← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§378.25-379.25

换位肯定命题与对三段论分析论题的回归

继亚里士多德指出在全称命题中换位肯定命题亦非否定命题之后,菲洛波庞根据矛盾对立必定普遍二分真伪的本质阐明此点,并解释了回到原初论题(即三段论的分析,因肯定论题与否定论题的证明及还原方式各不相同)的脉络。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.99

" Ὁμοίως δὲ καὶ τοῦ ἔστι πᾶν ζῷον λευκόν οὐ τὸ ἔστιν οὐ λευκὸν πᾶν ζῷον ἀπόφασις (ἄμφω γὰρ ψευδεῖς) ἀλλὰ τὸ οὐκ ἔστι πᾶν ζῷον λευκόν." Διὰ ταῦτα καὶ τῆς ἀκολουθίας τῶν προτάσεων ἐμνήσθη· προθέμενος γὰρ δεῖξαι, ὅτι οὐκ εἰσὶ τῶν ἁπλῶν καταφάσεων ἀποφάσεις αἱ ἐκ μεταθέσεως καταφάσεις, ἐξηνέχθη εἰς τὸν περὶ τῆς ἀκολουθίας τῶν προτάσεων λόγον· ὃν πληρώσας ἐπανῆλθεν ἐπὶ τὸ προκείμενον. ὥσπερ οὖν, φησίν, ἐπὶ τῶν ἀπροσδιορίστων τῶν ἁπλῶν καταφάσεων οὐκ εἰσὶν ἀποφάσεις αἱ ἐκ μεταθέσεως καταφάσεις, οὕτως οὐδὲ ἐπὶ τῶν προσδιωρισμένων. ὅτι οὖν οὐκ ἔστι τῆς ‘πᾶν ζῷον λευκόν’ ἀπόφασις ἡ ‘ἔστι πᾶν ζῷον οὐ λευκόν’, συντόμως δείκνυσιν. ἡ μὲν γὰρ κατάφασις, φησί, καὶ ἡ ἀπόφασις αἱ ἀντιφατικῶς ἀντικείμεναι ἐπὶ πάντων, τῶν ὄντων καὶ μὴ ὄντων, διαιροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος1 καὶ ἐπ’ οὐδενὸς οὔτε συναληθεύουσιν οὔτε συμψεύδονται· ἡ μέντοι λέγουσα ‘πᾶν ζῷον λευκόν’ καὶ ἡ ‘πᾶν ζῷον οὐ λευκόν’ συμψεύδονται· οὐκ ἄρα ἀπόφασις τῆς ‘πᾶν ζῷον λευκόν’ ἡ ‘πᾶν ζῷον οὐ λευκόν’. εἰ δὲ αὗται οὐκ ἀντιφατικῶς ἀντίκεινται οὐδέ ἐστι τῆς ἁπλῆς καταφάσεως τῆς ‘πᾶν ζῷον λευκόν’ ἀπόφασις ἡ ‘πᾶν ζῷον οὐ λευκόν’ ἐκ μεταθέσεως οὖσα κατάφασις, οὐδὲ ἐπὶ τῶν ἄλλων πασῶν τοῦτο ἔσται, κἂν ἐπί τινων ἡ μὲν ἀληθεύσῃ ἡ δὲ ψεύσηται, ὡς ἐπὶ τῆς ἀναγκαίας ὕλης πᾶν ζῷον οὐσία, πᾶν ζῷον οὐκ οὐσία·2 οὐ γὰρ ἐπὶ τινῶν μὲν δεῖ οὕτως ἔχειν τὴν ἀντίφασιν, λέγω δὴ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἐπὶ τινῶν δὲ οὔ, ἀλλ’ ἀεὶ καὶ ἐπὶ πάντων.

“同样,‘凡动物皆是白的’的否定命题,也不是‘凡动物皆是非白的’(因为两者皆假),而是‘并非凡动物皆是白的’。” 由于这些缘故,他也提到了命题的推随关系;因为他立意要证明换位肯定命题并非简单肯定命题的否定命题,于是被引向了关于命题推随关系的论述;在完成了这部分讨论之后,他又回到了眼前的主题。他说,正如在不定命题的简单肯定命题上,换位肯定命题并不是否定命题,在定限[带有量项]的命题上同样不是。因此,他简要地证明了“凡动物皆是非白的”并不是“凡动物皆是白的”的否定命题。因为他说,在矛盾意义上相对立的肯定命题与否定命题,在一切事物上(无论存在与非存在)都二分真与假,并且在任何事物上都既不会同时为真,也不会同时为假;然而陈述“凡动物皆是白的”与陈述“凡动物皆是非白的”却同时为假;所以“凡动物皆是非白的”并不是“凡动物皆是白的”的否定命题。如果这两者不是矛盾相对立的,换位肯定命题“凡动物皆是非白的”也不是简单肯定命题“凡动物皆是白的”的否定命题,那么在所有其他命题上也不会是这样[换位肯定命题不会是否定命题],即使在某些情况下其中一个为真而另一个为假,例如在必然质料上:“凡动物皆是实体”,“凡动物皆是非实体”。因为矛盾对立不应当在某些情况下是这样——我指的是二分真与假——而在另一些情况下不是,而是应当始终在一切情况下都如此。

§4.100

"Ἐπεὶ δὲ δῆλον ὅτι ἕτερον σημαίνει τὸ ἔστιν οὐ λευκόν καὶ τὸ οὐκ ἔστι λευκόν, καὶ τὸ μὲν κατάφασις τὸ δὲ ἀπόφασις, φανερὸν ὡς οὐχ ὁ αὐτὸς τρόπος τοῦ δεικνύναι ἑκάτερον.3" Ἐπανῆλθεν εἰς τὸ ἐξ ἀρχῆς προκείμενον, δι’ ὃ πάντα ταῦτα εἶπε· προὔκειτο γὰρ περὶ ἀναλύσεως τῶν συλλογισμῶν διδάξαι, καὶ διὰ τοῦτο ἐμνήσθη τῶν ἐκ μεταθέσεως καταφάσεων, ὅτι, εἴ ποτε τοιοῦτο πρόβλημα εὕρωμεν, οὐ δεῖ οἴεσθαι ἀποφατικὸν αὐτὸ εἶναι καὶ διὰ τοῦτο εἰς ἀποφατικὸν συλλογισμὸν ἀναγαγεῖν. τοῦτο μὲν οὖν ἦν τὸ προκείμενον, καὶ διὰ τοῦτο ἔδειξεν ὅτι οὐκ εἰσὶν ἀποφάσεις αἱ ἐκ μεταθέσεως καταφάσεις· μεταξὺ δὲ καὶ περὶ τῆς ἀκολουθίας αὐτῶν διέλαβε. ταῦτα οὖν πληρώσας ἐπανῆλθεν εἰς τὸ προκείμενον. ἐπεὶ οὖν ἐδείξαμεν, φησίν, ὅτι οὐ ταὐτὸν σημαίνει τὸ ‘οὐκ ἔστι λευκόν’ καὶ ‘ἔστιν οὐ λευκόν’, καὶ ὅτι τὸ μὲν ἀπόφασις τὸ δὲ κατάφασις ἐκ μεταθέσεως, δῆλον ἂν εἴη ὅτι οὐχ ἑνὶ τρόπῳ ἑκάτερον τῶν προβλημάτων δειχθήσεται, ἀλλὰ τὸ μὲν ‘οὐκ ἔστι λευκόν’ ἀπόφασις ὂν δι’ ἀποφατικοῦ συλλογισμοῦ συμπερανθήσεται, τὸ δὲ ‘ἔστιν οὐ λευκόν’ κατάφασις ὂν διὰ καταφατικοῦ. ὥστε καὶ αἱ ἀναλύσεις τοιαῦται.

“既然显而易见,‘是非白的’与‘不是白的’表达不同的意思,且一者是肯定命题,另一者是否定命题,那么显然证明这两者各自的方法也不是同一的。” 他回到了从一开始就提出的主题,这也是他说这一切的原由;因为原本的意图是讲授关于三段论的分析[还原],正因如此他才提到了换位肯定命题,即:如果我们何时遇到了这样的论题,不应当认为它是否定性的,并不应当因此而将其还原为一个否定三段论。那么,这就是眼前的主题,正因如此他证明了换位肯定命题并不是否定命题;在这期间他还论述了它们的推随关系。在完成了这些内容之后,他回到了眼前的主题。他说,因此,既然我们已经证明了“不是白的”与“是非白的”并非表达相同的意思,并且一者是否定命题,另一者是换位肯定命题,那么显然,这两个论题中的每一个都不会以同一种方式得到证明,而是:“不是白的”作为否定命题将通过否定三段论得出结论,而“是非白的”作为肯定命题将通过肯定三段论得出结论。因此,它们的分析[还原]也是如此这般的。

语法注3 条
  1. 4.99διαιροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος

    动词 διαιροῦσι 意为“分割”或“二分”。若肯定命题与否定命题构成真正的矛盾对立(ἀντίφασις),则二者在任何情况下都必定一真一假,排除中间状态,从而严格二分真伪。

  2. 4.99πᾶν ζῷον οὐκ οὐσία

    此处的 οὐκ οὐσία 是否定词 οὐκ 直接附属于名词 οὐσία 所构成的否定名辞(非实体),整个命题为换位肯定命题“凡动物皆是非实体”。菲洛波诺斯举此例是为了说明:在必然质料中,简单肯定命题(“凡动物皆是实体”)为真,而该换位肯定命题为假,表面上看似一真一假,但实非真正的矛盾对立。

  3. 4.100τοῦ δεικνύναι ἑκάτερον

    带冠词的不定词 τοῦ δεικνύναι 作修饰名辞 ὁ αὐτὸς τρόπος 的属格,说明其具体内容(即“证明这两者各自的方法”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:378.25-379.25