← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§366.3-366.28

模态命题类比与动词分解论证

注释亚里士多德《前分析篇》51b10–51b13,阐明为证明通过转置构成的肯定并非简单肯定的否定而提出的模态命题类比,并说明动词如何分解为“是”与分词,从而确立该类比的合理性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.84

" Λόγος δὲ τούτου ὅδε." Τουτέστιν ἀπόδειξις καὶ αἰτία. εἶτα ἐπάγει τὴν εἰρημένην ἡμῖν ἀναλογίαν· ἐπειδὴ γὰρ ἐπὶ τῆς ‘ἔστι λευκόν’ καὶ ‘ἔστιν οὐ λευκόν’ ἀσαφὴς ἦν ὁ λόγος, λαμβάνει μετὰ τρόπου ὁμοίως ἐχούσας καταφάσεις ἁπλᾶς τε καὶ ἐκ μεταθέσεως, ἃς ἤδη ἔφθημεν προεκθέμενοι,1 καὶ δείξας ὅτι ἐπ’ ἐκείνων οὐκ ἔστι τῆς ἁπλῆς καταφάσεως ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις, οὕτως τὸ ἀνάλογον καὶ ἐπὶ τῶν προκειμένων δείκνυσιν.

“而此事的理由如下。” 即证明与原因。随后他引出了我们已经说过的类比;因为既然在“是白”与“是非白”的情形下论述尚不明确,他便采纳了带有模态、具有相似关系的简单肯定与通过转置构成的肯定——这些我们此前已经先行列出——,并在指明在它们那里通过转置构成的肯定并非简单肯定的否定之后,如此这般地就眼下的论题也证明了类比的情形。

§4.85

"Τὸ γὰρ ἐπίσταται τὸ ἀγαθόν ἢ ἔστιν ἐπιστάμενος τὸ ἀγαθόν οὐδὲν διαφέρει." Ἐπειδὴ τὸ μὲν ‘ἔστι λευκόν’ καὶ ‘ἔστιν οὐ λευκόν’,2 περὶ ὧν ἡ σκέψις, τὸ ἔστιν εἶχε ῥῆμα, τὸ δὲ ‘δύναται βαδίζειν’ καὶ ‘δύναται μὴ βαδίζειν’ καὶ ‘ἐπίσταται τὸ ἀγαθόν’ καὶ ‘ἐπίσταται τὸ μὴ ἀγαθόν’ οὐκ εἶχον τὸ ἔστιν, ἐκ δὲ τῆς πρὸς ταῦτα ἀναλογίας δεῖξαι βούλεται ὅτι οὐκ ἔστι τῆς ἁπλῆς καταφάσεως τῆς ‘ἔστι λευκόν’ ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις ἡ ‘ἔστιν οὐ λευκόν’, ἵνα μή τις νομίσῃ ὅτι διὰ τὸ μὴ προσκεῖσθαι τὸ ‘ἔστι’, τούτου ἕνεκεν παραλογίζεται, τούτου χάριν βούλεται δεῖξαι ὅτι ἰσοδυναμεῖ τῷ τρόπῳ τὸ ‘ἔστι’. τὸ γὰρ λέγειν, φησίν, ἐπίσταται τὸ ἀγαθόν ταὐτόν ἐστι τῷ λέγειν ἔστιν ἐπιστάμενος τὸ ἀγαθόν· ὁμοίως καὶ τὸ δύναται βαδίζειν τῷ ἔστι δυνάμενος βαδίζειν· τὸ γὰρ ῥῆμα εἰς μετοχὴν καὶ τὸ ‘ἔστιν’ ἀναλύεται, ὥσπερ καὶ τὸ ‘Σωκράτης περιπατεῖ’ ταὐτόν ἐστι τῷ ‘Σωκράτης περιπατῶν ἐστιν’. ὥστε, φησί, καὶ τὰ ἀντικείμενα τὰ αὐτὰ ἔσται, τουτέστιν αἱ ἀποφάσεις αὐτῶν, λέγω δὴ τὸ οὐ δύναται βαδίζειν τῷ οὐκ ἔστι δυνάμενος βαδίζειν· τὸ γὰρ ‘δύναται’ ῥῆμα ἀνελύθη εἰς τὸ ‘ἔστι’ καὶ τὴν μετοχὴν τὴν ‘δυνάμενος’. ὡσαύτως καὶ τὸ ‘οὐκ ἐπίσταται τὸ ἀγαθόν’ ταὐτὸν ἔσται τῷ ‘οὐκ ἔστιν ἐπιστάμενος τὸ ἀγαθόν’.

“因为‘认识善’与‘是认识善的’毫无区别。” 由于作为考察对象的“是白”与“是非白”带有“是”这个动词,而“能行走”、“能不行走”、“认识善”与“认识非善”并不带有“是”,而他又意图从与这些例子的类比中证明,通过转置构成的肯定“是非白”并非简单肯定“是白”的否定,为了不让人以为他是因为没有附加“是”而在此事上犯了谬误推理,为此缘故,他意图指明“是”在力量上等同于模态。因为他说,说“认识善”与说“是认识善的”是同一回事;同样,“能行走”与“是能够行走的”也是如此;因为动词被分析为一个分词与“是”,正如“苏格拉底散步”与“苏格拉底是散步的”是同一回事一样。因此他说,对立的事物,即它们的否定,也将是同一回事,我是说“不能行走”与“不是能够行走的”[是同一回事];因为动词“能”被分析为“是”与分词“能够的”。同样,“不认识善”也将等同于“不是认识善的”。

语法注2 条
  1. 4.84ἃς ἤδη ἔφθημεν προεκθέμενοι

    动词 φθάνω 与分词 προεκθέμενοι 结合的惯用句型,意为“我们此前已先行列出”,指前一节(§4.83)中已经引入的命题范例。

  2. 4.85Ἐπειδὴ τὸ μὲν ‘ἔστι λευκόν’ καὶ ‘ἔστιν οὐ λευκόν’

    长句的句法结构:由 Ἐπειδὴ 引导的原因从句中嵌套了对比分句(τὸ μὲν ... τὸ δέ ...)以及目的从句(ἵνα μή ...),整个句子的主句为后文的 τούτου χάριν βούλεται δεῖξαι ὅτι ἰσοδυναμεῖ τῷ τρόπῳ τὸ ‘ἔστι’(“为此缘故,他意图指明‘是’在力量上等同于模态”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:366.3-366.28