← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§370.22-372.11

四项图示中命题的顺承关系与顺序论证

菲洛波诺斯讨论了亚里士多德在51b36及以下关于命题相互顺序的论述,并借助四字母图表(Α、Β、Γ、Δ)阐明了简单命题与换位命题之间的承推关系。他证明了否定命题随肯定命题而来,但反之不然,因为否定命题的适用外延更广。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.92

" Ἔχει δὲ τάξιν τήνδε πρὸς ἄλληλα καὶ τὰ ἑξῆς." Προὔκειτο μὲν διδάξαι ὅτι τῆς ἁπλῆς καταφάσεως οὐκ ἔστιν ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις, ὡς χρησιμεύοντος ἡμῖν τούτου εἰς τὰς τῶν συλλογισμῶν ἀναλύσεις,1 ἵνα μὴ καταφατικὸν ἐκ μεταθέσεως πρόβλημα οἰηθέντες ἀποφατικὸν εἶναι εἰς ἀποφατικὸν ἀναλύειν συλλογισμὸν πειραθῶμεν. τοῦτο μὲν οὖν τὸ προκείμενον ἦν τῷ Ἀριστοτέλει. εἶτα πρὸς τὴν τούτου δεῖξιν ἔλεγε τὸν αὐτὸν δύνασθαι βαδίζειν καὶ μὴ βαδίζειν καὶ ἐπιστήμονα τοῦ ἀγαθοῦ εἶναι καὶ τοῦ μὴ ἀγαθοῦ, ὧν αἱ μὲν ἦσαν ἁπλαῖ καταφάσεις αἱ δὲ ἐκ μεταθέσεως, καὶ ὅτι οὐ ταὐτόν ἐστι τὸ μὴ ἐπίστασθαι τὸ ἀγαθὸν καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθόν, ὧν ἡ μὲν ἁπλῆ ἐστιν ἀπόφασις ἡ δὲ κατάφασις ἐκ μεταθέσεως. ἐπεὶ οὖν ὅλως ἐμνήσθη τίνες τε ταὐτὸν δύνανται τῶν ἁπλῶν καὶ τῶν ἐκ μεταθέσεως καὶ τίνες οὐ ταὐτόν, διὰ τοῦτο βούλεται μεταξὺ περὶ τῆς ἀκολουθίας τῶν τε ἁπλῶν προτάσεων καὶ τῶν ἐκ μεταθέσεως ἡμᾶς διδάξαι. καὶ ἅπερ ἐν τῷ Περὶ ἑρμηνείας ᾐνίξατο περὶ τῆς ἀκολουθίας αὐτῶν, ταῦτα σαφῶς ἐνταῦθα διδάσκει, καὶ λέγει, ἵνα συντόμως εἴπω, ὅτι ἀντεστραμμένως ἔχουσι κατὰ τὴν ἀκολούθησιν αἱ ἁπλαῖ καὶ αἱ ἐκ μεταθέσεως· τῇ μὲν γὰρ ἁπλῇ καταφάσει ἕπεται ἡ ἐκ μεταθέσεως ἀπόφασις, καὶ ἀνάπαλιν τῇ ἐκ μεταθέσεως καταφάσει ἡ ἁπλῆ ἀπόφασις. καὶ ἁπλῶς ταῖς μὲν καταφάσεσιν αἱ ἀποφάσεις ἕπονται, οὐ μὴν καὶ ἀνάπαλιν ταῖς ἀποφάσεσιν αἱ καταφάσεις· ἐπὶ πλέον γάρ εἰσιν αἱ ἀποφάσεις τῶν καταφάσεων.2 ἵνα οὖν τοῦτο δείξῃ, ἐκτίθεται αὐτὰς ἐν διαγράμματι· τὴν μὲν ἁπλῆν κατάφασιν, ἐφ’ ἧς τὸ Α, οἷον τὴν λέγουσαν ‘ἔστι ξύλον λευκόν’· ταύτης ἀπόφασις τὸ Β, τὸ ‘οὐκ ἔστι ξύλον λευκόν’· εἶτα ὑπὸ μὲν τὸ Β τὴν ἐκ μεταθέσεως κατάφασιν, ἐφ’ ἧς τὸ Γ, τὸ ‘ἔστι ξύλον οὐ λευκόν’, ὑπὸ δὲ τὸ Α τὴν ἐκ μεταθέσεως ἀπόφασιν, ἐφ’ ἧς τὸ Δ, τὸ ‘οὐκ ἔστι ξύλον οὐ λευκόν’. τούτων οὕτως ἐχόντων, ἐπειδὴ ἐπὶ παντός, καὶ ὄντος καὶ μὴ ὄντος, ἢ ἡ κατάφασις ἀληθεύει ἢ ἡ ἀπόφασις αἱ ἀντιφατικῶς ἀντικείμεναι, ἀντιφατικῶς δὲ ἀντίκεινται τὸ Α καὶ τὸ Β καὶ ἔτι τὸ Γ καὶ τὸ Δ, καὶ ἐπὶ παντὸς ἄρα ἢ τὸ Α ἢ τὸ Β καὶ ἢ τὸ Γ ἢ τὸ Δ. ἐπεὶ οὖν τῷ Α ἀδύνατον ὑπάρξαι τὸ Γ (ἀδύνατον γὰρ τὸ αὐτὸ εἶναι λευκὸν καὶ εἶναι μὴ λευκόν), τὸ Δ ἄρα ὑπάρξει τῷ Α· ὃ γάρ ἐστι ξύλον λευκόν, τοῦτο οὐκ ἔστι ξύλον οὐ λευκόν. ὥστε ὃ ἂν ᾖ Α, τοῦτο πάντως ἔσται καὶ Δ. τῇ ἄρα ἁπλῇ καταφάσει, τῷ Α, ἡ ἐκ μεταθέσεως ἀπόφασις ἕπεται, ἥτις ἐστὶ τὸ Δ. οὐ μὴν ἀνάπαλιν τῷ Δ ἕπεται τὸ Α· ἐπὶ πλέον γάρ ἐστι τὸ Δ τοῦ Α. τὸ γὰρ ‘οὐκ ἔστι ξύλον οὐ λευκόν’ ἀληθεύει, κἂν μὴ ὅλως ᾖ ξύλον· καὶ γὰρ ἡ ψυχὴ οὐκ ἔστι ξύλον οὐ λευκόν, καὶ τὸ μὴ ὂν οὐκ ἔστι ξύλον οὐ λευκόν· ὅπερ δ’ ἂν ᾖ ξύλον λευκόν, πάντως καὶ ξύλον ἐστίν. οὐκ ἄρα τῇ ἐκ μεταθέσεως ἀποφάσει, ἥτις ἦν ἐφ’ ἧς τὸ Δ, ἕπεται ἡ ἁπλῆ κατάφασις, ἐφ’ ἧς τὸ Α, διὰ τὸ ἐπὶ πλέον εἶναι τὴν ἀπόφασιν τὴν ἐκ μεταθέσεως τῆς ἁπλῆς καταφάσεως. ὥσπερ δὲ τῇ ἁπλῇ καταφάσει ἠκολούθησεν ἡ ἐκ μεταθέσεως ἀπόφασις, οὕτω κατὰ τὸ ἐναντίον τῇ ἐκ μεταθέσεως καταφάσει ἕπεται ἡ ἁπλῆ ἀπόφασις καὶ οὐκ ἀντιστρέφει, τουτέστιν ἐφ’ οὗ τὸ Γ, πάντως ἐπὶ τούτου καὶ τὸ Β, οὐ μὴν ἐφ’ οὗ τὸ Β, πάντως καὶ τὸ Γ διὰ τὸ ἐπὶ πλέον εἶναι τὸ Β τοῦ Γ. ὅτι οὖν ἐφ’ οὗ τὸ Γ, πάντως ἐπὶ τούτου καὶ τὸ Β, τῷ αὐτῷ τρόπῳ δείκνυσιν. εἰ γὰρ μὴ τὸ Β, ἀνάγκη πάντως τὸ Α· ἐπὶ παντὸς γὰρ ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις· ἀλλ’ ἀδύνατον· εἰ γάρ ἐστί τι ξύλον οὐ λευκόν, ἀδύνατον τοῦτο ξύλον εἶναι λευκόν. ὥστε τὸ ἀντικείμενον ἀνάγκη τὸ ‘οὐκ ἔστι ξύλον λευκόν’, ὅπερ καὶ ἔστιν ἀληθές· ὃ γὰρ ἂν εἴη ξύλον οὐ λευκόν, τοῦτο οὐκ ἔσται ξύλον λευκόν. οὐκέτι μέντοι εἴ τι οὐκ ἔστι ξύλον λευκόν, τοῦτο ἔσται ξύλον οὐ λευκόν· καὶ γὰρ τὰ μὴ ὄντα ξύλα, οἷον ψυχή, ἄγγελος, καὶ ἔτι τὸ μὴ ὂν ἀληθὲς εἰπεῖν ὅτι οὐκ ἔστι ξύλον λευκόν· οὐκέτι μέντοι ἀληθὲς τὸ εἰπεῖν ‘ἔστι ξύλον οὐ λευκόν’.

“而它们彼此之间具有如下的顺序,等等。” 摆在他面前的任务原本是讲明换位肯定命题并不是简单肯定命题的否定,因为这对我们还原三段论是有用的,以免我们误以为换位肯定问题是否定问题,而试图将其还原为否定三段论。因此,这就是摆在亚里士多德面前的事项。接着,为了证明这一点,他曾说同一个事物能够行走并且能够不行走,能够是善的知解者和非善的知解者——其中前者是简单肯定命题,而后者是换位肯定命题——并且不知解善与知解非善并不是同一的,其中前者是简单否定命题,而后者是换位肯定命题。既然他总体上已经提到了简单命题与换位命题中哪些具有相同的效力,哪些不具有相同的效力,因此他希望在此之间向我们讲明简单命题与换位命题的承推关系。他在《解释篇》中关于它们的承推所暗示的那些内容,在这里进行了明晰的讲授,并且简而言之,他说简单命题与换位命题在承推上处于相反的关系:因为随简单肯定命题而来的是换位否定命题,反之,随换位肯定命题而来的是简单否定命题。简而言之,否定命题随肯定命题而来,但否定命题之后绝不反过来随之而来肯定命题;因为否定命题的适用范围比肯定命题更广。因此,为了表明这一点,他将它们列于一张图表中:简单肯定命题标记为Α,例如说“是白木”的命题;它的否定命题是Β,即“不是白木”;然后在Β之下是换位肯定命题,标记为Γ,即“是非白木”;在Α之下是换位否定命题,标记为Δ,即“不是非白木”。既然情况如此,由于对于一切事物,无论是存在的事物还是不存在的事物,在矛盾对立的命题中要么肯定为真要么否定为真,而Α与Β矛盾对立,再者Γ与Δ也矛盾对立,因此对于一切事物要么是Α要么是Β,且要么是Γ要么是Δ。既然Γ不可能属于Α(因为同一个事物既是白又是非白是不可能的),因此Δ将属于Α;因为凡是白木的事物,都不是非白木。因此,凡是Α的事物,这在一切情况下也必定是Δ。因此,随简单肯定命题Α而来的是换位否定命题,即Δ。然而绝非反过来随Δ而来Α;因为Δ的范围比Α更广。因为“不是非白木”即使在根本不是木的情况下也是真实的;因为灵魂不是非白木,非存在也不是非白木;但凡是白木的事物,在一切情况下也必定是木。因此,随换位否定命题(即标记为Δ的命题)而来的并不是简单肯定命题(标记为Α的命题),这是因为换位否定命题的范围比简单肯定命题更广。正如随简单肯定命题而来的是换位否定命题一样,反过来,随换位肯定命题而来的是简单否定命题,并且不可换位;也就是说,在Γ成立之处,在这一事物上也必然在一切情况下成立Β,但绝非在Β成立之处,也必然在一切情况下成立Γ,这是因为Β的范围比Γ更广。因此,他在相同的方式下证明了:在Γ成立之处,在这一事物上也必然在一切情况下成立Β。因为如果不成立Β,则必然在一切情况下成立Α;因为对于一切事物,要么肯定是真实的要么否定是真实的;但这却是不可能的;因为如果某物是非白木,此物是白木便是不可能的。因此,对立的命题“不是白木”是必然的,而这本身也是真实的;因为凡是非白木的事物,都不会是白木。然而,决不是如果某物不是白木,它就将是非白木;因为对于不是木的事物,例如灵魂、天使,以及非存在,说它们不是白木是真实的;然而说“是非白木”却不再是真实的了。

语法注2 条
  1. 4.92ὡς χρησιμεύοντος ἡμῖν τούτου εἰς τὰς τῶν συλλογισμῶν ἀναλύσεις

    带有连词 ὡς 的属格独立结构,说明亚里士多德设定前文不定式短语 διδάξαι(讲明)这一论题的主观动机或目的性理由。

  2. 4.92ἐπὶ πλέον γάρ εἰσιν αἱ ἀποφάσεις τῶν καταφάσεων

    逻辑学惯用句式 ἐπὶ πλέον εἶναι 带比较属格 τῶν καταφάσεων,意为“否定命题比肯定命题的外延更广(适用范围更宽)”,这是两者之间单向承推而不可换位的根据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:370.22-372.11