῦτα οὖν, φησί, δεικτέον διὰ τῶν εἰρημένων τριῶν τρόπων. οὗτοι δέ εἰσιν ὅ τε δεύτερος τοῦ πρώτου σχήματος καὶ οἱ πρῶτοι τοῦ δευτέρου δύο· διὰ τούτων γὰρ μόνων τὸ καθόλου ἀποφατικὸν ἐδείκνυτο.
“至于凡人者不懂音乐,则是按照所说的那三种方式以驳斥性方式被证明的。” 他并没有提出换位否定命题,我指的是“没有人懂非音乐”。因此他说,这些命题必须通过所说的三种方式被证明;这三种方式即第一格的第二式,以及第二格的前两个式;因为全称否定命题只能通过这些式得到证明。
- 4.102κατὰ κοινοῦ γὰρ ἀκουστέον τὸ ὃ ἂν ᾖ ζῷον
κατὰ κοινοῦ ἀκουστέον 是注疏作品中的标准解释性句式,为非人称动词性形容词结构,意为“前文(52a27)的主语从句 ὃ ἂν ᾖ ζῷον(凡动物者)在此处也必须作为共同成分补充来理解”。
- 4.103Ἀλλὰ τοῦ μὲν ὃ ἂν ᾖ λευκὸν ἀληθὲς εἰπεῖν ἔστι λευκὸν εἴτε μὴ λευκόν ὁ αὐτὸς τρόπος
属格短语 τοῦ μὲν ... εἴτε μὴ λευκόν 作为主语 ὁ αὐτὸς τρόπος(同一的方法)的关涉属格或对象属格(“关于……其方法是同一的”)。在语境上,它承袭了 52a24 中 ὁ αὐτὸς τρόπος τοῦ δεικνύναι(证明的方法)对于属格的支配。
