← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§360.1-361.13

通过换位将推论还原至其他格

注解亚里士多德《前分析篇》50b5,论述了凡是在多个格中均可证明的论题,都可以通过前提或结论的换位还原到其他格中,并针对各命题类型以及各个格中的不同格式作了具体的分析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.75

" Ὅσα δὲ ἐν πλείοσι σχήμασι δείκνυται τῶν προβλημάτων, ἐὰν ἐν θατέρῳ συλλογισθῇ, ἔστιν ἀναγαγεῖν τὸν συλλογισμὸν εἰς θάτερον." Διδάσκει διὰ τούτων ὅτι οὐ πάντως ἀνάγκη τὴν ἀνάλυσιν τῶν συλλογισμῶν εἰς τοῦτο ποιεῖσθαι τὸ σχῆμα ἐν ᾧ καὶ ὁ συλλογισάμενος τὸν συλλογισμὸν ἔπλεξεν, ἀλλ’ ὅσα τῶν προβλημάτων ἐν πλείοσι περαίνεται σχήμασιν, ἀδιάφορον ταῦτα εἰς ὁποιονοῦν ἀναγαγεῖν. οἷον τὸ μὲν καθόλου καταφατικὸν μόνως ἐν πρώτῳ δείκνυται· οὐκοῦν ὅταν τις καθόλου καταφατικὸν συλλογίσηται πρόβλημα, ἀνάγκη εἰς τὸ πρῶτον μόνον τὴν ἀνάλυσιν ποιεῖσθαι. τὸ δὲ καθόλου ἀποφατικὸν καὶ διὰ τοῦ πρώτου περαίνεται καὶ διὰ τοῦ δευτέρου· εἴτε οὖν διὰ τοῦ πρώτου συλλελόγισται, δυνατὸν καὶ εἰς τὸ δεύτερον ἀνάγειν διὰ τοῦ ἀντιστρέφειν τὴν ἀποφατικὴν πρότασιν, εἴτε ἐν τῷ δευτέρῳ, τὸν αὐτὸν τρόπον 〈εἰς τὸ πρῶτον〉, εἰ καὶ ἔστιν ὅτε καὶ τῆς τοῦ συμπεράσματος ἀντιστροφῆς δεόμεθα,1 ὡς ὅταν ἐν δευτέρῳ σχήματι ἡ ἐλάττων ἀποφατικὴ ὑπάρχῃ. εἰς τὸ τρίτον δὲ οὐδαμῶς ἔστιν ἀνάγειν οὐδὲν τῶν καθόλου, διότι πάντα μερικὰ ἐν τρίτῳ συνάγεται. τὸ δὲ μερικὸν καταφατικὸν ἔν τε τῷ πρώτῳ καὶ τῷ τρίτῳ ἐνδέχεται ἀναλύειν. εἴτε γὰρ ἐν τῷ πρώτῳ συλλελόγισται, τῆς ἐλάττονος ἀντιστραφείσης γίνεται τὸ τρίτον σχῆμα· οἷον εἰ τὸ Α παντὶ τῷ Β, τὸ δὲ Β τινὶ τῷ Γ· τῆς γὰρ ΒΓ ἀντιστραφείσης, λέγω ὅτι τὸ Γ τινὶ τῷ Β, τὸ τρίτον γίνεται σχῆμα. ὁμοίως δὲ καὶ εἰ ἐν τῷ τρίτῳ συλλελόγισται, πάλιν διὰ τῆς ἀντιστροφῆς τὸ πρῶτον γενήσεται. τὸ δὲ μερικὸν ἀποφατικὸν ἐν πᾶσι δείκνυται τοῖς σχήμασιν, ὥστε καὶ εἰς πάντα τὰ σχήματα αὐτὸ ἀναλύειν ἐνδέχεται χωρὶς τοῦ τετάρτου τρόπου τοῦ δευτέρου σχήματος καὶ τοῦ πέμπτου τοῦ τρίτου δι’ ἣν εἰρήκαμεν πολλάκις αἰτίαν· τοὺς γὰρ οὕτω συλλελογισμένους οὐκ ἐνδέχεται εἰς τὸ πρῶτον ἀναγαγεῖν σχῆμα. καὶ καθόλου φημὶ ὅτι τοὺς μὲν ἐν τῷ πρώτῳ ἀποφατικοὺς καὶ εἰς τὸ δεύτερον ἔστιν ἀναλύειν σχῆμα καὶ τοὺς μερικοὺς καὶ εἰς τὸ τρίτον, τοὺς δὲ ἐν τῷ δευτέρῳ ἀποφατικοὺς ὄντας πάντας εἰς τὸ πρῶτον χωρὶς τοῦ τετάρτου τρόπου. εἰς δὲ τὸ τρίτον ὅτι τοὺς μὲν καθόλου οὐκ ἐνδέχεται, πρόδηλον· οὐδὲν γὰρ καθόλου ἐν τῷ τρίτῳ δείκνυται. τῶν δὲ μερικῶν τὸν ἕτερον μόνον τὸν τρίτον τὸν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς·2 ἀμφοτέρων γὰρ ἀντιστραφεισῶν τῶν προτάσεων γίνεται τὸ τρίτον σχῆμα. οἷον εἰ τὸ Α τῷ μὲν Β οὐδενὶ τῷ δὲ Γ τινί· δῆλον γὰρ ὅτι ἑκατέρας ἀντιστρεφομένης τό τε Β οὐδενὶ τῷ Α καὶ τὸ Γ τινί. ὁ δὲ λοιπὸς οὐκέτι ὁ ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς ἀποφατικῆς· οὔτε γὰρ ἡ μερικὴ ἀποφατικὴ ἀντιστρέφει, ἥ τε καθόλου καταφατική, εἰ ἀντιστραφείη, μερικὴ γίνεται. πάλιν τοὺς ἐν τῷ τρίτῳ τοὺς μὲν καταφατικοὺς πάντας εἰς τὸ πρῶτον ἀναλύσεις· τοὺς δὲ ἀποφατικοὺς χωρὶς τοῦ πέμπτου τρόπου τοὺς λοιποὺς δύο εἰς ἀμφότερα ἀνάξεις τὰ σχήματα, τὸ πρῶτόν φημι καὶ τὸ δεύτερον, ἀλλ’ εἰς μὲν τὸ πρῶτον θατέραν τῶν προτάσεων ἀντιστρέφων, εἰς δὲ τὸ δεύτερον ἀμφοτέρας. οἷον ἔστω ἡ μὲν μείζων ἀποφατική, ἡ δὲ ἐλάττων καταφατική, ἄμφω καθόλου· τῷ γὰρ Β οὐδενὶ τὸ Α, τὸ δὲ Γ παντί, ὥστε καὶ τὸ Β τινὶ τῶν Γ, καὶ γίνεται τὸ πρῶτον σχῆμα· ἐὰν δὲ καὶ τὴν ΒΑ ἀντιστρέψω λέγων ὅτι τῷ Α οὐδενὶ τὸ Β, ἔσται τὸ δεύτερον. ὁμοίως καὶ ἐπὶ τοῦ ἑτέρου τρόπου τοῦ τὴν ἐλάττονα μερικὴν ἔχοντος καταφατικὴν πάλιν τῆς μὲν καταφατικῆς ἀντιστραφείσης γίνεται τὸ πρῶτον σχῆμα, ἀμφοτέρων δὲ τὸ δεύτερον.

“在诸问题中,凡是在多个格中得到证明的问题,如果已在其中一个格中得出推论,就可以把该推论还原为另一个格。” 通过这些话他指出,推论的还原绝非必然要归入进行推论者编织该推论的那个格中;相反,凡是在多个格中得出结论的论题,将它们还原为其中任一个格都是无差别的。例如,全称肯定[问题]仅在第一格中得到证明;因此,当有人推论出一个全称肯定问题时,必然只能向第一格进行还原。但全称否定[问题]既通过第一格又通过第二格得出结论;因此,如果它是通过第一格推论出来的,通过换位否定前提也可以还原为第二格;或者如果是在第二格中[推论出来的],也可以按同样的方式〈还原为第一格〉,即使有时我们也需要换位结论,正如当在第二格中小前提是否定命题时那样。然而,绝不可能将任何全称[问题]还原为第三格,因为在第三格中得出的全部都是特称[问题]。至于特称肯定[问题],则既可以还原到第一格,也可以还原到第三格。因为如果它是在第一格中推论出来的,当小前提被换位时就生成第三格;例如,如果Α属于一切Β,而Β属于某个Γ;因为当ΒΓ被换位时——我是指Γ属于某个Β——就生成第三格。同样,如果它是在第三格中推论出来的,再次通过换位也将生成第一格。而特称否定[问题]则在所有的格中都得到证明,因此除了第二格的第四个式和第三格的第五个式之外(其原因我们已经多次说明),可以将其还原到所有的格中;因为依此方式推论出来的〔推论〕不可能还原为第一格。总的来说我说,第一格中的否定推论既可以还原为第二格,而特称的也可以还原为第三格;而在第二格中全为否定推论的诸式,除第四式外,全都可以[还原]为第一格。但对于第三格,显然不可能[还原]全称的式;因为在第三格中没有任何全称命题得到证明。而在特称的式中,只有其中一个,即由全称否定大前提和特称肯定小前提构成的第三式[可以还原到第三格];因为当两个前提都被换位时就生成第三格。例如,如果Α不属于任何Β,但属于某个Γ;显然当两个前提各自换位时,Β不属于任何Α,而Γ属于某个[Α]。但余下的那个式则不再[能还原],即由全称肯定大前提和特称否定小前提构成的式;因为特称否定[命题]不可换位,而全称肯定[命题]如果换位则变为特称。再次,对于第三格中的推论,所有的肯定推论你都将还原为第一格;至于否定推论,除第五式外,其余两个式你都将还原为两个格——我是指第一格和第二格——但向第一格是通过换位其中一个前提,而向第二格则是通过换位两个前提。例如,假定大前提是否定,小前提是肯定,两者皆为全称;因为Α不属于任何Β,而Γ属于一切〔Β〕,从而Β也属于某个Γ,于是生成第一格;但如果我也换位ΒΑ,说Β不属于任何Α,就将成为第二格。同样,在小前提为特称肯定的另一个式上也是如此:再次,当肯定前提换位时生成第一格,而两个前提都换位时则生成第二格。

语法注2 条
  1. 4.75τὸν αὐτὸν τρόπον 〈εἰς τὸ πρῶτον〉, εἰ καὶ ἔστιν ὅτε καὶ τῆς τοῦ συμπεράσματος ἀντιστροφῆς δεόμεθα

    省略结构与让步条件从句。承接前句的 δυνατὸν καὶ εἰς τὸ δεύτερον ἀνάγειν,在 τὸν αὐτὸν τρόπον 之后承前省略了动词短语(即能够还原为第一格),整理者补入的 〈εἰς τὸ πρῶτον〉 明确了这一补足。随后的 εἰ καὶ ... δεόμεθα 构成让步从句(“即使我们……也需要”)。

  2. 4.75τῶν δὲ μερικῶν τὸν ἕτερον μόνον τὸν τρίτον τὸν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς

    带有部分属格和宾格宾语的省略结构。τῶν δὲ μερικῶν 为部分属格(“在特称的格式中”),而 τὸν ἕτερον μόνον τὸν τρίτον... 作为承前省略的谓语短语(如 ἀναγαγεῖν ἐνδέχεται,“能够还原……”)的宾格宾语(“仅能[还原]其中之一,即第三式”)。句末的 ἀποφατικῆς 与 καταφατικῆς 均承前省略了 προτάσεως。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:360.1-361.13