← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§35.1-36.13

推论定义中前提的自足性与必然结论

菲洛波诺斯解释了亚里士多德三段论定义中“由于这些事物之如此”(τῷ ταῦτα εἶναι)一句,指出其含义在于所设定的前提自身即自足地必然引出结论而无需外部的项或前提,从而排除了省略三段论、单前提推论以及斯多亚学派的“非方法性推论”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18#4

τὸ δὲ τῷ ταῦτα εἶναί φησι διὰ τὰ ἀκολουθοῦντα συμπεράσματα μὴ τῷ λόγῳ τῶν τεθεισῶν προτάσεων,1 ὡς εἴ τις εἴποι ‘ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, ἡ ψυχὴ ἄρα ἀθάνατος’· οὐ γὰρ διὰ τὰς εἰρημένας προτάσεις τοῦτο ἕπεται τὸ συμπέρασμα, ἀλλ’ ‘ἡ ψυχὴ ἄρα ἀεικίνητος’. ὅτι γὰρ τοῦτο βούλεται διὰ τοῦ εἰπεῖν τῷ ταῦτα εἶναι, ἑαυτὸν ἑρμηνεύων ἐπήγαγε· λέγω γάρ, φησί, τῷ ταῦτα εἶναι τὸ διὰ ταῦτα συμβαίνειν· τοῦτο δέ ἐστι τὸ μηδενὸς ἔξωθεν ὅρου προσδεῖν πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον.2 ἐν γὰρ τῷ συλλογισμῷ τῷ λέγοντι ‘ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, ἡ ψυχὴ ἄρα ἀθάνατος’ οὐκ ἔστιν ἐν τῷ συμπεράσματι τὸ ἀναγκαῖον, εἰ μὴ προστεθείη ἔξωθεν καὶ ὅρος καὶ πρότασις· εἰ γὰρ τὸ αὐτοκίνητον ἀεικίνητον, οὔπω δῆλον ὅτι ἡ ψυχὴ ἀθάνατος· ἀλλ’ ἐὰν προστεθῇ τοῖς ἐξ ἀρχῆς ὅροις τὸ ἀθάνατον καὶ πρότασις ἡ λέγουσα ‘τὸ ἀεικίνητον ἀθάνατον’, τότε ἐκ τῶν κειμένων ἔχει τὸ συμπέρασμα τὸ ἀναγκαῖον. εἰπὼν δὲ τῷ ταῦτα εἶναι, ἐπειδὴ συνεῖδεν ὡς οὐκ ἔστι σαφὲς τὸ λεγόμενον, ἐξηγούμενος ἑαυτὸν ἐπήγαγε τὸ διὰ ταῦτα συμβαίνειν. πάλιν δὲ καὶ αὐτὸ τοῦτο ἔτι ἀσαφὲς εἶναι δοκεῖ· ἡ γὰρ ‘διά’ πρόθεσις πολλάκις αἰτίαν δηλοῖ· ὁ δὲ συλλογισμὸς οὐ πάντως ἐξ αἰτιῶν περαίνεται· τοῦτο γὰρ τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ ἐστιν ἴδιον· αἴτιαι μὲν γάρ εἰσιν αἱ προτάσεις τοῦ συμπεράσματος, οὐ μὴν οἱ ἐν τῇ προτάσει παραλαμβανόμενοι ὅροι αἴτιοι πάντως εἰσὶ τοῦ δηλουμένου πράγματος ἐν τῷ συμπεράσματι. δυνατὸν γὰρ καὶ ἐκ τῶν ὑστέρων τὰ πρότερα συλλογίσασθαι, ὥσπερ ἐκ τοῦ γάλα ἔχειν τὴν γυναῖκα τὸ τετοκέναι καὶ ἐκ τοῦ καπνοῦ τὸ πῦρ εἶναι καὶ ἐκ τῶν τῆς σελήνης φωτισμῶν τὸ εἶναι αὐτὴν σφαιροειδῆ· καίτοι αἴτιον τοῦ γάλα ἔχειν τὸ τετοκέναι, καὶ τοῦ καπνοῦ τὸ πῦρ, καὶ τῶν φωτισμῶν τῆς σελήνης τὸ σφαιροειδὲς αὐτῆς σχῆμα· ἀλλ’ ὁπηνίκα σαφέστερα ᾖ τὰ αἰτιατὰ τῶν αἰτίων, ἐκ τῶν αἰτιατῶν τὰ αἴτια συλλογιζόμεθα. ἐπειδὴ τοίνυν ἡ μὲν ‘διά’ πρόθεσις καὶ αἰτίαν ἔσθ’ ὅτε σημαίνει, ὡς ὅταν εἴπω διὰ τὸν τέκτονα ἡ θύρα, οὐ πάντως δὲ τὰ ἐν ταῖς προτάσεσι σημαινόμενα αἴτιά ἐστι τῶν τοῦ συμπεράσματος σημαινομένων, ἵνα μὴ τοῦτο ὑπονοήσωμεν (τὸν γὰρ καθόλου συλλογισμὸν καὶ οὐ τὸν ἀποδεικτικὸν σκοποῦμεν), ἐξηγούμενος τὸ διὰ ταῦτα συμβαίνειν φησὶ τὸ μηδενὸς ἔξωθεν ὅρου προσδεῖσθαι πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον, τουτέστι τὸ αὐτάρκεις εἶναι τοὺς κειμένους ὅρους καὶ τὰς ἐξ αὐτῶν συγκειμένας προτάσεις εἰς τὸ γενέσθαι τὸ συμπέρασμα. διὰ τῆς προσθήκης οὖν ταύτης ἐκβάλλει τοὺς ὁπωσοῦν τῶν συλλογισμῶν λείποντας ὅροις τισὶ καὶ προτάσεσιν. οὐδὲν οὖν ἧττον καὶ οἱ μονολήμματοι πάλιν ἐκβληθήσονται καὶ διὰ ταύτης τῆς προσθήκης· δέονται γὰρ καὶ αὐτοὶ τῆς μείζονος προτάσεως, ὡς ἐδείξαμεν. καὶ ἔτι οἱ σύνθετοι μὲν λείποντες δὲ ὅρῳ καὶ προτάσει, ὥσπερ ὃν ἤδη εἴπομεν ‘ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, ἡ ψυχὴ ἄρα ἀθάνατος’· λείπει γὰρ ‘τὸ ἀεικίνητον ἀθάνατον’. πρὸς τούτοις καὶ οἱ ἀμεθόδως παρὰ τοῖς Στωικοῖς περαίνοντες,3 οἷον εἰ οὕτω τις λέγοι ‘τὸ πρῶτον τοῦ δευτέρου μεῖζον, τὸ δεύτερον τοῦ τρίτου μεῖζον, τὸ ἄρα πρῶτον τοῦ τρίτου μεῖζον’· τοῦτο γὰρ ἐξ ἀνάγκης μὲν ἕπεται, οὐ μὴν διὰ τῶν κειμένων, εἰ μὴ ἔξωθεν ἄλλη προσληφθείη πρότασις, ὅτι τὸ τινὸς μεῖζον ὂν καὶ τοῦ ἐλάττονος ἐκείνου μεῖζόν ἐστι. καὶ πάλιν τὸ Α τῷ Β ἴσον, τὸ Γ τῷ Β ἴσον, τὸ Α ἄρα τῷ Γ ἴσον· πάλιν γὰρ κἀνταῦθα ἐξ ἀνάγκης μὲν συνάγεται τὸ συμπέρασμα, οὐ μὴν διὰ τῶν κειμένων· λείπει γὰρ πάλιν πρότασις ‘τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἰσὶν ἴσα’.

他说“由于这些事物之如此”,则是由于那些并非出于所设定诸前提的理路而得出的结论,正如有人会说:“灵魂是自动的,自动者是常动的,所以灵魂是不朽的”;因为并不是由于上述诸前提才得出这个结论,而是得出“所以灵魂是常动的”。至于他通过说“由于这些事物之如此”意在表明这一点,他在解释自己时接着指出;他说:“因为我说‘由于这些事物之如此’,指的是‘由于这些而产生’;而这就是说,为了必然之物的产生,并不额外需要任何外部项”。因为在那个声称“灵魂是自动的,自动者是常动的,所以灵魂是不朽的”的三段论中,结论中并不具有必然性,除非从外部额外补上一个项和一条前提;因为即使自动者是常动的,灵魂是不朽的这一点仍未明了;但如果在最初的诸项上加上“不朽”,并加上声称“常动者是不朽的”这条前提,那时结论才从所设定的事物中具有了必然性。 然而,在说了“由于这些事物之如此”之后,由于他察觉到所说的内容并不明了,便在解释自己时加上了“由于这些而产生”。但反过来,这一表述本身似乎仍然是不明了的;因为介词“由于”往往表示原因,但三段论并不总是从原因来完成的;因为这乃是证明性三段论所特有的。因为诸前提固然是结论的原因,然而前提中采纳的诸项却并不必然是结论中所表明之事实的原因。因为从后继之物[结果]推论在先之物[原因]也是可能的,正如从妇人有乳汁推论出她已分娩,从烟推论出有火,以及从月亮的受光情况推论出它是球形的;尽管有乳汁的原因是分娩,烟的原因是火,月亮受光情况的原因是其球形形状;但是,每当结果比原因更为明了时,我们便从结果推论原因。既然介词“由于”有时表示原因,正如我说“门是由于木匠而存在的”那样,但诸前提中所表示的事物并不完全是结论中所表示之事物的原因,为了不让我们产生这种猜测(因为我们考察的是一般的三段论,而非证明性三段论),他在解释“由于这些而产生”时便说,“为了必然之物的产生并不额外需要任何外部项”,也就是所设定的诸项以及由它们构成的前提对于结论的产生而言是自足的。 因此,通过这一附加语,他排除了无论以何种方式在某些项和前提上有所欠缺的三段论。因此,单前提推论同样也会通过这一附加语而再次被排除;因为正如我们所指出的,它们自身也需要大前提。此外还有那些虽然是复合的但在项和前提上有所欠缺的推论,正如我们刚才提到的那个:“灵魂是自动的,自动者是常动的,所以灵魂是不朽的”;因为这里欠缺了“常动者是不朽的”。除此之外,还有在斯多亚学派那里被称为非方法性得出结论的推论,例如有人若这样说:“第一者大于第二者,第二者大于第三者,所以第一者大于第三者”;因为这虽然必然随之得出,却不是通过所设定的事物得出的,除非从外部额外引入另一条前提,即:大于某物者,亦大于小于该物者。又如:“Α与Β相等,Γ与Β相等,所以Α与Γ相等”;因为在此处结论虽然也是必然推导出的,却不是通过所设定的事物得出的;因为这里同样欠缺了一条前提:“与同一事物相等者,彼此也相等”。

语法注3 条
  1. 1.18τὸ δὲ τῷ ταῦτα εἶναί φησι διὰ τὰ ἀκολουθοῦντα συμπεράσματα μὴ τῷ λόγῳ τῶν τεθεισῶν προτάσεων

    对于主要动词 φησί 而言,引语 τὸ τῷ ταῦτα εἶναι 充当宾语,而 διὰ τὰ ἀκολουθοῦντα ... 说明了其在定义中被附加的原因。短语 μὴ τῷ λόγῳ τῶν τεθεισῶν προτάσεων 是修饰 ἀκολουθοῦντα 的方式/手段与格,意为“并非凭借所设定前提的逻辑理路而随之得出”。

  2. 1.18τοῦτο δέ ἐστι τὸ μηδενὸς ἔξωθεν ὅρου προσδεῖν πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον

    非人称动词 προσδεῖ(缺乏、额外需要)转化为带冠词不定式 τὸ ... προσδεῖν,用作表语。它支配属格补足语 μηδενὸς ἔξωθεν ὅρου,表示“对于必然之物的产生而言,并不额外需要任何外部项”。

  3. 1.18οἱ ἀμεθόδως παρὰ τοῖς Στωικοῖς περαίνοντες

    实质化的分词短语 οἱ ... περαίνοντες(字面为“非方法性地推论者/推论”)指斯多亚学派中被称为“非方法性推导出结论”的推论。παρὰ τοῖς Στωικοῖς 作为介词短语修饰 περαίνοντες,表示该术语或用法所属的学派范围。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:35.1-36.13