← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§374.15-375.31

命题推论规则与可能模态命题的例外

斐洛波诺斯阐明,否定随肯定而来、肯定不可同真而否定可以同真的规则并不适用于可能模态命题,而是适用于第三项附加谓述的命题以及必然和不可能模态命题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.96#2

ἄλλως τε καὶ ἡ ἀκολούθησις τῶν προτάσεων ἡ καὶ ἐνταῦθα καὶ ἐν τῷ Περὶ ἑρμηνείας παραδιδομένη, λέγω δὴ ὅτι ἐπὶ τῶν δύο ἀντιφάσεων, τῆς τε ἁπλῆς καὶ τῆς ἐκ μεταθέσεως, ταῖς μὲν καταφάσεσιν αἱ ἀποφάσεις ἕπονται, οὐκέτι δὲ ταῖς ἀποφάσεσιν αἱ καταφάσεις, καὶ τὸ τὰς μὲν καταφάσεις μηδέποτε ἐπὶ τοῦ αὐτοῦ συναληθεύειν, τὰς δὲ ἀποφάσεις ἐνδέχεσθαι συναληθεύειν ἐπὶ τοῦ αὐτοῦ, οὐκ ἐπὶ πασῶν τῶν προτάσεων λέγεται·1 οὐ γὰρ δὴ καὶ ἐπὶ τῶν μετὰ τρόπου· ἐπὶ τούτων γὰρ οὐκέτι ἀληθὴς ἡ τοιαύτη ἀκολούθησις. ἐπὶ γὰρ τῶν μετὰ τρόπου ἐπὶ μὲν τοῦ δυνατοῦ ἢ ἐνδεχομένου ἀνάγκη συναληθεύειν τὰς καταφάσεις, ὡς ἤδη εἴπομεν, τὸ δύνασθαι βαδίζειν τῷ δύνασθαι μὴ βαδίζειν· οὐδέποτε δὲ ταῖς καταφάσεσιν ἀκολουθοῦσιν αἱ ἀποφάσεις, οἷον τῇ ‘δύναται βαδίζειν’ ἡ ‘οὐ δύναται μὴ βαδίζειν’ ἢ τῇ ‘δύναται μὴ βαδίζειν’ ἡ ‘οὐ δύναται βαδίζειν’· ἀσυνύπαρκτα γὰρ ταῦτα ἐπὶ τοῦ αὐτοῦ. ἀλλ’ οὐδὲ αἱ ἀποφάσεις συναληθεύουσί ποτε, ἡ ‘οὐ δύναται βαδίζειν’ καὶ ἡ ‘οὐ δύναται μὴ βαδίζειν’, ἀλλὰ κἀνταῦθα κἀκεῖσε ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου2 ἡ τοιαύτη λέγεται ἀκολούθησις. οὕτω γοῦν καὶ ἐν ἐκείνοις ἔλεγεν “ὅταν δὲ τὸ ἔστι τρίτον προσκατηγορῆται, ἤδη διχῶς λέγονται αἱ ἀντιθέσεις’’. ὥστε εἰ ἐκεῖ μὲν σαφῶς περὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου εἶπε ταύτην τὴν ἀκολούθησιν, ἀναπέμπει δὲ ἡμᾶς ἐν ἐκείνοις εἰς τὰ ἐνταῦθα λεγόμενα ἐν οἷς φησι “ταῦτα μὲν οὖν ὥσπερ ἐν τοῖς Ἀναλυτικοῖς λέγεται, οὕτω τέτακται’’, δῆλον ὅτι κἀνταῦθα περὶ τῶν αὐτῶν διδάσκει, ὡς δηλοῖ καὶ τὰ παραδείγματα· προτάσεις γὰρ ἔθηκεν ἐκ τρίτου προσκατηγορουμένου. Ἰστέον δὲ ὅτι καὶ ἐπὶ τῶν μετὰ τρόπου προτάσεων χωρὶς τῆς ἐνδεχομένης ὕλης, λέγω δὲ ἐπὶ τῆς ἀναγκαίας καὶ τῆς ἀδυνάτου, ἡ αὐτὴ σώζεται ἀκολουθία. ἐπισκεπτέον δὲ ἐκ τοῦ διαγράμματος. ἀνάγκη ζῷον εἶναι. οὐκ ἀνάγκη ζῷον εἶναι. οὐκ ἀνάγκη μὴ ζῷον εἶναι. ἀνάγκη μὴ ζῷον εἶναι. ἀδύνατον λίθον εἶναι. οὐκ ἀδύνατον λίθον εἶναι. οὐκ ἀδύνατον οὐ λίθον εἶναι. ἀδύνατον οὐ λίθον εἶναι. σκόπει οὖν καὶ ἐπὶ τούτων ὅτι ταῖς μὲν καταφάσεσιν αἱ ἀποφάσεις ἕπονται· ὃ γὰρ ἀνάγκη3 ζῷον εἶναι, τοῦτο οὐκ ἀνάγκη μὴ ζῷον εἶναι, καὶ πάλιν ὃ ἀνάγκη μὴ ζῷον εἶναι, τοῦτο οὐκ ἀνάγκη ζῷον εἶναι. καὶ αἱ μὲν καταφάσεις οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ συναληθεύουσι, λέγω δὴ ἡ ‘ἀνάγκη ζῷον εἶναι’ καὶ ἡ ‘ἀνάγκη μὴ ζῷον εἶναι’. τὰς δὲ ἀποφάσεις ἐνδέχεται συναληθεύειν· τὸ γὰρ μὴ ὂν ἀληθὲς εἰπεῖν ὅτι τε οὐκ ἀνάγκη ζῷον εἶναι καὶ ὅτι οὐκ ἀνάγκη μὴ ζῷον εἶναι· ὃ γὰρ οὐκ ἔστιν ὅλως, ἀληθὲς εἰπεῖν ὅτι οὐκ ἀνάγκη μὴ ζῷον εἶναι· ὃ γὰρ ἀνάγκη μὴ ζῷον εἶναι, τοῦτο καὶ εἶναι ἀνάγκη· εἰ οὖν ἡ κατάφασις ψευδὴς ἐπὶ τοῦ μὴ ὄντος, ἀληθὴς δήπου ἡ ἀπόφασις. ἀλλὰ δὴ κἂν ἄνευ τοῦ ἔστιν ἢ εἶναι ῥήματος ἐκθώμεθα τὴν ἀναγκαίαν ὕλην, τὸ αὐτὸ ἀπαραλλάκτως ἀκολουθεῖ. οἷον ἀνάγκη ἀναπνεῖν· οὐκ ἀνάγκη ἀναπνεῖν· ἀνάγκη μὴ ἀναπνεῖν· οὐκ ἀνάγκη μὴ ἀναπνεῖν· ὃ γὰρ ἀνάγκη ἀναπνεῖν, τοῦτο οὐκ ἀνάγκη μὴ ἀναπνεῖν, καὶ ὃ ἀνάγκη μὴ ἀναπνεῖν, τοῦτο οὐκ ἀνάγκη ἀναπνεῖν. καὶ αἱ μὲν καταφάσεις οὐδέποτε συναληθεύουσιν, ἡ ‘ἀνάγκη ἀναπνεῖν’ καὶ ἡ ‘ἀνάγκη μὴ ἀναπνεῖν’· τὰς δὲ ἀποφάσεις ἐνδέχεται· τὸ γὰρ μὴ ὂν ὅλως ἀληθὲς εἰπεῖν καὶ ὅτι οὐκ ἀνάγκη ἀναπνεῖν καὶ ὅτι οὐκ ἀνάγκη μὴ ἀναπνεῖν, τουτέστιν οὐκ ἀνάγκη τῶν μὴ ἀναπνεόντων εἶναι.

况且,在此处和《解释篇》中所传授的命题推随关系——我指的是在简单命题与换位命题这两组矛盾对立中,否定命题随肯定命题而来,而肯定命题不再随否定命题而来,以及肯定命题决不能关于同一事物同时为真,而否定命题却可以关于同一事物同时为真——并不是针对一切命题而言的;因为这绝非针对带有模态的命题而言;在模态命题上,这种推随关系便不再为真了。因为在模态命题中,在可能或偶然的模态上,正如我们已经说过的,肯定命题必然同时为真,即能够行走与能够不行走同时为真;但否定命题决不随肯定命题而来,例如“不能够不行走”随“能够行走”而来,或者“不能够行走”随“能够不行走”而来;因为这些在同一事物上是不能共存的。然而否定命题也决不会同时为真,即“不能够行走”与“不能够不行走”;相反,在此处和在彼处,这种推随关系都是就第三项附加谓述的命题而言的。无论如何,在那些文字中他也曾这样说:“当‘是’作为第三个成分附加谓述时,对立便已有两种说法了”。因此,如果在彼处他明确地关于第三项附加谓述的命题陈述了这种推随关系,并且在彼处他通过说“因此这些命题,正如在分析篇中所说的那样,是如此排列的”而将我们引向此处所论述的内容,那么显然他在此处所讲授的也是相同的内容,这一点从实例中也表明了;因为他所设立的就是第三项附加谓述的命题。 然而应当知道,即便在带有模态的命题上,除去偶然质料,我指的是在必然与不可能的质料上,同样的推随序列也是得以保持的。这必须根据图表来考察: 必然是动物。并非必然是动物。 并非必然是非动物。必然是非动物。 不可能是石头。并非不可能是石头。 并非不可能不是石头。不可能不是石头。 因此,在这些命题上也要注意,否定命题随肯定命题而来;因为凡必然是动物的事物,并非必然是非动物;反之,凡必然是非动物的事物,并非必然是动物。而且肯定命题决不能关于同一事物同时为真,我指的是“必然是动物”与“必然是非动物”。但否定命题却可以同时为真;因为对于非存在而言,说它并非必然是动物,以及说它并非必然是非动物,都是真实的;因为对于根本不存在的事物,说它并非必然是非动物是真实的;因为凡必然是非动物的事物,它也必然存在;因此,如果肯定命题关于非存在是假的,那么否定命题自然是真的。 再者,即使我们在没有动词“是”或“存在”的情况下陈述必然质料,完全相同的结果也会随之而来。例如:必然呼吸;并非必然呼吸;必然不呼吸;并非必然不呼吸。因为凡必然呼吸的事物,并非必然不呼吸;凡必然不呼吸的事物,并非必然呼吸。并且肯定命题决不能同时为真,即“必然呼吸”与“必然不呼吸”;但否定命题却可以同时为真;因为对于根本不存在的事物,说它并非必然呼吸,以及说它并非必然不呼吸(即并非必然属于不呼吸者之列),都是真实的。

语法注3 条
  1. 4.96ἄλλως τε καὶ ἡ ἀκολούθησις τῶν προτάσεων ... οὐκ ἐπὶ πασῶν τῶν προτάσεων λέγεται

    主句的基本骨架为“ἡ ἀκολούθησις ... καὶ τὸ ... συναληθεύειν(由名词短语与冠词附带不定式短语构成的复合主语)+ οὐκ ἐπὶ πασῶν τῶν προτάσεων λέγεται(谓语部分)”。在主语与主句动词 λέγεται 之间,插入了由 λέγω δὴ ὅτι ... 引导的同位解释性从句以及由连词 καί 连接的第二主语成分。

  2. 4.96ἐκ τρίτου προσκατηγορουμένου

    带有实质化被动分词 προσκατηγορουμένου 的属格短语,作为专门术语表示在主词与谓词名词之外系词“是”(ἔστι)作为“第三项附加谓述”的命题类型(即 tertium adiacens)。

  3. 4.96ὃ γὰρ ἀνάγκη μὴ ζῷον εἶναι, τοῦτο καὶ εἶναι ἀνάγκη

    关系代词 ὃ 为不定式 εἶναι 的宾格主语,主句中以指示代词 τοῦτο 为其先行词(“凡必然是非动物的事物”)。在主句 καὶ εἶναι ἀνάγκη 中,καί 起副词性修饰作用(“存在也是必然的”),强调非动物的必然性同时蕴涵了其存在性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:374.15-375.31