← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§375.31-377.4

模态命题与第三附加项命题中否定至肯定的换位

斐洛庞诺斯探讨了在必然与不可能模态命题中否定命题到肯定命题的换位是否成立,对比了第三项附加谓述命题中主词限定与非存在适用的差异,并总结了偶然模态下肯定命题间的互推关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.96#3

ἐπισκεπτέον δὲ μή ποτε οὐκ ἐνδέχεται1 ἐπὶ τούτων οὐδὲ τὰς ἀποφάσεις συναληθεύειν. ὅσα δ’ εἴρηται ἐπὶ τῆς ἀναγκαίας ὕλης, ταῦτα καὶ ἐπὶ τῆς ἀδυνάτου λεχθήσεται· ὃ γὰρ ἀδύνατον ἵπτασθαι, τοῦτο οὐκ ἀδύνατον μὴ ἵπτασθαι, καὶ ὃ ἀδύνατον μὴ ἵπτασθαι, τοῦτο οὐκ ἀδύνατον ἵπτασθαι. καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. δόξουσι δὲ αἱ προκείμεναι προτάσεις διαφέρειν τῶν ἐκ τρίτου προσκατηγορουμένου καὶ ταύτῃ, ὅτι ἐπὶ μὲν ἐκείνων ταῖς ἀποφάσεσιν οὐχ εἵποντο αἱ καταφάσεις· οὐ γὰρ ἀντέστρεφεν ἡ ἀκολούθησις· ἐπὶ δὲ τῶν μετὰ τρόπου ἀντιστρέφει· οὐ μόνον γὰρ ὃ ἀνάγκη ἀναπνεῖν, τοῦτο οὐκ ἀνάγκη μὴ ἀναπνεῖν, ἀλλὰ καὶ ὃ οὐκ ἀνάγκη μὴ ἀναπνεῖν, οἷον τὸν κύνα,2 τοῦτο ἀνάγκη ἀναπνεῖν· καὶ πάλιν ὃ οὐκ ἀνάγκη ἀναπνεῖν, τοῦτο ἀνάγκη μὴ ἀναπνεῖν. φημὶ δὲ ὅτι καὶ ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου, εἰ μὴ ὁρισθείη τί ἐστιν ὃ λέγεται λευκὸν εἶναι ἢ βαδίζειν ἢ τοιοῦτόν τι, καὶ ἐπὶ ἐκείνων ἡ ἀντιστροφὴ σωθήσεται. ἐπὶ μὲν γὰρ τοῦ ἔστι ξύλον λευκόν’ καὶ οὐκ ἔστι ξύλον λευκόν’ καὶ τῶν λοιπῶν, ἐπειδὴ ὥρισται τί ἐστιν ὃ λέγεται εἶναι λευκὸν ἢ μὴ λευκόν, διὰ τοῦτο οὐκ ἔστι τῇ ἀντιστροφῇ χρήσασθαι. ἐπεὶ ἐὰν ἀφέλῃς τὸ ξύλον, εὑρήσεις κἀνταῦθα ἀντιστρέφοντα· οὐ μόνον γὰρ ὅπερ ἐστὶ λευκόν, τοῦτο οὐκ ἔστιν οὐ λευκόν, ἀλλὰ καὶ ὃ οὐκ ἔστιν οὐ λευκόν, οἷον τὸ ψιμύθιον, τοῦτο ἀνάγκη λευκὸν εἶναι. οὐ γὰρ ἔτι αἱ οὕτω λεγόμεναι ἀποφάσεις αἱ ἐκ μεταθέσεως, λέγω δὴ αἱ μὴ ὁρίζουσαι τί ἐστι τὸ ὑποκείμενον ᾧ ὑπάρχει τὸ κατηγορούμενον, δύνανται ἢ ἐπὶ τοῦ μὴ ὄντος λέγεσθαι ἢ ὅλως ἐπὶ τῶν μὴ δεκτικῶν τοῦ κατηγορουμένου· οὐ γάρ ἐστιν ἀληθὲς εἰπεῖν ὅτι ἡ ψυχὴ ἢ τὸ μὴ ὂν οὐκ ἔστιν οὐ λευκόν· τὸ γὰρ οὐ λευκὸν ἓν μὲν ἀναιρεῖ, τὸ λευκόν, πάντα δὲ εἰσάγει τὰ παρὰ τὰ λευκά, καὶ ὄντα καὶ μὴ ὄντα. ὡς ἐπὶ μόνων ἄρα τῶν δεκτικῶν χρωμάτων ἀληθεύει ἡ ἀπόφασις, οἷον τὸ ψιμύθιον οὐκ ἔστιν οὐ λευκόν· ἐπὶ τούτων δὲ ἀληθεύσει καὶ ἡ ἁπλῆ κατάφασις ἡ λέγουσα ‘ἔστι λευκόν’. ὁμοίως ἐφ’ ὧν ἀληθεύσει ἡ λέγουσα ὅτι οὐκ ἔστιν λευκόν, ἐπὶ τούτων ἀληθεύσει καὶ ἡ λέγουσα ‘ἔστιν οὐ λευκόν’, οἷον ἡ ψυχή· ἀληθὲς γὰρ εἰπεῖν καὶ ὅτι οὐκ ἔστι λευκὸν καὶ ὅτι ἔστιν οὐ λευκόν. πλὴν ἐνταῦθα ἐπὶ τοῦ μὴ ὄντος οὐκ ἀντιστρέψει· ἀληθὲς μὲν γὰρ εἰπεῖν ὅτι οὐκ ἔστι λευκόν, οὐ μὴν ὅτι ἔστιν οὐ λευκόν· ὃ γὰρ μὴ ἔστιν ὅλως, πῶς ἂν εἴη οὐ λευκόν; Ἐπὶ δὲ τῆς ἐνδεχομένης ὕλης μόναι αἱ καταφάσεις ἕπονται ἀλλήλαις, δύναται βαδίζειν, δύναται μὴ βαδίζειν, οὐδεμία δὲ ἑτέρα συμπλοκή· οὔτε γὰρ αἱ ἀποφάσεις, ἡ ‘οὐ δύναται βαδίζειν’ τῇ ‘οὐ δύναται μὴ βαδίζειν’, οὔτε αἱ ἀποφάσεις μετὰ τῶν καταφάσεων, λέγω δὴ ἡ ‘δύναται βαδίζειν’ τῇ ‘οὐ δύναται μὴ βαδίζειν’ ἢ πάλιν ἡ ‘δύναται μὴ βαδίζειν’ τῇ ‘οὐ δύναται βαδίζειν’. ἐπεὶ γὰρ συναληθεύουσιν αἱ καταφάσεις, ἀδύνατον δὲ ἐπὶ τοῦ αὐτοῦ τὴν ἀντίφασιν ἀληθεύειν, δῆλον ὡς οὐκ ἐνδέχεται οὔτε τῇ ἁπλῇ καταφάσει τὴν ἐκ μεταθέσεως ἀπόφασιν συναληθεύειν οὔτε τῇ ἐκ μεταθέσεως καταφάσει τὴν ἁπλῆν ἀπόφασιν. ταῦτα μὲν ἐπὶ τοσοῦτον. ἐπανιτέον δὲ ἐπὶ τὸ ἐξ ἀρχῆς.

然而应当考察,在这些命题上是否甚至否定命题也不能同时为真。凡就必然质料所说的一切,就不可能质料也同样会说到;因为凡不可能飞行的事物,并非不可能不飞行,而凡不可能不飞行的事物,并非不可能飞行。其余的情况亦是如此。此外,摆在面前的这些命题似乎在这一点上也有别于第三项附加谓述的命题:在那些命题中,肯定命题并不随否定命题而来——因为推随关系并不换位——而在带有模态的命题中它却换位;因为不仅凡必然呼吸的事物并非必然不呼吸,而且凡并非必然不呼吸的事物(例如狗),它也必然呼吸;反之,凡并非必然呼吸的事物,它也必然不呼吸。但我认为,即便在第三项附加谓述的命题上,只要不限定那被说成是白或行走或诸如此类属性的事物是什么,在它们上面换位也同样会得以保持。因为在“是白木”与“不是白木”以及其余命题上,正是因为限定了那被说成是白或不白的事物是什么,由于这个缘故才不能使用换位。因为如果去掉了“木”,你就会发现此处也是换位的;因为不仅凡是白的事物不是非白,而且凡不是非白的事物(例如铅白),它也必然是白的。因为这种样式的换位否定命题——我指的是那些不限定谓项所属的主词是什么的否定命题——便不再能够关于非存在陈述,也不能关于根本不接受该谓项的事物陈述了;因为说灵魂或非存在不是非白,并不是真的;因为“非白”虽然排除了一样东西(即白),却引入了除白以外的一切事物,包括存在者与非存在者。因此,该否定命题仅在能够接受颜色的事物上为真,例如“铅白不是非白”;而在这些事物上,陈述“是白”的简单肯定命题也将为真。同样,凡陈述“不是白”为真的事物,在它们上面陈述“是非白”的命题也将为真,例如灵魂;因为说它不是白以及说它是非白,都是真的。只是在此处就非存在而言并不会换位;因为说它不是白固然是真的,但说它是非白却决非真的;因为对于根本不存在的事物,它又怎能是非白的呢?而在偶然质料上,只有肯定命题彼此相随,“能够行走”与“能够不行走”,此外没有任何其他的结合;因为无论是否定命题之间(“不能够行走”与“不能够不行走”),还是否定命题与肯定命题相伴(我指的是“能够行走”与“不能够不行走”,或者反过来“能够不行走”与“不能够行走”),都不相随。因为既然肯定命题同时为真,而矛盾对立在同一事物上为真是绝不可能的,那么显然,简单肯定命题与换位否定命题同时为真,或者换位肯定命题与简单否定命题同时为真,都是不可能的。关于这些就谈这么多。我们必须回到最初的问题上。

语法注2 条
  1. 4.96ἐπισκεπτέον δὲ μή ποτε οὐκ ἐνδέχεται

    连词 μή ποτε 后接直陈式现在时(οὐκ ἐνδέχεται)而非虚拟式,在此不表示单纯的恐惧从句,而是引出一种审慎的断言或推测性提问(“是否……并非不可能/甚至不能……”)。

  2. 4.96οἷον τὸν κύνα

    此处虽然是作为主格关系代词 ὃ(ὃ οὐκ ἀνάγκη μὴ ἀναπνεῖν)的同位例示,却使用了宾格(τὸν κύνα)。这是由于将该词视为不定式 ἀναπνεῖν 的逻辑主语,或者受 ἀνάγκη [εἶναι] 所支配的宾格不定式句式而产生的句法引力(attraction)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:375.31-377.4