← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§358.32-359.32

归谬推论与基于认同的推论之区别

斐洛庞奴斯注解了50a29–50a39,阐明在通过不可能的推论(归谬法)中,与基于认同的推论相反,是条件命题被论证而附加前提被视为明见性而承认,指出了二者间的双重区别,并指出亚里斯多德所许诺的关于假言推论的系统讨论并未在传世著作中出现。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.72

" Ὁμοίως δὲ καὶ ἐπὶ τῶν διὰ τοῦ ἀδυνάτου περαινομένων· οὐδὲ γὰρ τούτους ἔστιν ἀναλύειν." Ὅτι οὐ περὶ πάντων τῶν ὑποθετικῶν ὁ λόγος, δῆλον ἐξ ὧν τὸ μὲν πρότερον σαφῶς ἐξ ὁμολογίας ἐκάλεσεν, ἐκεῖθεν δὲ μετέβη ἐπὶ τοὺς δι’ ἀδυνάτου. ὁμοίως 〈δὲ〉 καὶ ἐπὶ τῶν δι’ ἀδυνάτου οὐ πάντα τὸν ὑποθετικὸν ἀναλυτέον. ὑπεναντίως δὲ οὗτοι ἔχουσι τοῖς ἐξ ὁμολογίας· τὸ μὲν γὰρ συνημμένον αὐτῶν ὡς ἀμφίβολον ὂν κατασκευάζεται διὰ συλλογισμοῦ, ἡ δὲ πρόσληψις ὡς ὡμολογημένη κατασκευῆς οὐ δεῖται· οἱ γὰρ εἰς ἄτοπον ἄγοντες οὐκ εἰς ἀμφίβολον ἀλλ’ εἰς ὁμολογουμένως ἄτοπον τὴν ἀπαγωγὴν ποιοῦνται. ὥσπερ καὶ ὁ γεωμέτρης βουλόμενος δεῖξαι, ὅτι ἡ διάμετρος τῇ πλευρᾷ ἀσύμμετρός ἐστι, κέχρηται τῇ εἰς ἀδύνατον ἀπαγωγῇ διὰ ὑποθετικοῦ συλλογισμοῦ τὸν τρόπον τοῦτον· εἰ γὰρ μὴ εἴη, φησίν, ἀσύμμετρος, σύμμετρος ἔσται· ἀλλ’ εἰ σύμμετρος εἴη, τὰ περισσὰ τοῖς ἀρτίοις ἴσα ἔσται· ἀλλὰ μὴν ἀδύνατον τὰ περισσὰ τοῖς ἀρτίοις ἴσα εἶναι· οὐκ ἄρα σύμμετρος. τὸ μὲν οὖν συνημμένον ἐν τούτοις διὰ συλλογισμοῦ δείκνυται, ἡ δὲ πρόσληψις οὐκέτι. διαφέρουσι δέ, φησίν, οἱ εἰς τὸ ἀδύνατον ἀπάγοντες τῶν ἐξ ὁμολογίας, ὅτι οἱ μὲν εἰς ἀδύνατον ἀπάγοντες ὅπερ οὐκ ἀποδεικνύουσιν οὐκ ἐκ συνθήκης λαμβάνουσιν ὁμολογούμενον ἀλλ’ ἐξ αὐτῆς τῆς ἐναργείας μαρτυρούμενον, ἐκεῖνοι δὲ ἐκ συνθήκης· ὡς εἰ μὴ συγχωρήσοι ὁ προσδιαλεγόμενος, οὐ μόνον τὴν πρόσληψιν ἀλλὰ καὶ τὸ συνημμένον κατασκευάσαι ἀνάγκη.1 διττὴ οὖν ἡ διάκρισις τῶν εἰς ἀδύνατον ἀπαγόντων πρὸς τοὺς ἐξ ὁμολογίας, ὅτι οὗτοι μέν, λέγω δὴ οἱ εἰς ἀδύνατον, τὸ συνημμένον κατασκευάζουσιν, ὁμολογοῦσι δὲ τὴν πρόσληψιν, ἐκεῖνοι δὲ τοὐναντίον, καὶ ὅτι οὗτοι μὲν ὃ λαμβάνουσιν οὐ κατὰ συγχώρησιν καὶ ὁμολογίαν λαμβάνουσιν ἀλλ’ ὡς ἐκ τῆς ἐναργείας μαρτυρούμενον, ἐκεῖνοι δὲ ἐκ συνθήκης.

“在通过不可能得出结论的推论上也是同样的情况;因为将这些推论还原也是不可能的。” 讨论并非针对所有的假言推论,这一点从他明确将前者称为“基于认同的”,并从那里转入通过不可能的推论就显而易见了。同样,在通过不可能的推论上,也不应当还原整个假言推论。并且这些推论与基于认同的推论处于相反的关系;因为它们的条件命题作为存疑之物是通过推论建立起来的,而附加前提作为已被认同之物则不需要论证;因为引向荒谬者所做出的归谬,并非引向存疑之事,而是引向公认的荒谬之事。正如几何学家想要证明对角线与边不可通约时,通过假言推论以下述方式使用了归于不可能的证明:他说,因为如果它不是不可通约的,它就将是可通约的;但如果它是可通约的,奇数就将等于偶数;然而奇数等于偶数是不可能的;所以它不是可通约的。因此在这些推论中,条件命题是通过推论证明的,而附加前提则不再是[通过推论证明的]。他说,引向不可能的推论与基于认同的推论的区别还在于:引向不可能的人对于自己不加证明的事项,并非依据协定采纳为被认同的事项,而是依据明见性本身所见证的事实来采纳,而后者则是依据协定来采纳;因为如果对话者不同意,就不仅有必要论证附加前提,而且有必要论证条件命题。因此,引向不可能的推论相对于基于认同的推论具有双重区别:其一,前者——即引向不可能的推论——论证条件命题而认同附加前提,而后者则相反;其二,前者所采纳的前提并非依照让步和认同来采纳,而是作为由明见性所见证之事来采纳,而后者则是依照协定来采纳。

§4.73

"Ἀλλὰ τὴν μὲν εἰς τὸ ἀδύνατον ἀπαγωγὴν ἔστι.2" Τουτέστι τὸ συνημμένον ‘εἰ ἡ διάμετρος σύμμετρος, τὰ ἄρτια τοῖς περιττοῖς ἴσα ἔσται’· τοῦτο γὰρ διὰ συλλογισμοῦ δείκνυται. θάτερον δέ, φησίν, οὐκ ἔστι, τουτέστι τὴν πρόσληψιν, λέγω δὴ τὸ ‘ἀλλὰ μὴν ἀδύνατον τὰ ἄρτια τοῖς περιττοῖς ἴσα εἶναι’· τοῦτο γὰρ ὁμολογεῖται καὶ συλλογισμοῦ οὐ δεῖται.

“但是将归于不可能的证明[进行还原]则是可能的。” 也就是说,还原条件命题“如果对角线是可通约的,偶数就将等于奇数”;因为这是通过推论证明的。而他说,另一部分则不可能[还原],即附加前提,我是指“然而偶数等于奇数是不可能的”;因为这是公认的,不需要推论。

§4.74

"Πολλοὶ δὲ καὶ ἕτεροι περαίνονται ἐξ ὑποθέσεως, οὓς ἐπισκέψασθαι δεῖ καὶ ἐπισημήνασθαι καθαρῶς." Ἐπαγγέλλεται μὲν ἐν τούτοις περὶ τῶν ὑποθετικῶν συλλογισμῶν διαλαβεῖν, τίνες τέ εἰσι καὶ πόσα τούτων τὰ εἴδη· οὐ φαίνεται δὲ οὐδαμοῦ περὶ αὐτῶν πραγματευσάμενος, ὡς οἱ ἐξηγηταί φασιν.

“还有许多其他推论也是基于假设得出结论的,对于它们必须加以考察并明确予以标明。” 在这些话中,他许诺要论述假言推论,即它们是什么以及它们的种类有多少;但是正如注解家们所说,未见他在任何地方论述过它们。

语法注2 条
  1. 4.72ὡς εἰ μὴ συγχωρήσοι ὁ προσδιαλεγόμενος, οὐ μόνον τὴν πρόσληψιν ἀλλὰ καὶ τὸ συνημμένον κατασκευάσαι ἀνάγκη

    连词 ὡς 表述前述判断的理由(解释为何在依据协定采纳前提时,可能必须连同条件命题一并证明)。条件从句 εἰ μὴ συγχωρήσοι 中使用的将来希求法(συγχωρήσοι)表示间接引述或从属说明中的前瞻性假设。

  2. 4.73Ἀλλὰ τὴν μὲν εἰς τὸ ἀδύνατον ἀπαγωγὴν ἔστι

    标引句中的 ἔστι 作非人称用法,意为 ἔξεστι(“是可能的”),语境中省略了补足不定词“还原”(ἀναγαγεῖν 或 ἀναλύειν)。斐洛庞奴斯在紧接着的释文中亦将其补充为“[还原]条件命题”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:358.32-359.32