← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§362.21-364.10

诸格的相互还原与Baroco和Bocardo的例外

注疏者阐释了亚里士多德关于诸格之间通过前提换位进行相互还原的总结规则,整理了各格之间转换时前提的换位方法,并确认了为何Baroco和Bocardo无法还原为任何其他格而只能通过归谬法得以证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.81

" Φανερὸν δὲ ὅτι καὶ πρὸς τὸ ἀναλύειν εἰς ἄλληλα τὰ σχήματα ἡ πρὸς τῷ ἐλάττονι ἄκρῳ πρότασις ἀντιστρεπτέα ἐν ἀμφοτέροις τοῖς σχήμασι." Τουτέστιν τὸ πρῶτον καὶ τρίτον σχῆμα· περὶ τούτων γὰρ νῦν τὸν λόγον ποιεῖται. εἴτε οὖν, φησίν, ἐκ τοῦ πρώτου εἰς τὸ τρίτον μεταλαβεῖν βουλόμεθα τὰς προτάσεις εἴτε ἀνάπαλιν, πάντως τὴν ἐλάττονα ἀνάγκη ἀντιστρέφειν. ἐπὶ μὲν γὰρ τοῦ πρώτου ἀδύνατον ἦν τὴν μείζονα ἀντιστραφῆναι· οὕτω γὰρ τὸ δεύτερον γίνεται σχῆμα. ὁ γὰρ μέσος τοῦ ἐλάττονος κατηγορεῖτο· ἀντιστραφείσης οὖν τῆς μείζονος προτάσεως συμβήσεται καὶ τοῦ μείζονος αὐτὸν κατηγορεῖσθαι· τοῦτο δὲ ἦν τὸ δεύτερον σχῆμα. εἰ δὲ ἀμφότεραι ἦσαν κατηγορικαί, δεύτερόν τε σχῆμα πάλιν ἐγίνετο καὶ κατὰ ἀμφότερα ἀσυλλόγιστον· ἥ τε γὰρ μείζων μερική, καὶ ἔτι ἀμφότεραι κατηγορικαί. μόνως οὖν ἡ ἐλάττων ἀντιστρεπτέα. ὁμοίως καὶ εἰ ἐκ τοῦ τρίτου εἰς τὸ πρῶτον μεταλαβεῖν θελήσομεν. εἰ γὰρ ἡ μείζων ἀντιστραφείη, ἀποφατικὴ μὲν οὖσα ἀσυλλόγιστον ποιήσει τὸ πρῶτον σχῆμα· εἰς ἐλάττονα γὰρ μετατεθήσεται ἐκ μείζονος, καὶ ἔσται ἐν πρώτῳ σχήματι ἡ ἐλάττων ἀποφατική. οἷον εἰ τὸ Α οὐδενὶ τῷ Γ, τὸ δὲ Β παντί· εἰ οὖν ἀντιστραφείη ἡ ΑΓ, ἔσται τὸ μὲν Β παντὶ τῷ Γ, τὸ δὲ Γ οὐδενὶ τῷ Α· ἀποφατικὴ οὖν ἡ ἐλάττων. εἰ δὲ εἴη ἡ ΒΓ μερικὴ καταφατική, ἔσται καὶ πρὸς τῷ πρώτῳ ἕτερόν τι ἄτοπον, τὸ καὶ τὴν μείζονα μερικὴν εἶναι. εἰ δὲ καταφατικὴ εἴη καθόλου ἡ ΑΓ, δυνατὸν μὲν συναγαγεῖν ὅτι τὸ Β τινὶ τῷ Α καὶ ἀντιστρέψαι ὥστε καὶ τὸ Α τινὶ τῷ Β, ἀλλὰ περιττὸν δύο δεηθῆναι ἀντιστροφῶν ἐξὸν τὴν ἐλάττονα ἀντιστρέψαντα ἀρκεσθῆναι.1 εἰ δὲ μερικὴ εἴη ἡ ΒΓ καὶ ἀντιστραφείη ἡ ΑΓ, ἀμφότεραι ἔσονται μερικαί, ὅπερ ἐστὶν ἀδύνατον. μόνως ἄρα ἐν τῇ μεταβάσει τοῦ πρώτου εἰς τὸ τρίτον καὶ τοῦ τρίτου εἰς τὸ πρῶτον τὴν ἐλάττονα ἀντιστρεπτέον. εἰ δὲ ἐκ τοῦ πρώτου εἰς τὸ δεύτερον γίνεται ἡ μετάβασις, πάντως ἡ μείζων ἀντιστρέφεται· αὕτη γάρ ἐστιν ἡ ἀποφατική. τὴν δὲ ἐλάττονα ἀδύνατον, ἐπεὶ τὸ τρίτον γίνεται σχῆμα. ὁμοίως καὶ εἰ ἐκ τοῦ δευτέρου εἰς τὸ πρῶτον γίνοιτο ἡ μετάβασις, ἡ μείζων ἀντιστραφήσεται πλὴν ἑνὸς τρόπου, τοῦ ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς· ἀντιστραφείσης γὰρ τῆς μείζονος μερικὴ γίνεται ἐν πρώτῳ σχήματι, ὅπερ ἐστὶν ἀδύνατον. ἀντιστρέφεται οὖν ἡ ἐλάττων μετὰ τῆς τῶν ὅρων δυνάμεως·2 εἶτα τοῦ συμπεράσματος ἀντιστραφέντος γίνεται τὸ ἐξ ἀρχῆς. εἰ δὲ ἐκ τοῦ δευτέρου εἰς τὸ τρίτον ἢ ἐκ τοῦ τρίτου εἰς τὸ δεύτερον μετάβασις γίνοιτο, ἀμφοτέρας δεῖ ἀντιστρέψαι τὰς προτάσεις. καὶ ἡ αἰτία δήλη· ἀντιπεπονθότως γὰρ ἔχει ἐν τούτοις ὁ μέσος· ἐν μὲν γὰρ τῷ δευτέρῳ ἀμφοτέρων τῶν ἄκρων κατηγορεῖται, ἐν δὲ τῷ τρίτῳ ἀμφοτέροις ὑπόκειται· τὸν οὖν ἀμφοτέροις ὑποκείμενον ἀδύνατον ἀμφοτέρων κατηγορηθῆναι μὴ ἀμφοτέρων ἀντιστραφεισῶν τῶν προτάσεων· ὁμοίως καὶ εἰ τὸν ἀμφοτέρων κατηγορούμενον δεήσει ἀμφοτέροις ὑποκεῖσθαι.

“同样明显的是,为了将诸格互相还原,在两个格中朝向小极端项的前提都必须换位。” 也就是说,第一格和第三格;因为他现在论述的是关于这些格。他说,因此,无论我们是希望把诸前提从第一格转换到第三格,还是反过来,在任何情况下都必然要换位小前提。因为在第一格的情形下,大前提是不可能被换位的;因为这样一来就会产生第二格。因为中项原是小项的谓项;因此若大前提被换位,结果就会是它也成为大项的谓项;而这就是第二格。但如果两个前提都是肯定命题,不仅会再次产生第二格,而且在两个方面都是不能构成推论的;因为大前提变成了特称,而且两个前提都是肯定命题。因此,唯有小前提必须换位。同样,如果我们想要从第三格转换到第一格,情况也是如此。因为如果大前提被换位,若它是否定命题,就会使第一格不能构成推论;因为它将从大前提转变为小前提,并且在第一格中小前提将成为否定命题。例如,如果Α不属于任何Γ,而Β属于一切[Γ];那么如果ΑΓ被换位,Β将属于一切Γ,而Γ不属于任何Α;因此小前提是否定命题。但如果ΒΓ是特称肯定命题,那么除了第一个荒谬之外还会产生另一个荒谬,即大前提也将是特称的。另一方面,如果ΑΓ是全称肯定命题,虽然可以得出结论说Β属于某个Α并进行换位从而使得Α也属于某个Β,但在本来可以通过换位小前提即可满足的情况下,需要两次换位是多余的。但如果ΒΓ是特称命题而ΑΓ被换位,两个前提都将成为特称命题,这是不可能的。因此,在从第一格到第三格以及从第三格到第一格的转换中,唯有小前提必须换位。但如果转换是从第一格到第二格进行的,在任何情况下都要换位大前提;因为这是否定前提。但小前提是不可能的,因为那样就会产生第三格。同样,如果转换是从第二格到第一格进行的,大前提将被换位,除了一种式之外,即由全称肯定大前提和全称否定小前提构成的式;因为当大前提被换位时,它在第一格中会变成特称命题,这是不可能的。因此,小前提伴随着诸项功能[的互换]而被换位;然后,随着结论被换位,就生成了最初的[结论]。但如果转换是从第二格到第三格,或从第三格到第二格进行的,就必须换位两个前提。原因很清楚;因为中项在这些格中处于互逆的地位;因为在第二格中它作为两极端项的谓项,而在第三格中它作为两极端项的主项;因此,除非两个前提都被换位,否则作为两者主项的项不可能成为两者的谓项;同样,如果作为两者谓项的项必须成为两者的主项,情况也是如此。

§4.82

"Φανερὸν οὖν ὅτι οἱ αὐτοὶ συλλογισμοὶ οὐκ ἀναλύονται ἐν τούτοις τοῖς σχήμασιν οἵπερ οὐδ’ εἰς τὸ πρῶτον ἀνελύοντο." Ἐν τούτοις, τῷ τε τρίτῳ καὶ τῷ δευτέρῳ. συλλογισμοὶ δὲ ὁ τέταρτος τρόπος τοῦ δευτέρου καὶ ὁ πέμπτος τοῦ τρίτου· οὐδέτερος γὰρ τούτων εἰς οὐδὲν τῶν λοιπῶν σχημάτων ἀναλυθῆναι ἐδύνατο. διόπερ καὶ μόνοι δι’ ἀδυνάτου ἐδείκνυντο συλλογιστικοὶ ὄντες, τῷ μὴ δύνασθαι ἀναλύεσθαι εἰς τὸ πρῶτον,3 τῶν ἄλλων πάντων τρόπων τῇ εἰς τὸ πρῶτον ἀναγωγῇ περαινόντων τὸ ἀναγκαῖον.

“由此可见,正是那些未能还原为第一格的推论,同样不能在这些格中还原。” “在这些格中”,即在第三格和第二格中。而“推论”是指第二格的第四个式和第三格的第五个式;因为这两者都不能被还原为其余格中的任何一个。正因如此,唯独它们由于不能被还原为第一格,才通过不可能法被证明是构成推论的,而所有其他式都通过还原为第一格来达成其必然性。

语法注3 条
  1. 4.81ἐξὸν τὴν ἐλάττονα ἀντιστρέψαντα ἀρκεσθῆναι

    非人称动词ἔξεστι的宾格绝对分词ἐξόν支配不定式短语ἀρκεσθῆναι,表示让步(“在……本来是可能的情况下”)。分词ἀντιστρέψαντα与不定式的隐含泛指主语一致,作阳性单数宾格。

  2. 4.81μετὰ τῆς τῶν ὅρων δυνάμεως

    承接前文(§4.78、§4.80)中出现的“交换两极端项的功能(τὴν δύναμιν τῶν ἄκρων τῶν ὅρων ἀμείψαντες / ἀντιμεταλαβόντες)”之简略表达,意为“伴随着诸项功能[的互换]”。这指的是在将Camestres还原为Celarent时,不仅要换位小前提,还需对调大项与小项的角色。

  3. 4.82τῷ μὴ δύνασθαι ἀναλύεσθαι εἰς τὸ πρῶτον

    带冠词的不定式与格(τῷ δύνασθαι)连同否定词μή,表原因(“因其不能被还原为第一格”),解释了主句被动动词ἐδείκνυντο的原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:362.21-364.10