← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§36.14-37.2

完全三段论与不完全三段论的区别及明晰性

菲洛波诺斯针对亚里士多德《前分析篇》24b22的文本,讨论了完全三段论与不完全三段论的区别。他指出,两者都具有结论的必然性,但完全三段论的必然性对任何人而言都是显而易见的,而不完全三段论则需要专家通过换位法等手段才能将其必然性显明出来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19

" Τέλειον μὲν οὖν καλῶ συλλογισμὸν τὸν μηδενὸς ἄλλου προσδεόμενον παρὰ τὰ εἰλημμένα πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον." Δόξει μὲν οὖν ἴσως τὸν τέλειον καὶ ἀτελῆ συλλογισμὸν ἤδη παραδεδωκέναι, ὅτε ἔλεγε “τῷ ταῦτα εἶναι”. οὐκ ἔστι δὲ τοῦτο ἀληθές· τὸν γὰρ ἔξωθεν ὅρου τινὸς προσδεόμενον, οἷος ἦν ὃν πρὸ μικροῦ παρεθέμεθα, οὐδὲ συλλογισμὸν ἀξιοῖ καλεῖν· τὸν δὲ ἀτελῆ συλλογισμὸν καλεῖ. τέλειος μὲν οὖν συλλογισμὸς οὗ τὸ συμπέρασμα παντός ἐστιν ἐπενεγκεῖν,1 ὡς ἂν εἴπῃ τις ‘τὸ δίκαιον καλόν, τὸ καλὸν ἀγαθόν’· ἐνταῦθα γὰρ παντός ἐστιν ἐπακοῦσαι ‘τὸ ἄρα δίκαιον ἀγαθόν’. ἀτελὴς δὲ οὗ τὸ συμπέρασμα μόνου ἐστὶ τοῦ ἐπιστήμονος ἐπαγαγεῖν, οἷον πᾶς ἄνθρωπος οὐσία, πᾶς ἄνθρωπος ζῷον· τούτου τὸ συμπέρασμα τὸ ‘τὶς ἄρα οὐσία ζῷον’. καὶ ὅτι τοῦτο, ἔστι ῥᾴδιον φανῆναι2 διὰ τῆς ἀντιστροφῆς· εἰ γὰρ ἀντιστρέψομεν καὶ οὕτως εἴπωμεν ‘τὶς οὐσία ἄνθρωπός ἐστι, πᾶς ἄνθρωπος ζῷόν ἐστι’, δῆλον ὅτι συνάγεται ‘τὶς ἄρα οὐσία ζῷόν ἐστι’. διὸ καλῶς οὐκ εἶπε ‘πρὸς τὸ γενέσθαι’ ἀλλὰ πρὸς τὸ φανῆναι. οἱ μὲν γὰρ τέλειοι συλλογισμοὶ καὶ τὸ ἀναγκαῖον ἔχουσι καὶ τοῦτο φαινόμενον· οἱ δὲ ἀτελεῖς, ὁποῖοί εἰσι πάντες οἱ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι, ἔχουσι μὲν τὸ ἀναγκαῖον, οὐ μὴν προφανές, ἀλλ’ ἐπιστήμονος δέονται, ἵνα τὸ ἐκ τῶν προτάσεων εἰλημμένον ἀναγκαῖον μὴ φαινόμενον δὲ εἰς τὸ ἐμφανὲς ἀγάγῃ3 διὰ τῶν ἀντιστροφῶν.

“因此,凡除所设定的事物之外不再额外需要任何其他事物,以使必然性显明出来的三段论,我称之为完全的三段论。” 因此,人们或许会以为,当他说“由于这些事物之如此”时,就已经传授了完全三段论和不完全三段论。但这不是真的;因为凡需要某种外部项的事物,例如我们刚才援引的那种,他甚至认为不配称为三段论;然而他却把不完全的三段论称为三段论。因此,完全的三段论是任何人都能添加其结论的三段论,正如有人会说:“正义是美好的,美好的是善的”;因为在此处,任何人都能领会“所以正义是善的”。而不完全的三段论则是唯有专家才能推导出其结论的三段论,例如“所有人都是实体,所有人都是动物”;此例的结论是“所以某些实体是动物”。而这一点是可以通过换位容易地显明出来的;因为如果我们进行换位并这样表述:“某些实体是人,所有人都是动物”,那么显而易见,推导出的乃是“所以某些实体是动物”。因此,他恰当地没有说“为了产生”,而是说了“为了显明”。因为完全的三段论不仅具有必然性,而且这一必然性也是显明的;而不完全的三段论——正如第二格和第三格中的所有三段论那样——虽然具有必然性,却绝非显而易见,而是需要专家,以便他通过换位,将从前提中取得的、虽具必然性却不显明的东西引向显明。

语法注3 条
  1. 1.19παντός ἐστιν ἐπενεγκεῖν

    παντός 是表示属于或具备能力的表语属格(“任何人都能添加”),与后文的 μόνου ἐστὶ τοῦ ἐπιστήμονος ἐπαγαγεῖν(“唯有专家才能推导”)形成鲜明对比。

  2. 1.19καὶ ὅτι τοῦτο, ἔστι ῥᾴδιον φανῆναι

    在 καὶ ὅτι τοῦτο 分句中,语境上省略了诸如 συμπέρασμά ἐστι(“这是结论”)之类的谓语。ἔστι 因位于逗号后的分句句首而重音前移,作系动词与表语形容词 ῥᾴδιον 及不定式 φανῆναι 连用,构成“容易显明出来”的结构。

  3. 1.19ἵνα τὸ ἐκ τῶν προτάσεων εἰλημμένον ἀναγκαῖον μὴ φαινόμενον δὲ εἰς τὸ ἐμφανὲς ἀγάγῃ

    目的从句 ἵνα ... ἀγάγῃ 的逻辑主语是前文的 ἐπιστήμων(“专家”),宾语则是复合短语 τὸ ... ἀναγκαῖον μὴ φαινόμενον δέ(“从前提中取得的、虽具必然性却不显明的东西”)。μὴ φαινόμενον 后面的 δέ 标明了分词定语内部的转折对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:36.14-37.2