← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§377.5-378.24

缺失命题的推随关系与矛盾对立

注疏亚里士多德《前分析篇》第一卷第46章(52a15–18),通过图式阐明含有缺失术语命题的排列与推随关系,并借助谓项仅属于部分个体的偶然质料证明,全称肯定命题真正的矛盾否定是简单否定而非换位肯定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.97

" Ὁμοίως δ’ ἔχουσι καὶ αἱ στερήσεις πρὸς τὰς κατηγορίας ταύτῃ τῇ θέσει. ἴσον ἐφ’ οὗ τὸ Α, οὐκ ἴσον ἐφ’ οὗ τὸ Β, ἄνισον ἐφ’ οὗ τὸ Γ, οὐκ ἄνισον ἐφ’ οὗ τὸ Δ." Ὡς ἔχουσι, φησίν, ἀκολουθίας1 ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου αἱ ἐκ μεταθέσεως πρὸς τὰς ἁπλᾶς, οὕτως ἔχουσι καὶ αἱ στερητικαὶ πρὸς τὰς ἁπλᾶς· ταύτας γὰρ δηλοῖ διὰ τοῦ εἰπεῖν πρὸς τὰς κατηγορίας. δῆλον δὲ ἐκ τοῦ διαγράμματος. Α ἔστιν ἴσον. Β οὐκ ἔστιν ἴσον. Δ οὐκ ἔστιν ἄνισον. Γ ἔστιν ἄνισον. ὅπερ γὰρ ἂν ᾖ ἴσον, τοῦτο οὐκ ἔστιν ἄνισον· οὐ μὴν ὅπερ οὐκ ἔστιν ἄνισον, ἤδη τοῦτο ἴσον ἐστίν· ἀληθὲς γὰρ ἐπὶ τοῦ μὴ ποσοῦ ἢ τοῦ μὴ ὄντος ὅλως τὸ εἰπεῖν ‘οὐκ ἔστιν ἄνισον’, οἷον ὅτι ἡ ψυχὴ οὐκ ἔστιν ἄνισον ἢ τὸ χρῶμα, οὐ μὴν ὅτι καὶ ἴσον ἐστίν· ὃ γὰρ μηδὲ ποσόν ἐστι, τοῦτο οὔτε ἴσον ἔσται οὔτε [οὐκ] ἄνισον.2 πάλιν εἴ τι μέν ἐστιν ἄνισον, τοῦτο οὐκ ἔστιν ἴσον· εἴ τι δὲ οὐκ ἴσον, οὐ πάντως καὶ ἄνισον, διότι ἴσον μὲν ἢ οὐκ ἴσον πᾶν, ἴσον δὲ ἢ ἄνισον οὐ πᾶν· ὃ γὰρ μή ἐστι ποσόν, οὔτε ἴσον ἐστὶν οὔτε ἄνισον. καὶ αἱ μὲν καταφάσεις οὐδέποτε συναληθεύουσιν, ἔστιν ἴσον, ἔστιν ἄνισον· τὰς δὲ ἀποφάσεις ἐνδέχεται ἐπὶ τοῦ μὴ ὄντος ὅλως ἢ τοῦ μὴ ποσοῦ· τὸ γὰρ μὴ ὂν ἢ τὸ χρῶμα ἀληθὲς εἰπεῖν καὶ ὅτι οὐκ ἔστιν ἴσον καὶ ὅτι οὐκ ἔστιν ἄνισον. μέσον δὲ τέταχε τῶν τε ἁπλῶν καὶ τῶν ἐκ μεταθέσεως τὰς στερητικάς, ὡς ὑποτέτακται.

“在这个配置中,缺失命题对于肯定陈述也具有类似的关系:设A所代表的是等于,B所代表的是不等于,Γ所代表的是不相等,Δ所代表的是并非不相等。” 他说,正如在第三项附加谓述的命题中,换位命题在推随关系上对于简单命题具有怎样的关系,缺失命题对于简单命题也具有同样的关系;因为他通过说“对于肯定陈述”来指明这些[简单命题]。这一点从图式中也是显而易见的:A是“是等于”;B是“不是等于”;Δ是“不是不相等”;Γ是“是不相等”。因为凡是等于的事物,都不是不相等;但绝不是凡不是不相等的事物,就已经等于了;因为关于非量或根本非存在陈述“不是不相等”是真实的,例如说灵魂不是不相等,或者颜色不是不相等,但绝不能说它也是等于的;因为连量都不是的事物,既不会是等于的,也不会是不相等的。再者,如果某物是不相等的,那么它不是等于的;但如果某物不是等于的,并不必然也是不相等的,因为一切事物要么是等于要么不是等于,但并非一切事物要么是等于要么是不相等;因为不是量的事物,既不是等于也不是不相等。并且,肯定命题之间,即“是等于”与“是不相等”,决不可能同时为真,但否定命题之间在根本非存在或非量的事物上却可以同时为真;因为关于非存在或颜色,说它不是等于和说它不是不相等都是真实的。正如在下方所排列的那样,他把缺失命题置于简单命题与换位命题之间。

§4.98

"Καὶ ἐπὶ πολλῶν δέ, ὧν τοῖς μὲν ὑπάρχει τοῖς δὲ οὐχ ὑπάρχει τὸ αὐτό, ἡ μὲν ἀπόφασις ὁμοίως ἀληθεύει, ὅτι οὐκ ἔστι λευκὰ πάντα ἢ ὅτι οὐκ ἔστι λευκὸν ἕκαστον· ὅτι δέ ἐστιν οὐ λευκὸν ἕκαστον ἢ ὅτι πάντα ἐστὶν οὐ λευκά, ψεῦδος." Πρὸς τὸ ἐξ ἀρχῆς ἀνέδραμε, λέγω δὴ ὅτι3 τῆς ἁπλῆς καταφάσεως οὐκ ἔστιν ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις ἀλλ’ ἡ ἁπλῆ ἀπόφασις. τοῦτο δέ, φησί, μάλιστα δῆλον ἔσται ἐπὶ τῶν τοιούτων ὑλῶν αἵτινες τισὶ μὲν τοῖς αὐτοῖς ὑπάρχουσι, τισὶ δὲ οὐχ ὑπάρχουσιν· οἷον τὸ λευκὸν τισὶ μὲν ἀνθρώποις ὑπάρχει, τισὶ δὲ οὐχ ὑπάρχει. ἐπὶ τῶν τοιούτων οὖν τῆς καταφάσεως ψευδοῦς οὔσης, οἷον ὅτι πᾶς ἄνθρωπος λευκός, ἀνάγκη δήπου τὴν ἀπόφασιν ἀληθῆ εἶναι· τῆς γὰρ ἀντιφάσεως θάτερον μὲν μόριον ἀνάγκη ἀληθὲς εἶναι θάτερον δὲ ψευδές. ὅτι οὖν τῆς πᾶς ἄνθρωπος λευκός’ ἀπόφασίς ἐστιν ἡ ‘οὐ πᾶς ἄνθρωπος λευκός’, δῆλον ἐξ ὧν ἐκείνης ψευδομένης αὕτη ἀληθεύει, ἡ μέντοι ‘πᾶς ἄνθρωπος οὐ λευκός ἐστιν’ ἐκ μεταθέσεως οὖσα κατάφασις ψευδής ἐστιν. οὐκ ἄρα ἀπόφασίς ἐστι τῆς ‘ἔστι πᾶς ἄνθρωπος λευκός’ ἡ ‘ἔστι πᾶς ἄνθρωπος οὐ λευκός’ (ἄμφω γὰρ ψευδεῖς) ἀλλ’ ἡ ‘οὐκ ἔστι πᾶς ἄνθρωπος λευκός’. καὶ ἐπὶ πάντων τῶν τοιούτων ὡσαύτως. σαφῶς ἄρα διὰ τῆς τοιαύτης ὕλης ἐλήλεκται ὅτι τῆς ἁπλῆς καταφάσεως οὐκ ἔστιν ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις (ἄμφω γὰρ ἐξ ἀνάγκης ψευδεῖς εἰσιν) ἀλλ’ ἡ ἁπλῆ ἀπόφασις. τὸ δὲ ἡ μὲν ἀπόφασις ὁμοίως ἀληθεύει τοῦτ’ ἔστιν4 ‘ἐπὶ πάσης τῆς τοιαύτης ὕλης ὁμοίως ἡ ἀπόφασις ἀληθής ἐστι τῆς καταφάσεως ψευδοῦς οὔσης’. ταὐτὸν δὲ σημαίνει τὸ οὐκ ἔστι λευκὰ πάντα καὶ τὸ οὐκ ἔστι λευκὸν ἕκαστον· ὡς ἐξηγητικὸν γὰρ τοῦ προτέρου τὸ δεύτερον ἐπήγαγεν.

“并且在许多事物上,同一事物属于其中一些而不属于另一些,否定命题同样为真,即‘并非一切都是白的’或‘并非每一个都是白的’;但‘每一个都是非白的’或‘一切都是非白的’则是假的。” 他回到了最初的问题,我指的是:简单肯定命题的否定命题并不是换位肯定命题,而是简单否定命题。他说,这一点在这样一些质料上将最为明显,这些质料属于同类事物中的某些,而不属于另一些;例如白属于某些人,而不属于另一些人。那么,在这些质料上,当肯定命题为假时(例如“所有人都是白的”),否定命题显然必然为真;因为矛盾对立的两个部分必然是一真一假。因此,“所有人都是白的”的否定命题是“并非所有人都是白的”,这从前者为假时后者为真即可明了,然而“所有人都是非白的”作为换位肯定命题则是假的。所以,“所有人都是白的”的否定命题并不是“所有人都是非白的”(因为两者皆假),而是“并非所有人都是白的”。在所有这类情况下亦是如此。因此,显然通过这类质料已经证明:简单肯定命题的否定命题并不是换位肯定命题(因为两者必然皆假),而是简单否定命题。而“否定命题同样为真”的意思是:“在所有这类质料上,当肯定命题为假时,否定命题同样为真”。并且,“并非一切都是白的”与“并非每一个都是白的”表达相同的意思;因为他加上后者是作为对前者的解释。

语法注4 条
  1. 4.97Ὡς ἔχουσι, φησίν, ἀκολουθίας

    ἀκολουθίας 是与动词 ἔχουσι 搭配的关系属格(或状态属格),意为“在推随关系上处于……的状态”。这是 ἔχω 搭配属格表示状态或方面的典型用法。

  2. 4.97οὔτε ἴσον ἔσται οὔτε [οὐκ] ἄνισον

    校订本中置于方括号内的 [οὐκ] 是多余的否定词,应当删去。上下文要求并列结构:“连量都不是的事物,既不会是等于的,也不会是不相等的(οὔτε ἴσον ἔσται οὔτε ἄνισον)”,与下文紧随出现的 οὔτε ἴσον ἐστὶν οὔτε ἄνισον 结构完全吻合。

  3. 4.98Πρὸς τὸ ἐξ ἀρχῆς ἀνέδραμε, λέγω δὴ ὅτι

    ἀνέδραμε(主语隐涵亚里士多德)意为“回溯、返回”,支配介词短语 πρὸς τὸ ἐξ ἀρχῆς(回到最初的论点)。随后的 λέγω δὴ ὅτι... 引导同位解释性从句,说明该论点的具体内容。

  4. 4.98τὸ δὲ ἡ μὲν ἀπόφασις ὁμοίως ἀληθεύει τοῦτ’ ἔστιν

    中性单数定冠词 τό 将引自原经文的分句(ἡ μὲν ἀπόφασις ὁμοίως ἀληθεύει)整体名词化作为主语,随后由 τοῦτ’ ἔστιν(“这就是说……”)引出释义性谓语部分,这是古希腊注疏中的定型句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:377.5-378.24