- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:368.20-370.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《前分析篇》51b22–32,通过比例论证以及带有具体主词的例证(如“非白木”),证明换位肯定命题与简单否定命题并非同一,因而换位肯定命题绝非简单肯定命题的对立否定。
" Ὥσπερ οὖν οὐ ταὐτόν ἐστι τὸ μὴ ἐπίστασθαι τὸ ἀγαθὸν καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθόν, οὐδὲ εἶναι μὴ ἀγαθὸν καὶ μὴ εἶναι ἀγαθὸν ταὐτόν." Διὰ μὲν γὰρ τὴν ὑπόθεσιν τὴν λέγουσαν τῆς ἁπλῆς καταφάσεως ἀπόφασιν εἶναι τὴν ἐκ μεταθέσεως κατάφασιν ἠκολούθησε συναληθεύειν τὴν ἁπλῆν ἀπόφασιν τῇ ἐκ μεταθέσεως καταφάσει· τοῦτο δὲ εἰς ἄτοπον ἐξέπεσε τὸ τὴν ἀντίφασιν συναληθεύειν ἅμα ἐπὶ τοῦ αὐτοῦ. ᾗ δὲ ὑποθέσει ἀδύνατον ἀκολουθεῖ, ψευδής ἐστιν αὕτη·1 ψευδὴς ἄρα ἡ λέγουσα ὑπόθεσις ταὐτὸν εἶναι τὴν ἁπλῆν ἀπόφασιν τῇ ἐκ μεταθέσεως καταφάσει. αὕτη δὲ ἡ ὑπόθεσις ἠκολούθησε τῇ λεγούσῃ ἀπόφασιν εἶναι τῆς ἁπλῆς καταφάσεως τὴν ἐκ μεταθέσεως κατάφασιν· ψευδὴς ἄρα αὕτη ἡ ὑπόθεσις, ὅπερ καὶ δεῖξαι προέκειτο. ἡ μὲν οὖν τελεία ἀγωγὴ τοῦ συλλογισμοῦ ἐστιν αὕτη. ἐπειδὴ δέ, ὅπερ ἔλεγον, ἐκ τῶν μετὰ τρόπου προτάσεων ἤλεγχεν ὁ Ἀριστοτέλης ὅτι οὐδὲ ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου τῶν ἁπλῶν καταφάσεων ἀποφάσεις εἰσὶν αἱ ἐκ μεταθέσεως καταφάσεις, εἶτα εἰκὸς ἦν τινα νομίσαι μὴ ὁμοίως ἔχειν ἐπί τε τῶν τὸ ‘ἔστιν’ ἐχουσῶν προτάσεων καὶ ἐπὶ τῶν μὴ ἐχουσῶν καὶ διὰ τοῦτο τὸν τρόπον ἀνέλυσεν εἴς τε τὴν μετοχὴν καὶ τὸ ‘ἔστι’, διὰ τοῦτο αὐτὸ τοῦτο καὶ νῦν συμπεραίνεται, ὅτι εἰ ὡς ἔχει ἡ ‘οὐκ ἐπίσταται τὸ ἀγαθόν’ πρὸς τὴν ‘ἐπίσταται τὸ μὴ ἀγαθόν’, οὕτως ἔχει ἡ λέγουσα ‘οὐκ ἔστιν ἀγαθόν’ καὶ ἡ ‘ἔστιν οὐκ ἀγαθόν’, δέδεικται δὲ ὅτι οὐκ ἔστι ταὐτὸν τὸ πρῶτον τῷ δευτέρῳ, οὐδ’ ἄρα τὸ τρίτον τῷ τετάρτῳ ταὐτὸν ἔσται. ἐν γὰρ τοῖς ἀνάλογον ὡς ἔχει τὸ πρῶτον πρὸς τὸ δεύτερον, οὕτως καὶ τὸ τρίτον ἔχει πρὸς τὸ τέταρτον· ἐκείνων οὖν τῶν αὐτῶν οὐκ ὄντων οὐδὲ ταῦτα ἂν εἴη τὰ αὐτά.
“因此,正如不知解善与知解非善并不是同一的,是非善与不是善也不是同一的。” 因为由断言换位肯定命题是简单肯定命题之否定的假设,便得出了简单否定命题与换位肯定命题同时为真的结论;而这归结为一个荒谬结论,即矛盾命题在同一个事物上同时为真。但是,凡得出不可能后果的假设,该假设都是假的;因此,断言简单否定命题与换位肯定命题是同一的这一假设是假的。而这一假设是从那断言换位肯定命题是简单肯定命题之否定的假设中得出的;因此这一假设是假的,而这正是原本打算证明的事项。这就是这一推论的完整推导过程。但是,正如我之前所言,亚里士多德既然依据带有情态的命题论证了即使在附加第三谓项的命题中,换位肯定命题也不是简单肯定命题的否定,接着由于有人很可能会认为在带有“是”的命题与不带有“是”的命题中情况并不相同,并且正因如此他将情态分解为分词与动词“是”,所以正是因此,他现在推导出了这本身:即如果正如“不知解善”对于“知解非善”的关系那样,那说“不是善”的命题与“是非善”也有同样的关系,并且既然已经表明第一项与第二项不是同一的,因此第三项与第四项也不会是同一的。因为在成比例的事物中,第一项如何对第二项,第三项也如何对第四项;因此,既然前者不是同一的,这些也不会是同一的。
"Οὐδὲ τὸ εἶναι μὴ ἴσον καὶ μὴ εἶναι ἴσον." Ἐπὶ σαφέστερον ὑπόδειγμα μετάγει τὸν λόγον δεικνὺς ὅτι οὐκ ἔστι ταὐτὸν ἡ ἁπλῆ ἀπόφασις τῇ ἐκ μεταθέσεως καταφάσει. τὸ γὰρ ‘οὐκ ἔστιν ἴσον’ οὐκ ἂν εἴη ταὐτὸν τῷ ‘ἔστιν οὐκ ἴσον’· ὁ μὲν γὰρ λέγων ‘ἔστιν οὐκ ἴσον’ καταφάσκει τινὶ ὑπάρχειν τὸ μὴ ἴσον, τουτέστι τὸ ἄνισον· ὁ δὲ λέγων ‘οὐκ ἔστιν ἴσον’ ἀποφάσκει μόνον τὸ ἴσον, καταφάσκει δὲ οὐδέν. διόπερ τὸ μὲν ‘ἔστιν ἴσον’ καὶ ‘οὐκ ἔστιν ἴσον’ ἐπὶ πάντων, τῶν τε ὄντων καὶ μὴ ὄντων, διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος,2 τὸ δὲ ἴσον καὶ ἄνισον οὐκέτι· οὐ γὰρ πᾶν ἢ ἴσον ἐστὶν ἢ ἄνισον. ὃ γὰρ μή ἐστι ποσόν, οὔτε ἴσον ἐστὶν οὔτε ἄνισον· ταὐτὸν δέ ἐστι τὸ ‘ἔστιν οὐκ ἴσον’ τῷ ‘ἔστιν ἄνισον’. οὐκ ἐπίσταται τὸ ἀγαθόν. ἐπίσταται τὸ μὴ ἀγαθόν. οὐκ ἔστιν ἀγαθόν. ἔστιν οὐκ ἀγαθόν. οὐκ ἔστιν ἴσον. ἔστιν οὐκ ἴσον. οὐκ ἔστι ξύλον λευκόν. ἔστι ξύλον οὐ λευκόν.
“是非等与不是等也不是同一的。” 他将论证转移到一个更清楚的例子上,以表明简单否定命题与换位肯定命题并非同一。因为“不是等”并不等同于“是非等”;因为说“是非等”的人是在肯定某物具有非等,即具有不等;而说“不是等”的人仅仅是在否定等,却并未肯定任何事物。因此,“是等”与“不是等”在所有事物上,无论是存在的事物还是不存在的事物,都划分了真与假,但等与不等却不再如此;因为并非一切事物要么是等要么是不等。因为凡不是数量的事物,既不是等也不是不等;而“是非等”与“是不等”是同一的。“不知解善。”“知解非善。”“不是善。”“是非善。”“不是等。”“是非等。” “不是白木。”“是非白木。”
"Ἔτι τὸ ἔστιν οὐ λευκὸν ξύλον καὶ οὐκ ἔστι λευκὸν ξύλον οὐχ ἅμα ὑπάρχει." Πάλιν ἐπὶ σαφέστερον μετῆλθεν ὑπόδειγμα. ἐν μὲν γὰρ τοῖς ἐπάνω ἄνευ τινὸς ὑποκειμένου λέγων τὸ μὴ εἶναι ἀγαθὸν ἢ ‘ἔστιν οὐκ ἀγαθόν’ καὶ ‘ἔστιν οὐκ ἴσον’ καὶ ‘οὐκ ἔστιν ἴσον’, μὴ προστιθεὶς δὲ τί ποτέ ἐστιν ὃ ταῦτα λέγεται ἢ εἶναι ἢ μὴ εἶναι, ἀσαφέστερον ἐποίει τὸν λόγον· νῦν δὲ λέγων ‘οὐκ ἔστι ξύλον λευκόν’ καὶ ‘ἔστι ξύλον οὐ λευκόν’ τῷ προσθεῖναι καὶ τὸ ὑποκείμενον σαφὲς ἐποίησε τὸ ἀσυνύπαρκτον τῆς τε ἀποφάσεως τῆς ἁπλῆς καὶ τῆς ἐκ μεταθέσεως καταφάσεως. ὁ μὲν γὰρ λέγων ‘ἔστι ξύλον οὐ λευκόν’ λέγει εἶναί τι ξύλον, τούτου δὲ κατηγορεῖ τὸ οὐ λευκόν· ὁ δὲ λέγων ‘οὐκ ἔστι ξύλον λευκόν’ δύναται μὴ μόνον τὸ λευκὸν ἀλλὰ καὶ τὸ ξύλον ἀποφάσκειν· ἀληθὲς γὰρ εἰπεῖν ὅτι ἡ ψυχὴ καὶ τὸ μὴ ὂν οὐκ ἔστι ξύλον λευκόν. οὐκ ἄρα ταῦτά ἐστι τὰ αὐτά.
“再者,‘是非白木’与‘不是白木’并不同时属于〔同一事物〕。” 他又转移到了一个更清楚的例子。因为在前面的论述中,由于没有主词地说“不是善”或“是非善”,以及“是非等”和“不是等”,并未添加那被说成是或不是这些的究竟是什么,从而使论证较为晦涩;但现在通过说“不是白木”和“是非白木”,由于附加了主词,他便阐明了简单否定命题与换位肯定命题的不可共存性。因为说“是非白木”的人是说存在某种木,并且就它谓述非白;而说“不是白木”的人不仅能够否定白,而且能够否定木;因为说灵魂和非存在不是白木是真实的。因此这些并不是同一的。
"Ὥστε φανερὸν ὅτι οὐκ ἔστι τοῦ ἔστιν ἀγαθόν τὸ ἔστιν οὐκ ἀγαθόν ἀπόφασις." Τὸ συμπέρασμα ἐπήγαγε δι’ ὃ ταῦτα πάντα εἶπεν, ὅτι οὐκ ἔστι τῆς ἁπλῆς καταφάσεως ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις. πῶς δὲ τοῦτο συνῆκται, πολλάκις εἶπον.
“因此显而易见,‘是非善’并不是‘是善’的否定。” 他得出了他之所以说这一切所针对的结论,即换位肯定命题并不是简单肯定命题的否定。至于这是如何被得出的,我已经多次说过了。
"Εἰ οὖν κατὰ παντὸς ἑνὸς ἢ ἡ φάσις ἢ ἡ ἀπόφασις ἀληθής, εἰ μή ἐστιν ἀπόφασις, δῆλον ὡς κατάφασις ἄν πως εἴη.3" Δείξας ὅτι ἡ ἐκ μεταθέσεως κατάφασις οὐκ ἔστιν ἀπόφασις, ἀναγκαίως συνάγει ὅτι κατάφασίς ἐστιν· πάντα γὰρ ἀποφαντικὸν λόγον ἀνάγκη ἢ κατάφασιν εἶναι ἢ ἀπόφασιν· εἰ οὖν μή ἐστιν ἀπόφασις, κατάφασις ἂν εἴη. καὶ καλῶς προσέθηκε τὸ ‘πως’, ὅτι οὐχ ἁπλῆ ἐστι κατάφασις ἀλλ’ ἐκ μεταθέσεως. πάσης δὲ καταφάσεως ἔστι τις ἀπόφασις· καὶ τῆς ἄρα λεγούσης ‘ἔστιν οὐκ ἀγαθόν’, ἥτις δέδεικται κατάφασις οὖσα, ἀπόφασις ἔσται ἡ ‘οὐκ ἔστιν οὐκ ἀγαθόν’.
“因此,如果对于每一个单独的事物,要么肯定是真实的,要么否定是真实的,那么既然它不是否定,显而易见在某种意义上它必定是肯定。” 在表明了换位肯定命题不是否定之后,他必然推导出它是肯定;因为一切陈述性言论都必然要么是肯定,要么是否定;因此,如果它不是否定,它将是肯定。而且他适当地加上了“在某种意义上”,因为这并非简单的肯定,而是通过换位的肯定。并且对每一个肯定都有一个否定;因此,对于已经表明是肯定的那说“是非善”的命题,其否定也将是“不是非善”。
- 4.87ᾗ δὲ ὑποθέσει ἀδύνατον ἀκολουθεῖ, ψευδής ἐστιν αὕτη
先行词 ὑπόθεσις 被吸收入关系从句中,并受动词 ἀκολουθεῖ 的支配而呈与格(ᾗ ὑποθέσει)。主句中的指示代词 αὕτη 作为主语指代这一被吸收的先行词,全句骨干结构为“凡得出不可能后果的那个假设,它都是假的”。
- 4.88διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος
逻辑学中的固定用法,指一对矛盾命题在所有对象上对“真”与“假”进行互斥且穷尽的划分(即其中一个必为真,另一个必为假)。主语是命题对 τὸ μὲν ‘ἔστιν ἴσον’ καὶ ‘οὐκ ἔστιν ἴσον’(被视作中性单数概念,故与单数动词 διαιρεῖ 呼应),宾语是 τὸ ἀληθὲς καὶ τὸ ψεῦδος。
- 4.91κατάφασις ἄν πως εἴη
由 ἄν 与祈愿语气 εἴη 构成的推论/潜在表达,附带有附倚副词 πως(在某种意义上、某种方式上)。如后文注释所述,加上 πως 是为了进行限定,指明它不是无条件的简单肯定(ἁπλῆ κατάφασις),而是特殊的换位肯定(ἐκ μεταθέσεως κατάφασις)。
