← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§37.3-38.29

不完全三段论的定义与归谬法之有效性

斐洛庞奴斯注解了亚里士多德关于不完全三段论的定义(24b24),从语法上阐明“一个或多个”指的是换位而非项。随后,他处理了一个疑难,即引入外部假设的归谬法(通过不可能性的证明)为何仍被视为三段论,并指出归谬法中的外部前提仅用于驳斥荒谬假设,唯在不存在中介的矛盾对立情形下,才能必然确立正面的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20

" Ἀτελῆ δὲ τὸν προσδεόμενον ἢ ἑνὸς ἢ πλειόνων, ἃ ἔστι μὲν ἀναγκαῖα διὰ τῶν ὑποκειμένων ὅρων, οὐ μὴν εἴληπται διὰ προτάσεων." Ἢ ἑνὸς ἢ πλειόνων οὐχ ὅρων λέγει (οὐδὲ γὰρ ἀξιοῖ, ὥσπερ εἴρηται, τοὺς δεομένους ἔξωθέν τινος ὅρου καλεῖν συλλογισμούς), ἀλλ’ ἀρσενικαῖς φωναῖς ἀντὶ θηλυκῶν ἐχρήσατο, ὀφείλων εἰπεῖν ‘ἢ μιᾶς ἢ πλειόνων’,1 τουτέστιν ἀντιστροφῶν. προσθεὶς δὲ ἃ ἔστι μὲν ἀναγκαῖα ἐσήμανε τὸ γινόμενον χρήσιμον ἐκ τῶν ἀντιστροφῶν, ὅτι τὸ ἐν τῷ συλλογισμῷ κρυπτόμενον ἀναγκαῖον ἐκφαίνουσιν. εἰπὼν δὲ διὰ τῶν ὑποκειμένων ὅρων ἐσήμανεν ὅτι οὐκ ἐπίκτητον γίνεται οὐδ’ ἔξωθεν τῶν τοιούτων συλλογισμῶν τὸ ἀναγκαῖον ἀλλὰ διὰ τῶν ὑποκειμένων προτάσεων. τὸ δὲ οὐ μὴν εἴληπται διὰ προτάσεων ἀντὶ τοῦ ‘οὐκ ἦν παραληφθεὶς ὁ λόγος τῆς ἀντιστροφῆς διὰ τῶν προτάσεων, ἀλλὰ δέονται αἱ προτάσεις τὴν τάξιν ἀμεῖψαι, ἵνα τὸ ἐν αὐταῖς δείξωσιν ἀναγκαῖον’. ἀποροῦσι δέ τινες, πῶς ὁ Ἀριστοτέλης μὴ προσδεχόμενος τοὺς συλλογισμοὺς τοὺς ἔξωθέν τι προσλαμβάνοντας, οἷον ὅρον ἢ πρότασιν, ἀποδέχεται τοὺς δι’ ἀδυνάτου δείξεως καὶ συλλογισμοὺς αὐτοὺς καλεῖ καίτοι προσδεχομένους ἔξωθέν τινα. ὅτι δὲ προσδέχονται, νῦν εἰσόμεθα. βούλομαι συλλογίσασθαι ὅτι οὐδὲν φυτὸν αἴσθησιν ἔχει. ἐπ’ εὐθείας μὲν οὖν συλλογιζόμενος οὕτω φήσαιμι ἄν· οὐδὲ ἓν φυτὸν μεταβατικὴν κινεῖται κίνησιν· πᾶν τὸ αἴσθησιν ἔχον μεταβατικὴν κίνησιν κινεῖται· οὐδὲν ἄρα φυτὸν αἴσθησιν ἔχει. οὗτος μὲν οὖν ὁ συλλογισμὸς οὐδὲν ἔξωθεν προσλαμβάνει εἰς τὸ δειχθῆναι τὸ ἀναγκαῖον. ὁ μέντοι δι’ ἀδυνάτου προσλαμβάνει. δείκνυμι δὲ δι’ ἀδυνάτου τοῦτο αὐτὸ τὸν τρόπον τοῦτον· εἰ γὰρ μή ἐστιν ἀληθὲς τὸ μηδὲν φυτὸν ἔχειν αἴσθησιν, ἀληθὲς ἄρα τὸ ἔχειν· ἐπεὶ οὖν πᾶν φυτὸν αἴσθησιν ἔχει, ὡς ἡ ὑπόθεσις, πᾶν δὲ τὸ αἴσθησιν ἔχον μεταβατικὴν κινεῖται κίνησιν, πᾶν ἄρα φυτὸν μεταβατικὴν ἔχει κίνησιν, ὅπερ ἐστὶν ἀδύνατον· τὸ δὲ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι τὸ φυτὸν αἴσθησιν ἔχειν· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ μὴ ἔχειν. ὅρα οὖν ὡς εἰς τὸ δειχθῆναι, ὅτι οὐδὲν φυτὸν αἴσθησιν ἔχει, εἴληπται ἔξωθέν τινα, λέγω δὴ τό τε τούτῳ ἀντικείμενον τὸ αἴσθησιν ἔχειν καὶ τὸ συμπέρασμα τὸ τούτῳ ἀκολουθῆσαν τὸ μεταβατικὴν κινεῖσθαι κίνησιν. ἢ καὶ οὕτως· δεῖξαι βουλόμενοι ὅτι ἡ ψυχὴ ἀθάνατος, ἐπ’ εὐθείας μὲν δείξομεν οὕτως, ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τοῦτο δὲ ἀεικίνητον, τοῦτο δὲ ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος. τῇ δὲ δι’ ἀδυνάτου οὕτως· εἰ μὴ ἀθάνατος ἡ ψυχὴ ἡ ἡμετέρα, θνητὴ ἄρα· εἰ οὖν θνητή, οὐδαμοῦ τεύξεται τοῦ κατ’ ἀξίαν· ἐνταῦθα γὰρ οὐ τυγχάνει· εἰ δὲ οὐ τυγχάνει τοῦ κατ’ ἀξίαν, ἀνήρηται πρόνοια, ὅπερ ἄτοπον. ὅρα οὖν πόσα ἔξωθεν εἴληπται, τό τε θνητὴν εἶναι τό τε μὴ τυγχάνειν τοῦ κατ’ ἀξίαν καὶ τὸ ἀνῃρῆσθαι πρόνοιαν, ἵνα τὸ αἴτιον τῆς εἰς ἄτοπον ἀπαγωγῆς ἀνέλωμεν, λέγω δὴ τὸ θνητὴν εἶναι τὴν ψυχήν· τούτου δὲ ἀναιρεθέντος λείπεται εἶναι ἀθάνατον. φημὶ οὖν πρὸς ταύτην τὴν ἀπορίαν ὅτι τὰ ἐν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ παραλαμβανόμενα ἔξωθεν οὐ συνακτικά εἰσι τοῦ συλλογισμοῦ τοῦ κατασκευάζοντος τὸ προκείμενον, ὥσπερ νῦν τὸ εἶναι τὴν ψυχὴν ἀθάνατον, ἀλλὰ τῆς ἀτόπου ὑποθέσεως ἐλεγκτικά,2 λέγω δὴ τῆς ὅτι θνητή· ἧς ἀναιρεθείσης, ἐπειδὴ μηδὲν μέσον θνητοῦ καὶ ἀθανάτου, ἀκολούθως τὸ ἀθάνατον εἰσάγεται, οὐ συναχθὲν ἐκ τῶν ληφθέντων ἀλλὰ τῇ ἀναιρέσει τοῦ ἀντικειμένου συνεπινοούμενον διὰ τὸ μηδὲν εἶναι μεταξύ. ἐπεί τοι ἐφ’ ὧν ἔστι τι μεταξύ, οἷον ὡς ἐπὶ θερμοῦ καὶ ψυχροῦ ἢ λευκοῦ καὶ μέλανος, κἂν τὸ ἕτερον ἀνέλῃ ἡ εἰς ἀδύνατον ἀπαγωγή, οὐ πάντως καὶ τὸ ἀντικείμενον εἰσάγεται· εἰ γάρ τινος ὑποθεμένου, ὅτι ὁ ἀὴρ λευκός ἐστι, τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἐλέγξει τις ὅτι οὐ λευκός ἐστιν, οὐκέτι εἰσάξει ὅτι μέλας· οὐδὲ εἴ τις ὑπόθοιτο ὅτι φύσει θερμὸς ὁ ἥλιος, εἶτά τις τῇ δι’ ἀδυνάτου δείξει ἐλέγξει ὅτι οὐ θερμός, οὐ πάντως εἰσάγεται ὅτι καὶ ψυχρός. οὕτως ἡ δι’ ἀδυνάτου δεῖξις ἐλέγχει μόνον τὴν ψευδομένην ὑπόθεσιν, οὐ μὴν καὶ τὴν ἀλήθειαν εἰσάγει, χωρὶς εἰ μὴ οὕτως ἔχει ἡ ἀντίθεσις ὥστε πάντως ἀνάγκην εἶναι τοῦ ἑτέρου ἀναιρεθέντος τὸ λοιπὸν ἀντεισάγεσθαι, ὡς ἐπὶ περιττοῦ καὶ ἀρτίου καὶ ὡς ἐπὶ τῆς ἀντιφάσεως καὶ τῶν ὁμοίων· ὡς ἔχει καὶ τὸ θνητὸν καὶ τὸ ἀθάνατον ἢ ἁπλῶς τὸ ἀεὶ εἶναι ἢ μὴ εἶναι.

“而不完全的三段论则是额外需要一个或多个事物的三段论,这些事物虽由所设定的项而言是必然的,却未曾通过前提而被设定。” 他说“一个或多个”,并不是指项(因为正如已经指出的,凡需要某种外部项的,他甚至认为不配称为三段论);相反,他使用了阳性词表述来代替阴性词,本来应当说“一个或多个[换位]”,即诸换位。他补充说“虽是必然的”,指明了从诸换位中所产生的功用,即它们将隐蔽在三段论之中的必然性显明出来。而他说“由所设定的项”,则指明了必然性并不是后天获得的,也不是来自此类三段论外部的,而是由所设定的前提而产生的。至于“未曾通过前提而被设定”,其含义是:“换位的法则并未通过前提被采纳,而是诸前提需要改变顺序,以便显明它们内部所具有的必然性。”然而有些人提出了一个疑难:亚里士多德既然不接受那些从外部引入某种事物(例如项或前提)的三段论,为何却接受那些通过不可能之证明的三段论,并且尽管它们接受了来自外部的某些事物,仍将它们称为三段论?它们确实接受了外部事物,我们现在就会知晓。假定我想推导“没有任何植物具有感觉”。如果直接进行推导,我就会这样说:“没有任何植物作位移运动;一切具有感觉的事物都作位移运动;所以没有任何植物具有感觉。”这个三段论为了显明必然性,没有从外部引入任何事物。然而通过不可能性的三段论却引入了事物。我以如下方式通过不可能性来证明这同一件事。因为如果“没有任何植物具有感觉”不是真的,那么具有感觉就是真的。因此,根据假定,既然一切植物都具有感觉,而一切具有感觉的事物都作位移运动,所以一切植物都具有位移运动,但这乃是不可能的。而这一不可能的结果是由于假定植物具有感觉而随之产生的;因此这一假定是假的,而它不具有感觉则是真的。由此可见,为了证明没有任何植物具有感觉,某些来自外部的事物是如何被采纳的:我指的是与此对立的“具有感觉”,以及伴随此假定而得出的结论“作位移运动”。或者也可以这样:若想证明灵魂是不朽的,直接证明时我们会这样表明:灵魂是自行动的,这是常行动的,这是不朽的,所以灵魂是不朽的。而通过不可能性的证明则是这样:“如果我们的灵魂不是不朽的,那么它就是必死的。因此,如果是必死的,它将在任何地方都得不到应得的报应;因为在此生它是得不到的。但如果它得不到应得的报应,天意就被废除了,这乃是荒谬的。”由此可见,为了消除导致荒谬归谬的原因,我指的是灵魂必死这一假定,有多少事物是从外部被采纳的:“是必死的”、“得不到应得的报应”以及“天意被废除”。而一旦这被废除,所剩下的就是它是不朽的。因此,针对这一疑难,我回答说:在归谬法中从外部采纳的事物,并不是去推导确立所提议论题的三段论——正如现在确立灵魂是不朽的——而是去驳斥那个荒谬的假定,我指的是它是必死的那一假定。当这一假定被废除后,由于在必死与不朽之间没有任何中介,不朽便随之被引入,这不是从所采纳的事物中推导出来的,而是由于两者之间没有任何中介,随着对立面的废除而被一同构想出来的。因为事实上,在那些存在中介的事物中,例如在热与冷、或白与黑的情况下,即使归谬法废除了其中一方,对立的一方也绝非必然会被引入。因为如果有人假定“空气是白的”,而某人通过归谬法驳斥指出“它不是白的”,他绝不会因此就引入“它是黑的”;又如有人假定“太阳在本质上是热的”,随后某人通过不可能的证明驳斥指出“它不是热的”,也绝非必然引入“它也是冷的”。这样,通过不可能性的证明仅仅驳斥了虚假的假定,却绝不会同样引入真理,除非这种对立具有这样的性质,以至于当一方被废除时,完全必然会换而引入剩下的一方,正如奇数与偶数的情况、矛盾对立及类似事物的情况那样;必死与不朽,或者单纯的“常在”与“不在”,也是如此。

语法注2 条
  1. 1.20ἀρσενικαῖς φωναῖς ἀντὶ θηλυκῶν ἐχρήσατο, ὀφείλων εἰπεῖν ‘ἢ μιᾶς ἢ πλειόνων’

    关于经文句“ἢ ἑνὸς ἢ πλειόνων”的语法辨析。尽管亚里士多德使用的是可作阳性或中性的属格形式(ἑνός),但斐洛庞奴斯认为在句法和语境上应当使用阴性形式(ἢ μιᾶς ἢ πλειόνων),因为其所指乃是阴性名词“换位”(ἀντιστροφή)。他基于上下文(亚里士多德根本不认为需要外部项的是三段论)排除了将其指代为阳性名词“项”(ὅρος)的读法。

  2. 1.20οὐ συνακτικά εἰσι τοῦ συλλογισμοῦ τοῦ κατασκευάζοντος τὸ προκείμενον... ἀλλὰ τῆς ἀτόπου ὑποθέσεως ἐλεγκτικά

    形容词 συνακτικά 与 ἐλεγκτικά 分别支配属格宾语(τοῦ συλλογισμοῦ... 与 τῆς ἀτόπου ὑποθέσεως)的构词与句法结构。该结构清楚地表达了逻辑功能上的区分:归谬法中从外部引入的假定并非直接推导(συνάγειν)所要确立的论题,而是用于驳斥(ἐλέγχειν)导致荒谬的假定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:37.3-38.29