- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:364.11-366.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
根据亚里士多德《前分析篇》51b5的引文,菲洛波庞通过与潜能和知识的类比,证明了转置肯定(如“是非白”)与标准的否定(“不是白”)并不相同。
" Διαφέρει δέ τι ἐν τῷ κατασκευάζειν ἢ ἀνασκευάζειν τὸ ὑπολαμβάνειν ἢ ταὐτὸν ἢ ἕτερον σημαίνειν τὸ μὴ εἶναι τόδε καὶ εἶναι μὴ τοῦτο.1" Διὰ τῶν νῦν παραδιδομένων τεχνῶσαι τὴν ἡμετέραν διάνοιαν ὁ φιλόσοφος βούλεται, ἵνα μὴ ἀπατώμεθα οἰόμενοι τὰς ἐκ μεταθέσεως καταφάσεις ἀποφάσεις εἶναι. πολλάκις γάρ τινος κατασκευάζοντος, ὅτι τόδε οὐ λευκόν ἐστιν, οἰηθείη ἄν τις ἀποφατικὸν εἶναι τὸ τοιοῦτον πρόβλημα· εἶτα ἀναλύειν πειρώμενος αὐτὸς ἑαυτῷ ἀπάτης ἔσται αἴτιος καὶ πλάνης ζητῶν τὴν ἀποφατικὴν πρότασιν δι’ ἧς τὸ τοιοῦτον συνῆκται πρόβλημα. οὐ δεῖ οὖν, φησίν, οἴεσθαι ὅτι ταὐτόν ἐστι τὸ εἰπεῖν ὅτι οὐκ ἔστι λευκὸν καὶ ὅτι ἔστιν οὐ λευκόν· τῆς γὰρ καταφάσεως τῆς λεγούσης ὅτι λευκόν ἐστιν οὐκ ἔστιν ἀπόφασις ἡ λέγουσα ὅτι οὐ λευκόν ἐστι· καὶ γὰρ αὕτη κατάφασίς ἐστιν ἐκ μεταθέσεως. καὶ ὅτι τοῦτο ἀληθές, δείκνυσιν ἐξ ἀναλογίας τῆς πρὸς τὰς προτάσεις τὰς μετὰ τρόπου. ὡς γὰρ ἔχει, φησί, τὸ ἔστι λευκόν πρὸς τὸ ἔστιν οὐ λευκόν, οὕτως ἔχει τὸ δύναται βαδίζειν πρὸς τὸ δύναται οὐ βαδίζειν· ὁ γὰρ τρόπος τῷ ἔστι τρίτῳ προσκατηγορουμένῳ ἰσοδυναμεῖ καὶ ὁμοίως τάττεται. πάλιν ὡς ἔχει τὸ ἔστι λευκόν πρὸς τὸ ἔστιν οὐ λευκόν, οὕτως ἔχει τὸ ἐπίσταται τὸ ἀγαθὸν πρὸς τὸ ἐπίσταται τὸ οὐκ ἀγαθόν. ἔστω οὖν τὸ μὲν ἔστι λευκὸν Α, τὸ δὲ ἔστιν οὐ λευκὸν Β, τὸ δύναται βαδίζειν Γ, τὸ δύναται οὐ βαδίζειν Δ, τὸ ἐπίσταται τὸ ἀγαθὸν Ε, τὸ ἐπίσταται τὸ οὐκ ἀγαθὸν Ζ. εἰ οὖν οὕτως ἔχει τὸ Α πρὸς τὸ Β, ὡς ἔχει τὸ Γ πρὸς τὸ Δ καὶ τὸ Ε πρὸς τὸ Ζ, εἰ μὴ εἴη τὸ Δ τοῦ Γ ἀπόφασις μηδὲ τὸ Ζ τοῦ Ε, οὐδ’ ἄρα τοῦ Α τὸ Β ἀπόφασις ἔσται. [Α ἔστι λευκόν, Β ἐστὶν οὐ λευκόν· τοῦ Α τὸ Β ἀπόφασις οὐκ ἔστι. Γ δύναται βαδίζειν, Δ δύναται οὐ βαδίζειν· τοῦ δύναται βαδίζειν τὸ δύναται οὐ βαδίζειν οὐκ ἔστιν ἀπόφασις. Ε ἐπίσταται τὸ ἀγαθόν, Ζ ἐπίσταται τὸ οὐκ ἀγαθόν.] τοῦ οὖν δύναται βαδίζειν οὐκ ἀπόφασις τὸ δύναται οὐ βαδίζειν· ἀμφότερα γὰρ συναληθεύει ἐπὶ τοῦ αὐτοῦ κατὰ τὸν αὐτὸν χρόνον· ὁ γὰρ αὐτὸς κατὰ τὸν αὐτὸν χρόνον δύναμιν ἔχει τοῦ βαδίζειν καὶ μὴ βαδίζειν. βαδίζειν μὲν γὰρ καὶ μὴ βαδίζειν τὸν αὐτὸν κατὰ τὸν αὐτὸν χρόνον ἀδύνατον· ὑπάρχειν γὰρ καὶ μὴ ὑπάρχειν τὸ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον τῷ αὐτῷ ἀδύνατον. δύνασθαι μέντοι τὰ ἀντικείμενα τὸν αὐτὸν κατὰ τὸν αὐτὸν χρόνον ἐνδέχεται ἐπὶ τῆς ἐνδεχομένης ὕλης· τοιοῦτον γάρ ἐστι τὸ ἐνδεχόμενον, “οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ”.2 εἰ τοίνυν τὸ μὲν Γ καὶ Δ ἅμα τῷ αὐτῷ ἐνδέχεται παρεῖναι, κατάφασιν δὲ καὶ ἀπόφασιν ἅμα τῷ αὐτῷ κατὰ τὸ αὐτὸ παρεῖναι τῶν ἀδυνάτων ἐστίν, οὐκ ἄρα ἐστὶ τοῦ Γ τὸ Δ ἀπόφασις. οὕτως δὲ εἶχε τὸ Α πρὸς τὸ Β, ὡς ἔχει καὶ τὸ Γ πρὸς τὸ Δ· οὐδὲ τὸ Β ἄρα τοῦ Α ἀπόφασίς ἐστι, λέγω δὴ τοῦ ἔστι λευκόν τὸ ἔστι οὐ λευκόν. ὡσαύτως καὶ ἐπὶ τοῦ ἐπίσταται τὸ ἀγαθόν, ἐπίσταται τὸ οὐκ ἀγαθόν· οὐ γάρ ἐστι τοῦ ἐπίσταται τὸ ἀγαθόν ἀπόφασις τὸ ἐπίσταται τὸ οὐκ ἀγαθόν· ἅμα γὰρ τῷ αὐτῷ παρεῖναι ἀμφότερα ἐνδέχεται· ὁ αὐτὸς γὰρ καὶ τὸ ἀγαθὸν ἐπίστασθαι δύναται καὶ τὸ οὐκ ἀγαθόν, ἐπειδὴ καὶ τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη. ὥστε εἰ μή ἐστι τοῦ Ε τὸ Ζ ἀπόφασις, οὐδὲ τοῦ Α τὸ Β ἂν εἴη ἀπόφασις· οὐκ ἄρα τοῦ ἔστι λευκόν ἀπόφασίς ἐστι τὸ ἔστιν οὐ λευκόν, ὅπερ ἔδει δεῖξαι. δέδεικται γὰρ ἐν τῷ Περὶ ἑρμηνείας ὅτι οὐκ ἄλλως ἀπόφασις γίνεται ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου προτάσεων, εἰ μὴ τῷ ἔστι τὸ ἀρνητικὸν συνταχθῇ μόριον. τοῦτο γάρ ἐστι τὸ τὴν κατάφασιν ἐργαζόμενον· ὅπερ εἰ μὴ ἡ ἄρνησις ἀνέλῃ, οὐ γενήσεται ἀπόφασις, ὥσπερ καὶ ἐπὶ τῶν μετὰ τρόπου προτάσεων τὸν τρόπον·3 ἰσοδυναμεῖ γὰρ τῷ ἔστιν ὁ τρόπος. εἰ οὖν τοῦ ἔστι λευκόν μή ἐστιν ἀπόφασις τὸ ἔστιν οὐ λευκόν, κατάφασις ἂν εἴη καὶ αὐτὸ ἐκ μεταθέσεως. ἔστιν οὖν τῆς μὲν ‘ἔστι λευκόν’ ἀπόφασις ἡ ‘οὐκ ἔστι λευκόν’, τῆς δὲ ‘ἔστιν οὐ λευκόν’ ἡ ‘οὐκ ἔστιν οὐ λευκόν’.
“在确立或反驳中,认为‘不是这’与‘是非这’意味着相同的事物还是不同的事物,具有某种差别。” 通过现在所传授的知识,哲学家意图训练我们的理智,以免我们因以为通过转置构成的肯定是否定而受骗。因为常常有人在确立“这是非白的”时,可能会有人认为这样的问题命题是否定的;随后在试图分析它时,他会通过寻找由此得出这种问题命题的否定前提,而使自己成为自欺和错谬的原因。因此他说,绝不可认为说“不是白”和说“是非白”是同一回事;因为说“是白”的肯定的否定,并不是说“是非白”的那句话;因为后者也是通过转置构成的肯定。为了说明这是真实的,他从与含模态的前提的类比中证明了这一点。因为他说,正如“是白”对“是非白”的关系,同样“能行走”对“能不行走”也是如此;因为模态等同于作为第三谓项附加的“是”的力量,并且受到相似的配置。又如“是白”对“是非白”的关系,同样“认识善”对“认识非善”也是如此。那么,设“是白”为Α,“是非白”为Β,“能行走”为Γ,“能不行走”为Δ,“认识善”为Ε,“认识非善”为Ζ。因此,如果Α对Β的关系正如Γ对Δ以及Ε对Ζ的关系一样,且如果Δ不是Γ的否定,Ζ也不是Ε的[否定],那么Β也就不是Α的否定。[Α是“是白”,Β是“是非白”;Β不是Α的否定。Γ是“能行走”,Δ是“能不行走”;“能不行走”不是“能行走”的否定。Ε是“认识善”,Ζ是“认识非善”。]因此,“能行走”的否定并不是“能不行走”;因为二者在同一时刻对同一者同时为真;因为同一个人在同一时刻具有行走和不行走的潜能。因为同一个人在同一时刻行走与不行走是不可能的;因为同一事物在同一时刻既属于又不属于同一者是不可能的。然而,同一个人在同一时刻对相反的事物具有潜能,在偶然的质料上是可能的;因为偶然的事物乃是这样的:“在其不是必然的、但被设定时,没有任何不可能的结果随之而来”。因此,如果Γ和Δ可能同时出现于同一者,而肯定与否定在同一时刻依同一方面同时出现于同一者属于不可能之事,那么Δ就不是Γ的否定。而Α对Β的关系正是Γ对Δ的关系;因此Β也不是Α的否定,我是说“是非白”不是“是白”的否定。在“认识善”与“认识非善”的情形下同样如此;因为“认识非善”不是“认识善”的否定;因为二者可能同时出现于同一个人;因为同一个人既能认识善也能认识非善,因为关于相反事物的知识是单一的。因此,如果Ζ不是Ε的否定,Β也不会是Α的否定;所以“是非白”不是“是白”的否定,此即所要证明的。因为在《解释篇》中已经证明,在附加第三谓项的前提中,除非否定词与“是”连用,否则不会产生否定。因为正是这〔即“是”〕构成了肯定;除非否定词取消了它,否则不会产生否定,正如在含模态的前提中[否定词取消]模态一样;因为模态等同于“是”的力量。因此,如果“是非白”不是“是白”的否定,它自身也当是通过转置构成的肯定。所以,“是白”的否定是“不是白”,而“是非白”的[否定]是“不是非白”。
- 4.83τὸ μὴ εἶναι τόδε καὶ εἶναι μὴ τοῦτο
句法上的对比在于:否定词 μὴ 直接否定动词 εἶναι 的否定命题 τὸ μὴ εἶναι τόδε(“不是这”),与 μὴ 结合谓词名词 τοῦτο 构成转置肯定(κατάφασις ἐκ μεταθέσεως)的 εἶναι μὴ τοῦτο(“是非这”)。
- 4.83οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ
引用亚里士多德关于偶然(可能)的定义。属格关系代词 οὗ 统辖两个独立属格短语(μὴ ὄντος ἀναγκαίου“虽非必然”与 τεθέντος δέ“但被设定时”),构成通往主句 οὐδὲν ἀδύνατον ἀκολουθεῖ(“没有任何不可能随之而来”)的双重条件结构。
- 4.83ὥσπερ καὶ ἐπὶ τῶν μετὰ τρόπου προτάσεων τὸν τρόπον
根据前一从句 ὅπερ εἰ μὴ ἡ ἄρνησις ἀνέλῃ(“除非否定词取消这一点”),此处承前省略了动词 ἀνέλῃ(“取消”),宾格 τὸν τρόπον 作其宾语(“正如在模态命题中[否定词取消]模态一样”)。
