← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§361.14-362.20

Camestres与Disamis向第一格的还原

斐洛庞奴斯顺循亚里士多德的文本,阐明并非所有格中的式都能相互还原,并解释了如何通过对换极端项的功能以及换位结论,将第二格的式(Camestres)与第三格的式(Disamis)还原为第一格。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.76

" Ἔσται δὲ φανερὸν ἐν τοῖς ἑπομένοις." Ὅτι οὐ πάντας ἐνδέχεται ἀνάγειν εἰς πάντα τὰ σχήματα, φανερὸν ἔσται, φησί, διεξιόντων ἡμῶν πάντας τοὺς ἐν τοῖς σχήμασι τρόπους· ἐπεξέρχεται γὰρ ἑκάστῳ, καὶ δείξει ὅτι τὸν ἐν τῷ δευτέρῳ τέταρτον τρόπον καὶ ἐν τῷ τρίτῳ πέμπτον ἀδύνατον εἰς ἕτερον ἀναλῦσαι σχῆμα. σαφῶς οὖν πᾶσιν ἐπεξέρχεται. καὶ δῆλά ἐστι τὰ τῆς λέξεως.

“这在接下来的论述中将变得清楚。” 他说,并非所有的推论都能还原为所有的格,这将在我们详尽考察诸格中的一切式时变得清楚;因为他对每一个式都进行了考察,并将证明第二格的第四个式和第三格的第五个式不可能还原为另一个格。因此他清楚地考察了所有的式。而字面文句的意义是明白的。

§4.77

"Τῶν δ’ ἐν μέρει θάτερος μόνος." Εἴπομεν ποίους, ὅτι ὁ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς καὶ τῆς ἐλάττονος μερικῆς καταφατικῆς· ὁ μέντοι τέταρτος ὁ ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς ἀποφατικῆς οὔ.

“而在特称的诸式中,只有其中一个。” 我们已经说明了是哪一种:即由全称否定大前提和特称肯定小前提构成的式;然而,由全称肯定大前提和特称否定小前提构成的第四个式则不能[还原]。

§4.78

"Ἐὰν δὲ τὸ μὲν κατηγορικὸν ᾖ πρὸς τῷ Β, τὸ δὲ στερητικὸν πρὸς τῷ Γ, πρῶτον ὅρον θετέον τὸ Γ." Τουτέστιν ἐὰν ἡ μείζων ᾖ καταφατική, ἡ δὲ ἐλάττων ἀποφατική, ἄμφω δὲ καθόλου δηλονότι (περὶ τούτων γὰρ ὁ λόγος), οὐκ ἄλλως ἀναχθήσεται εἰς τὸ πρῶτον σχῆμα ἢ τὴν δύναμιν τῶν ἄκρων τῶν ὅρων ἀμειψάντων ἡμῶν,1 τουτέστι τὸν μὲν μείζονα ἐλάττονα ποιησάντων, οἷον τὸ Β, τὸν δὲ ἐλάττονα, λέγω δὴ τὸ Γ, μείζονα. ἀντιστραφείσης γὰρ τῆς ἀποφατικῆς καὶ τοῦ πρώτου γενομένου σχήματος συνάγεται μὲν ὅτι τὸ Γ οὐδενὶ τῶν Β· διὰ δὲ τὸ ἀντιστρέφειν τὸ στερητικὸν καθόλου ἀντιστραφέντος τοῦ συμπεράσματος γίνεται τὸ ἐξ ἀρχῆς, ὅτι οὐδὲ τὸ Β οὐδενὶ τῶν Γ· τοῦτο γὰρ ἐν τῷ δευτέρῳ συνηγμένον ἦν.

“但如果肯定的一方朝向Β,而否定的一方朝向Γ,就必须将Γ设为第一项。” 也就是说,如果大前提是肯定,小前提是否定,并且显然两者都是全称(因为论述是关于这些的),那么除非我们交换两个极端项的功能,也就是说把大项(例如Β)变成小项,而把小项(即Γ)变成大项,否则它就不能被还原为第一格。因为当否定前提被换位且生成第一格时,固然得出结论说Γ不属于任何Β;但由于全称否定命题可以换位,在结论被换位时,就生成了最初的结论,即Β也不属于任何Γ;因为这曾是在第二格中得出的结论。

§4.79

"Οὔτε γὰρ ἐπιδέχεται ἀντιστροφὴν τὸ ΑΒ, οὔτε γενομένης ἔσται συλλογισμός." Ἡ καθόλου, φησί, καταφατική (αὕτη γάρ ἐστιν ἡ ΑΒ, ἥτις μείζων ἦν) πρῶτον μὲν πρὸς οὐδεμίαν ἀντιστρέφει.2 εἰ δὲ ὅλως, καθὸ δύναται ἀντιστρέφεσθαι, ἀντιστρέφει, λέγω δὴ πρὸς τὴν μερικὴν καταφατικήν, ὥστε τὸ Β τινὶ τῷ Α ὑπάρχειν, μερικὴ γενήσεται ἡ μείζων καὶ ἀσυλλόγιστος ὁ τρόπος.

“因为ΑΒ既不接受换位,而且即使进行了换位,也不会产生推论。” 他说,全称肯定命题(因为这就是曾作为大前提的ΑΒ)首先根本不能换位为任何[全称命题]。但如果它终归依其能够换位的方式进行换位——我是指换位为特称肯定命题,从而使得Β属于某个Α——大前提就会变成特称,而该式也将是不构成推论的。

§4.80

"Ἐὰν δὲ τὸ μὲν Β παντὶ τῷ Γ, τὸ δὲ Α τινὶ τῷ Γ, πρῶτον ὅρον θετέον τὸ Β." Τουτέστιν ἐὰν ἀμφοτέρων οὐσῶν καταφατικῶν ἡ ἐλάττων εἴη καθόλου, δεῖ πάλιν ὥσπερ καὶ πρότερον τὴν δύναμιν τῶν ὅρων ἀντιμεταλαβόντα [καὶ] τὸν μὲν ἐλάττονα μείζονα θεῖναι τὸν δὲ μείζονα ἐλάττονα καὶ συμπερᾶναι μὲν ὅτι τὸ Β τινὶ τῶν Α, ἀντιστρέψαντα δὲ τὸ συμπέρασμα, ὅτι καὶ τὸ Α τινὶ τῶν Β, τὸ προκείμενον ἐξ ἀρχῆς συναγαγεῖν.3

“但如果Β属于一切Γ,而Α属于某个Γ,就必须将Β设为第一项。” 也就是说,如果两个前提都是肯定命题且小前提是全称的,就必须再次像此前一样,通过对换诸项的功能,将小项设为大项,将大项设为小项,并得出结论说Β属于某个Α,然后通过换位结论——即Α也属于某个Β——从而推导得出最初提出的结论。

语法注3 条
  1. 4.78ἢ τὴν δύναμιν τῶν ἄκρων τῶν ὅρων ἀμειψάντων ἡμῶν

    这是由 οὐκ ἄλλως... ἢ(“除……之外不能”)引出的独立属格结构。在否定主句之后,连词 ἤ 引出此独立属格短语,用来表示实现向第一格还原的唯一条件(即对换大项与小项的角色)。

  2. 4.79πρὸς οὐδεμίαν ἀντιστρέφει

    在 πρὸς οὐδεμίαν 之后按上下文需补充 πρότασιν(“命题”)。由于全称肯定命题不能简单换位为同等分量的全称命题,故此处指其“不能换位为任何[全称命题]”。紧随其后的对比 εἰ δὲ ὅλως... πρὸς τὴν μερικὴν καταφατικήν(“但如果终归换位……换位为特称肯定”)清楚地表明了此意。

  3. 4.80δεῖ πάλιν ὥσπερ καὶ πρότερον τὴν δύναμιν τῶν ὅρων ἀντιμεταλαβόντα [καὶ] τὸν μὲν ἐλάττονα μείζονα θεῖναι τὸν δὲ μείζονα ἐλάττονα καὶ συμπερᾶναι μὲν ὅτι τὸ Β τινὶ τῶν Α, ἀντιστρέψαντα δὲ τὸ συμπέρασμα, ὅτι καὶ τὸ Α τινὶ τῶν Β, τὸ προκείμενον ἐξ ἀρχῆς συναγαγεῖν

    由非人称动词 δεῖ 统辖的长句结构。不定式 θεῖναι、συμπερᾶναι 和 συναγαγεῖν 的逻辑主语假定为宾格(泛指的“人”),分词 ἀντιμεταλαβόντα 与 ἀντιστρέψαντα 与之呼应,采用阳性单数宾格形式。这两个分词短语构成了表达后续不定式动作之前提手段的核心骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:361.14-362.20