- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:372.12-374.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯解释了简单命题与换位命题图表中承推关系的其余要点,探讨了对角线命题中肯定命题互不相容与否定命题可以共存的特性,并解答了关于与《解释篇》及前文论述保持一致的疑难。
" Τῷ δὲ Β τὸ Γ οὐκ ἀεί· ὃ γὰρ ὅλως μὴ ξύλον, οὐδὲ ξύλον ἔσται οὐ λευκόν." Εἴπομεν γὰρ ὅτι ἡ ἀπόφασις καὶ ἐπὶ τὰ μὴ ὄντα χωρεῖ· τὸ γὰρ ‘οὐκ ἔστι ξύλον λευκόν’ φέρεται καὶ ἐπὶ ψυχῆς καὶ ἐπὶ τοῦ μὴ ὄντος· εἰ οὖν οὐκ ἔστι ξύλον ἡ ψυχὴ ἢ τὸ μὴ ὄν, οὐδὲ ξύλον οὐ λευκὸν ἔσται. καλῶς δὲ τὸ οὐκ ἀεὶ πρόσκειται· ἐνδέχεται γὰρ ἐπὶ τινῶν ἐφ’ ὧν ὑπῆρχε τὸ Γ, λέγω δὴ τῶν οὐ λευκῶν ξύλων· ἐπὶ γὰρ τῆς ἐβένου ἀληθὲς εἰπεῖν ὅτι οὐκ ἔστι ξύλον λευκόν, ὥστε ἀληθὲς εἰπεῖν 〈καὶ〉 ὅτι οὐκ ἔστι ξύλον λευκὸν καὶ ὅτι ἔστι ξύλον οὐ λευκόν.
“然而Γ并不总是属于Β;因为根本不是木的事物,也不会是非白木。” 因为我们说过,否定也适用于非存在;因为“不是白木”既可用于灵魂,也可用于非存在。因此,如果灵魂或非存在不是木,它也不会是非白木。加上“并不总是”是恰当的;因为在Γ所属于的某些事物上这是可能的,我指的是非白木;因为对于乌木而言,说它不是白木是真实的,从而说它不是白木并且说它是非白木〈二者〉都是真实的。
"Ἀνάπαλιν τοίνυν, ᾧ τὸ Α, τὸ Δ παντί." Τὸ ἀνάπαλιν, διότι οὐ καθ’ ἕνα καὶ τὸν αὐτὸν στοῖχον ἢ ταῖς ἁπλαῖς αἱ ἐκ μεταθέσεως ἕπονται ἢ ταῖς ἐκ μεταθέσεως αἱ ἁπλαῖ, ἀλλ’ ἀντιστρόφως τῇ μὲν ἁπλῇ καταφάσει ἡ ἐκ μεταθέσεως ἀπόφασις, τῇ δὲ ἐκ μεταθέσεως καταφάσει ἡ ἁπλῆ ἀπόφασις. καθὸ μέντοι ἐπ’ ἀμφοτέρων ταῖς καταφάσεσιν αἱ ἀποφάσεις ἕπονται, τὴν αὐτὴν σώζοιεν ἂν συστοιχίαν.1
“因此反过来,凡是Α所属的,Δ属于其全部。” 说“反过来”,是因为并非按照同一个行列换位命题随简单命题而来,或者简单命题随换位命题而来,而是相反地,随简单肯定命题而来的是换位否定命题,随换位肯定命题而来的是简单否定命题。然而,就二者都是否定命题随肯定命题而来而言,它们可以说保持了相同的对应序列。
"Ὥστε τὸ Δ ἀληθές, τὸ δὲ Α οὐκ ἀληθές." Τουτέστι κατὰ τοῦ ὅλως μὴ ὄντος ξύλου τὸ μὲν Δ ἀληθές, ὅτι οὐκ ἔστι ξύλον οὐ λευκόν, τὸ δὲ Α οὐκ ἀληθές, ὅτι ἔστι ξύλον λευκόν. ὥστε οὐχ ἕπεται τῇ ἐκ μεταθέσεως ἀποφάσει ἡ ἁπλῆ κατάφασις.
“因此Δ为真,而Α不为真。” 也就是说,对于根本不是木的事物,Δ即“不是非白木”是真实的,而Α即“是白木”则不是真实的。因此,随换位否定命题而来的并不是简单肯定命题。
"Δῆλον δ’ ὅτι καὶ τὸ ΑΓ οὐδενὶ τῷ αὐτῷ ὑπάρξει καὶ τὸ Β καὶ τὸ Δ ἐνδέχεται τινὶ τῷ αὐτῷ ὑπάρξαι." Εἰπὼν ὅπως ἔχουσιν αἱ ὑπάλληλοι προτάσεις ἐν τῷ διαγράμματι, ζητεῖ νῦν ὅπως ἔχουσι καὶ αἱ διαγώνιοι. καὶ φησὶν ὅτι τὸ μὲν Α καὶ Γ οὐδέποτε τῷ αὐτῷ ὑπάρξει, τουτέστιν ἀμφότεραι αἱ καταφάσεις, ἥ τε ἁπλῆ καὶ ἡ ἐκ μεταθέσεως· ὃ γάρ ἐστι ξύλον λευκόν, τοῦτο ἀδύνατον εἶναι ξύλον οὐ λευκόν. τὰς μέντοι ἀποφάσεις, φησίν, ἐνδέχεταί ποτε συναληθεύειν, λέγω δὲ ἐπὶ τοῦ μὴ ὄντος· ἀληθὲς γὰρ τὸ λέγειν ὅτι τὸ μὴ ὂν οὐκ ἔστι ξύλον λευκόν, καὶ πάλιν οὐκ ἔστι ξύλον οὐ λευκόν. οὐ μόνον δὲ ἐπὶ τοῦ ἁπλῶς μὴ ὄντος ἀλλὰ καὶ ἐπὶ τοῦ μὴ ὄντος ξύλου· οἷον ἡ ψυχὴ οὐκ ἔστι ξύλον λευκόν, ἀλλὰ καὶ οὐκ ἔστι ξύλον οὐ λευκόν. ὥστε αἱ μὲν καταφάσεις οὐδέποτε συναληθεύουσι, τὰς δὲ ἀποφάσεις ἐνδέχεται συναληθεύειν. ἐπειδὴ δὲ ἐν τῷ Περὶ ἑρμηνείας δύο διαγράμματα ἐκθέμενος ὁ Ἀριστοτέλης, ἓν μὲν τῶν ἀπροσδιορίστων προτάσεων ἕτερον δὲ τῶν προσδιωρισμένων, ἐπὶ μὲν τῶν ἀπροσδιορίστων εἶπε τὰς μὲν καταφάσεις μηδέποτε συναληθεύειν, τὰς δὲ ἀποφάσεις συναληθεύειν, καὶ ταῖς καταφάσεσιν ἀεὶ τὰς ἀποφάσεις ἕπεσθαι, ὡς ἔφθημεν εἰπόντες, ἐπὶ δὲ τῶν προσδιωρισμένων οὐχ οὕτως, ἀλλὰ μόνον τὰς μερικὰς ἀποφάσεις ἕπεσθαι, οἷον τῇ ‘οὐ πᾶς ἐστι δίκαιος ἄνθρωπος’ τὴν ‘οὐ πᾶς ἔστιν οὐ δίκαιος ἄνθρωπος’· αἱ γὰρ καθόλου οὐδέποτε συναληθεύουσιν, λέγω δὴ ἡ ‘οὐδείς ἐστι δίκαιος ἄνθρωπος’ τῇ ‘οὐδείς ἐστιν οὐ δίκαιος ἄνθρωπος’. εἰ οὖν μέλλοι συνᾴδειν τὰ ἐνταῦθα λεγόμενα τοῖς ἐν τῷ Περὶ ἑρμηνείας, ὡς ὁ Ἀλέξανδρός φησιν, ὅταν λέγῃ ὁ Ἀριστοτέλης ὅτι τὸ ΑΓ οὐδενὶ τῷ αὐτῷ ὑπάρξει, τουτέστιν αἱ καταφάσεις, ἢ ὡς ἐπὶ τῶν ἀπροσδιορίστων καταφάσεων2 ἐξακουσόμεθα ἢ ὡς ἐπὶ τῶν μερικῶν καταφάσεων· καὶ γὰρ αἱ ἀπροσδιόριστοι ταῖς μερικαῖς ἰσοδυναμοῦσιν. ὅτι δὲ ὡς ἐπὶ τῶν ἀπροσδιορίστων ἐνταῦθα τὸν λόγον ποιεῖται, ἐδήλωσε καὶ ἐν τῷ Περὶ ἑρμηνείας· ἐκθεὶς γὰρ τῶν ἀπροσδιορίστων προτάσεων τὸ διάγραμμα καὶ εἰπὼν ποῖαι ἀκολουθοῦσιν ἀλλήλαις καὶ ποῖαι οὔ, “ταῦτα μὲν οὖν, φησίν, ὥσπερ ἐν τοῖς Ἀναλυτικοῖς λέγεται, οὕτω τέτακται”, ὡς δὴ τούτου τοῦ συγγράμματος προτέρου γεγραμμένου. Ἀπορήσειε δ’ ἄν τις πῶς ἀνωτέρω μὲν ἀμφοτέρας τὰς καταφάσεις συναληθεύειν ἔλεγε, τήν τε ἁπλῆν καὶ τὴν ἐκ μεταθέσεως (“ὁ γὰρ αὐτός, φησί, δύναται βαδίζειν καὶ μὴ βαδίζειν καὶ ἔστιν ἐπιστήμων τοῦ ἀγαθοῦ καὶ τοῦ μὴ ἀγαθοῦ”), ἐνταῦθα δέ φησι τὸ ΑΓ μηδέποτε τῷ αὐτῷ ὑπάρχειν, λέγω δὴ τὴν ἁπλῆν κατάφασιν καὶ τὴν ἐκ μεταθέσεως κατάφασιν, τὴν ‘ἔστι ξύλον λευκόν’ καὶ τὴν ‘ἔστι ξύλον οὐ λευκόν’ (ἀδύνατον γὰρ τὸ αὐτὸ λευκὸν εἶναι καὶ οὐ λευκόν), καὶ πάλιν ἄνω μὲν ἔλεγε μὴ ταὐτὸν εἶναι τὸ μὴ ἐπίστασθαι τὸ ἀγαθὸν καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθόν, τουτέστι τὴν ἁπλῆν ἀπόφασιν καὶ τὴν ἐκ μεταθέσεως κατάφασιν, καὶ ἔμπαλιν, ἐνταῦθα δὲ ἔδειξεν ὅτι ταῖς καταφάσεσιν ἕπονται αἱ ἀποφάσεις. ἰστέον οὖν ὅτι πρῶτον μὲν οὐ ταὐτόν ἐστι τὸ λέγειν [μὴ] εἶναι ταὐτὸν τόδε τῷδε3 καὶ τὸ λέγειν ἕπεσθαι τόδε τῷδε, ἐπεὶ τῷ μὲν ἀνθρώπῳ ἕπεται τὸ ζῷον, οὐ ταὐτὸν δέ ἐστι ζῷον καὶ ἄνθρωπος, καὶ ἐπ’ ἄλλων μυρίων ὡσαύτως.
“显然,ΑΓ不会属于同一个事物,而Β和Δ可能属于某个同一事物。” 在说明了图表中上下从属的命题具有何种关系之后,他现在探讨对角线上的命题具有何种关系。他说Α和Γ决不会属于同一个事物,也就是两种肯定命题(简单肯定与换位肯定);因为凡是白木的事物,都不可能是非白木。然而他说,否定命题有时可以同时为真,我指的是在非存在的情况下;因为说非存在不是白木是真实的,说它不是非白木同样也是真实的。不仅对于单纯的非存在如此,对于不是木的事物也是如此;例如灵魂不是白木,但也不是非白木。因此,肯定命题决不能同时为真,而否定命题却可以同时为真。但是,既然亚里士多德在《解释篇》中列出了两个图表,一个是无定命题的图表,另一个是有定命题的图表,在无定命题上他说肯定命题决不能同时为真,而否定命题可以同时为真,并且正如我们先前所说,随肯定命题而来的总是否定命题,而在有定命题上则并非如此,而只是特称否定命题随之而来,例如随“并非每个人都是公正的”而来的是“并非每个人都是不公正的”(因为全称否定命题决不能同时为真,我指的是“没有人是公正的”与“没有人是不公正的”);因此,如果这里所说的内容要与《解释篇》中的内容相协调(正如亚历山大所言),那么当亚里士多德说“ΑΓ不属于同一个事物”,即诸肯定命题[不属于同一个事物]时,我们要么应当理解为针对无定肯定命题而言,要么理解为针对特称肯定命题而言;因为无定命题与特称命题具有同等的效力。而他在这里是针对无定命题进行论述的,这在《解释篇》中也已经表明;因为在列出无定命题的图表并说明哪些命题互相承推、哪些不互相承推之后,他说:“因此这些命题,正如在分析篇中所说的那样,是如此排列的”,这显然是将本著作视为较早写成的。然而有人可能会提出疑问:为什么他在前文中说两种肯定命题(即简单肯定与换位肯定)可以同时为真(因为他说“同一个人能够行走也能不行走,并且是善的知解者也是非善的知解者”),而在这里却说ΑΓ决不属于同一个事物,我指的是简单肯定与换位肯定,即“是白木”与“是非白木”(因为同一个事物既是白又是非白是不可能的);再者,前文中他说不知解善与知解非善并不是同一的,即简单否定与换位肯定不是同一的,反之亦然,而在这里他却证明了随肯定命题而来的是否定命题?因此应当知道,首先,说这与那[不]是同一的,与说这随那而来并不是同一回事;因为随人而来的是动物,但动物与人并不是同一的,其他无数事物亦是如此。
- 4.94τὴν αὐτὴν σώζοιεν ἂν συστοιχίαν
潜在希求法结构(ἄν 搭配现在时希求法),表达一种谨慎的肯定(“它们可以说/应当保持了相同的对应序列”)。它作为主句,承接前文由连词 καθό(“就……而言”)所引导的条件性限定。
- 4.96εἰ οὖν μέλλοι συνᾴδειν τὰ ἐνταῦθα λεγόμενα τοῖς ἐν τῷ Περὶ ἑρμηνείας ... ἢ ὡς ἐπὶ τῶν ἀπροσδιορίστων καταφάσεων ἐξακουσόμεθα ἢ ὡς ἐπὶ τῶν μερικῶν καταφάσεων
混合条件句结构,条件从句使用希求法(εἰ μέλλοι),而主句使用将来时直陈语气(ἐξακουσόμεθα)。它将先前注释家亚历山大的调和方案作为假定前提提出,同时以将来时直陈语气确定性地表明依循该进路所必须得出的解释结论。
- 4.96οὐ ταὐτόν ἐστι τὸ λέγειν [μὴ] εἶναι ταὐτὸν τόδε τῷδε καὶ τὸ λέγειν ἕπεσθαι τόδε τῷδε
句子的核心骨架是对两个断言的对比:“说……与说……并不是同一回事”(οὐ ταὐτόν ἐστι τὸ λέγειν ... καὶ τὸ λέγειν ...)。在校勘本中被加方括号的否定词 [μὴ],既可适应前述具体疑难的语境(此前论证两者不是同一的,而此处论证具有承推关系),也可以直接表达一般的命题对比(断言“是同一的”与断言“具有承推关系”之间的差异)。
