← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§366.29-368.19

换位肯定等同简单否定的归谬论证

斐洛波诺斯注解了亚里士多德的51b16,阐明了归谬法的逻辑结构:若假设换位肯定命题是简单肯定命题的否定,将导致矛盾命题同时在同一事物上为真的荒谬结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.86

" Εἰ οὖν τὸ οὐκ ἔστι δυνάμενος βαδίζειν ταὐτὸ σημαίνει καὶ ἔστι δυνάμενος μὴ βαδίζειν, ταῦτά γε ἅμα ὑπάρξει τῷ αὐτῷ· ὁ γὰρ αὐτὸς δύναται καὶ βαδίζειν καὶ μὴ βαδίζειν, καὶ ἐπιστήμων τοῦ ἀγαθοῦ καὶ τοῦ μὴ ἀγαθοῦ ἐστι· φάσις δὲ καὶ ἀπόφασις οὐχ ὑπάρχουσιν αἱ ἀντικείμεναι ἅμα τῷ αὐτῷ." Δείξας ὅτι οὐδὲν διαφέρει τὸ λέγειν ‘δύναται βαδίζειν’ καὶ ‘ἔστι δυνάμενος βαδίζειν’, καὶ ἐπὶ τῶν ἀποφάσεων ὁμοίως, τουτέστιν ἢ μετὰ τρόπου μόνου προφέρεσθαι τὰς προτάσεις ἢ ἀναλύειν τοὺς τρόπους εἰς μετοχὴν καὶ τὸ ‘ἔστι’ ῥῆμα, δείκνυσι πάλιν ὅτι οὐκ ἔστι τῆς ἁπλῆς καταφάσεως ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις. δείκνυσι δὲ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ· τίθησι γὰρ εἶναι ταὐτὸν τὴν ἐκ μεταθέσεως κατάφασιν τῇ ἁπλῇ ἀποφάσει, καὶ συλλογίζεται τὸ ἑπόμενον ἄτοπον. εἰ γὰρ τῆς λεγούσης ἔστι δυνάμενος βαδίζειν ἀπόφασίς ἐστιν ἡ λέγουσα ἔστι δυνάμενος μὴ βαδίζειν, ἐπειδὴ ὁμολογουμένως τῆς ‘ἔστι δυνάμενος βαδίζειν’ ἀπόφασίς ἐστιν ἡ λέγουσα ‘οὐκ ἔστι δυνάμενος βαδίζειν’ ἁπλῆ οὖσα καὶ αὐτή, ἔστι δὲ κατὰ τὴν ὑπόθεσιν καὶ ἡ ‘ἔστι δυνάμενος μὴ βαδίζειν’ τῆς αὐτῆς ἀπόφασις, ταὐτὸν ἄρα σημαίνουσιν ἄμφω, ἥ τε λέγουσα ‘οὐκ ἔστι δυνάμενος βαδίζειν’ καὶ ἡ ‘ἔστι δυνάμενος μὴ βαδίζειν’· ἄμφω γὰρ μιᾶς καὶ τῆς αὐτῆς καταφάσεώς εἰσιν ἀποφάσεις, τῆς ‘ἔστι δυνάμενος βαδίζειν’. εἰ οὖν τὸ αὐτὸ σημαίνουσιν, ἐφ’ ὧν δήπου ἡ μία ἀληθής, ἐπὶ τούτων καὶ τὴν λοιπὴν ἀληθεύειν ἀνάγκη. ἀλλ’ ἐπειδὴ ἐνδέχεται ἕνα καὶ τὸν αὐτὸν δύνασθαι βαδίζειν καὶ δύνασθαι μὴ βαδίζειν, μᾶλλον δὲ καὶ ἀναγκαῖον (ὃς γὰρ ἂν μὴ βαδίζων δύνηται βαδίζειν, δῆλον δήπου ὅτι καὶ μὴ βαδίζειν δύναται· οὐδὲ γὰρ βαδίζει τότε, ὅτε λέγεται δύνασθαι βαδίζειν), εἰ οὖν ἀμφότεραι αἱ προτάσεις ἐπὶ τοῦ αὐτοῦ συναληθεύουσιν, ἥ τε ἁπλῆ ἡ ‘δύναται βαδίζειν’ καὶ ἡ ἐκ μεταθέσεως ἡ ‘δύναται μὴ βαδίζειν’, ἀλλὰ δὴ ἡ ‘δύναται μὴ βαδίζειν’ ταὐτὸν ἐσήμαινε κατὰ τὴν ὑπόθεσιν τῇ ‘οὐ δύναται βαδίζειν’ (ἄμφω γὰρ ἀποφάσεις τῆς ‘δύναται βαδίζειν’, ἡ μὲν κατὰ ἀλήθειαν ἡ δὲ κατὰ τὴν ὑπόθεσιν), καὶ ἡ ἄρα ‘δύναται βαδίζειν’ ταὐτὸν σημαίνει τῇ ‘οὐ δύναται βαδίζειν’· ἐπὶ τοῦ αὐτοῦ ἄρα ἡ ἀντίφασις συναληθεύει, ὅπερ ἐστὶν ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησεν, ὅτι ὑπεθέμεθα τὴν ‘ἔστι δυνάμενος μὴ βαδίζειν’ ἀπόφασιν εἶναι τῆς ‘ἔστι δυνάμενος βαδίζειν’. ἀναγκαίως μὲν γὰρ εἰς ταὐτὸν συνήγετο τῇ ‘οὐκ ἔστι δυνάμενος βαδίζειν’ ἡ ‘ἔστι δυνάμενος μὴ βαδίζειν’· ἀλλὰ ἡ ‘ἔστι δυνάμενος βαδίζειν’ συνηλήθευε τῇ ‘ἔστι δυνάμενος μὴ βαδίζειν’· καὶ ἡ ἄρα ‘οὐκ ἔστι δυνάμενος βαδίζειν’ συναληθεύσει τῇ ‘ἔστι δυνάμενος βαδίζειν’ ἡ ἀντίφασις, ὅπερ ἐστὶν ἀδύνατον. Εἰ οὖν τὸ οὐκ ἔστι δυνάμενος βαδίζειν ταὐτὸ σημαίνει καὶ ἔστι δυνάμενος μὴ βαδίζειν. οὐχ ὡς αὐτῷ δοκοῦν ἀλλὰ κατὰ τὴν ὑπόθεσιν. εἰ γὰρ τὸ ‘ἔστι δυνάμενος μὴ βαδίζειν’ ἀπόφασίς ἐστι τοῦ ‘ἔστι δυνάμενος βαδίζειν’, τοῦ δὲ ‘ἔστι δυνάμενος βαδίζειν’ ἀπόφασίς ἐστιν ἡ ‘οὐκ ἔστι δυνάμενος βαδίζειν’, ταὐτὸν ἄρα σημαίνει ἡ ‘ἔστι δυνάμενος μὴ βαδίζειν’ τῇ ‘οὐκ ἔστι δυνάμενος βαδίζειν’· τοῦ γὰρ αὐτοῦ ἄμφω ἀποφάσεις. ὥστε, φησί, καὶ τῷ αὐτῷ ἅμα ὑπάρξει· εἰ γὰρ τὰ αὐτά ἐστι, καὶ ἅμα ὑπάρξει τῷ αὐτῷ. δύναται δὲ τὸ ταὐτά γε ὑπάρξει ἅμα τῷ αὐτῷ πρὸς τὰ ἐφεξῆς λέγεσθαι·1 ἐπάγει οὖν ὁ γὰρ αὐτὸς δύναται βαδίζειν καὶ μὴ βαδίζειν· ὁ γὰρ αἰτιολογικὸς σύνδεσμος ὁ ‘γὰρ’ τοῦτο βούλεται. Φάσις δὲ καὶ ἀπόφασις οὐχ ὑπάρχουσιν αἱ ἀντικείμεναι ἅμα τῷ αὐτῷ, τουτέστιν ἀδύνατον τὴν ἀντίφασιν ἐπὶ τοῦ αὐτοῦ συναληθεύειν. ἐλλιπῶς δὲ εἴρηται ὁ συλλογισμός·2 ἔδει γὰρ πρὶν εἰπεῖν φάσις δὲ καὶ ἀπόφασις αἱ ἀντικείμεναι οὐχ ὑπάρχουσιν ἅμα τῷ αὐτῷ συναγαγεῖν τὸ ἄτοπον, ὅτι ὁ αὐτὸς ἄρα δύναται βαδίζειν καὶ οὐ δύναται βαδίζειν, εἶτα ἐπαγαγεῖν φάσις δὲ καὶ ἀπόφασις αἱ ἀντικείμεναι οὐχ ὑπάρχουσιν ἅμα τῷ αὐτῷ. πῶς δὲ συνάγεται τὸ ἄτοπον, εἴπομεν.

“因此,如果‘不能够行走’与‘能够不行走’表示同一个意思,那么这些至少将同时属于同一个事物;因为同一者既能够行走又能够不行走,既是善的知解者又是非善的知解者;但是相互对立的肯定与否定并不能同时属于同一个事物。” 在表明了说“能行走”与说“是能够行走的”毫无分别,且在否定命题的情形中也是如此——也就是说,无论是仅带着情态表达命题,还是将情态分解为分词与动词“是”——之后,他再次表明,换位肯定命题并非简单肯定命题的否定。他是通过归谬法来表明这一点的;因为他假设换位肯定命题与简单否定命题是同一的,并推论出由此产生的荒谬结论。因为,如果说“是能够行走的”之否定命题是那说“是能够不行走的”,那么由于公认“是能够行走的”之否定命题是说“不是能够行走的”这一自身也是简单的命题,而且按照假设,“是能够不行走的”也是同一命题的否定,因此两者表示同一意思,即说“不是能够行走的”与说“是能够不行走的”;因为两者都是同一个肯定命题,即“是能够行走的”之否定。因此,如果它们表示同一意思,那么在其中一个为真的地方,剩下的另一个显然也必然为真。但是,既然同一个人既可能能够行走又可能能够不行走,甚至这是必然的(因为凡在不行走时能够行走的人,显而易见也能够不行走;因为在被称为能够行走的时候,他实际上并没有行走),因此,如果两个命题在同一人身上同时为真,即简单的“能行走”与换位的“能不行走”,然而“能不行走”按照假设与“不能行走”表示同一意思(因为两者都是“能行走”的否定,一个是真实的,另一个是按假设的),那么“能行走”因此便与“不能行走”表示同一意思;因此矛盾命题在同一个事物上同时为真,而这是不可能的。这一不可能的结论之所以产生,是因为我们假设了“是能够不行走的”是“是能够行走的”之否定。因为“是能够不行走的”必然被归结为与“不是能够行走的”同一;但是“是能够行走的”与“是能够不行走的”同时为真;因此矛盾命题“不是能够行走的”将与“是能够行走的”同时为真,而这是不可能的。“因此,如果‘不能够行走’与‘能够不行走’表示同一个意思”:他说这话并非作为自己的观点,而是根据假设。因为如果“是能够不行走的”是“是能够行走的”之否定,而“是能够行走的”之否定是“不是能够行走的”,那么“是能够不行走的”与“不是能够行走的”便表示同一意思;因为两者都是同一事物的否定。因此,他说,它们也将在同一时刻属于同一个事物;因为如果它们是同一事物,它们也将在同一时刻属于同一个事物。而“这些至少将同时属于同一个事物”这句也可以被理解为与后文相联系而说的;因此他接着说“因为同一者既能够行走又能够不行走”;因为因果连接词“因为”正是此意。“但是相互对立的肯定与否定并不能同时属于同一个事物”,也就是说,矛盾命题不可能在同一个事物上同时为真。但是,这一推论是以省略的形式陈述的;因为在说“但是相互对立的肯定与否定并不能同时属于同一个事物”之前,本应当先得出这一荒谬结论:“因此同一者既能行走又不能行走”,然后再加上“但是相互对立的肯定与否定并不能同时属于同一个事物”。而这一荒谬结论是如何得出的,我们已经说明了。

语法注2 条
  1. 4.86δύναται δὲ τὸ ταὐτά γε ὑπάρξει ἅμα τῷ αὐτῷ πρὸς τὰ ἐφεξῆς λέγεσθαι

    引用句“ταὐτά γε ὑπάρξει ἅμα τῷ αὐτῷ”充当被动态不定词“λέγεσθαι”的主语,介词短语“πρὸς τὰ ἐφεξῆς”(与下文相联系)修饰“λέγεσθαι”。注疏者在此提出了对亚里士多德该句与后文因果从句之间连接关系的另一种句法解读。

  2. 4.86ἐλλιπῶς δὲ εἴρηται ὁ συλλογισμός

    副词“ἐλλιπῶς”(带有省略地、残缺地)修饰完成时被动态直陈式“εἴρηται”。它指出了亚里士多德在推论表述上的逻辑与句法跳跃(直接跳到矛盾律大前提而略去了中间得出的荒谬推论),注疏者随后用“ἔδει γὰρ πρὶν εἰπεῖν...”说明了应当补充的推论步骤。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:366.29-368.19