← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§357.13-358.31

反驳定义时的设项与假言推论的还原

斐洛波诺斯注解了亚里士多德《前分析篇》第1卷第44章(50a11–16),论述了在部分反驳定义时如何确立项,并解释了在“基于认同”的假言推论中为何只需将附加前提而非条件命题还原到推论格中,同时列举了文献证据与具体推论实例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.70

" Τούς τε πρὸς ὁρισμὸν τῶν λόγων, ὅσοι πρὸς ἕν τι τυγχάνουσι διειλεγμένοι τῶν ἐν τῷ ὅρῳ, πρὸς ὃ διείλεκται, θετέον ὅρον.1" Ἄλλο πάλιν ἡμᾶς διὰ τούτων διδάσκει. πολλάκις, φησί, συλλογιζόμενοι δεῖξαι βουλόμεθα ὅτι ὅδε τοῦδε οὐκ ἔστιν ὁρισμός, οὐ πάντως ὅλον τὸν ὁρισμὸν ἀνασκευάσαι βουλόμενοι ἀλλὰ μόριόν τι τῶν ἐν τῷ ὁρισμῷ. ἐν οὖν τῷ ἀνασκευάζειν, ὅτι ὅδε τοῦδε οὐκ ἔστιν ὁρισμός, οὐ θετέον, φησίν, ὅλον τὸν ὁρισμὸν ὅρον (δυσχερῶς γὰρ οὕτως εὑρίσκομεν μέσον δι’ οὗ δείξομεν τὸν ὁρισμὸν ὅλον τῷ ὁριστῷ μὴ ὑπάρχοντα), ἀλλ’ ὅτιπερ ἂν εἴη τῷ ὁρισμῷ κακῶς εἰλημμένον, τοῦτο θετέον ὅρον· δειχθέντος γὰρ ὅτι τοῦτο οὐχ ὑπάρχει τῷ ὑποκειμένῳ, διὰ τούτου καὶ ὁ ὁρισμὸς συνελήλεγκται, εἴγε παρείληφέ τι τῶν μὴ ὑπαρχόντων. οἷον τί φησιν; εἴ τις ὁρίσαιτο τὸ ὕδωρ ὑγρὸν ποτὸν εἶναι, οὐ θετέον τὸ ὑγρὸν ποτὸν ὅρον (ὑπάρχει γὰρ ὁμολογουμένως τῷ ὕδατι τὸ ὑγρόν), ἀλλὰ τὸ ποτὸν θετέον, μέσον δὲ τὴν θάλασσαν. ἐπεὶ οὖν πᾶσα θάλασσα ὕδωρ, οὐδεμία δὲ θάλασσα ποτόν, οὐ πᾶν ἄρα ὕδωρ ποτόν. κακῶς ἄρα ἐν τῷ ὁρισμῷ παρείληπται τὸ [ὑγρὸν] ποτόν, ὃ μὴ παντὶ ὕδατι ὑπάρχει.

“至于针对定义进行的论辩,凡是恰好针对定义中所包含的某单一事项展开论辩的,应当将那针对之展开论辩的事项设定为项。” 通过这些话,他再次教导我们另一件事。他说,我们在进行推论时往往想要证明这并非此物的定义,并非想要无论如何都反驳整个定义,而是想反驳定义中所包含的某一部分。因此,在反驳这并非此物的定义时,他说,不应当把整个定义设定为项(因为这样一来,我们就很难找到一个中项,通过它来证明整个定义不属于被定义者),而是凡在定义中被错误采纳的内容,都应当将其设定为项;因为一旦证明了这不属于主体,定义也就随之被驳倒了,既然它采纳了并不属于〔主体〕的事项。例如他说的是什么意思呢?如果有人将水定义为“可饮用的液体”,就不应当将“可饮用的液体”设定为项(因为作为液体公认是属于水的),而是应当将“可饮用的”设定为项,并将“海水”设定为中项。既然所有的海水都是水,而没有任何海水是可饮用的,所以并非所有的水都是可饮用的。因此,在定义中错误地采纳了并不属于所有水的“可饮用的”。

§4.71

"Ἔτι δὲ καὶ τοὺς ἐξ ὑποθέσεως συλλογισμοὺς οὐ πειρατέον ἀνάγειν· οὐ γὰρ ἔστιν ἐκ τῶν κειμένων ἀνάγειν." Οὐ δεῖ, φησίν, ἅπαντας τοὺς ὑποθετικοὺς συλλογισμοὺς πειρᾶσθαι ἀναλύειν εἰς τὰ σχήματα ἀλλὰ μόνην αὐτῶν τὴν πρόσληψιν, τὸ δὲ συνημμένον οὐκέτι2 διὰ τὸ μὴ διὰ συλλογισμοῦ δείκνυσθαι ἀλλ’ ἐξ ὁμολογίας λαμβάνεσθαι. ὑποθετικοὺς δέ φησιν ἐν τούτοις οὐ πάντας ἀλλὰ τοὺς ἐξ ὁμολογίας καλουμένους, λέγω δὴ τοὺς λαμβάνοντας κατὰ συνθήκην τὸ συνημμένον, ὥσπερ αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ περὶ τῶν σχημάτων τῶν ἄστρων κατεσκεύασεν. αἰτήσας γὰρ ὅτι ὅπερ ἐπὶ ἑνὸς τῶν ἄστρων, τοῦτο καὶ ἐπὶ τῶν λοιπῶν, καὶ τοῦτο λαβὼν ἐξ ὁμολογίας, ὅτι εἰ ἓν ὁποιονοῦν σφαιρικόν, καὶ τὰ λοιπὰ τοιαῦτ’ ἂν εἴη, εἶτα τὴν πρόσληψιν κατασκευάσας, τὸ ‘ἀλλὰ μὴν ἓν τῶν ἄστρων, ἡ σελήνη, σφαιρική’, συνήγαγε τὸ καὶ τὰ λοιπὰ σφαιρικὰ εἶναι. τοὺς τοιούτους οὖν, φησί, τῶν συλλογισμῶν οὐ πάντας ἀνακτέον ἀλλὰ μόνην τὴν πρόσληψιν· αὕτη γὰρ ἡ συλλελογισμένη· τὸ δὲ συνημμένον ἐξ ὁμολογίας εἴληπται. ὅτι δὲ ἐπὶ τῶν ἐξ ὁμολογίας εἰλημμένων πολλάκις καὶ τὸ συνημμένον διὰ συλλογισμοῦ δείκνυται, δῆλον. ὁ γοῦν Πλάτων λαβὼν ὅτι, εἰ τὸ ζῶν καὶ τὸ τεθνηκὸς ἐξ ἀλλήλων εἰσίν, ἡμῶν αἱ ψυχαὶ ἐν Ἅιδου, ἀλλὰ μὴν τὸ πρότερον, καὶ τὸ δεύτερον ἄρα, οὐ μόνον τὴν πρόσληψιν ἀλλὰ καὶ τὸ συνημμένον κατεσκεύασε. καὶ ἐν τοῖς δι’ ἀδυνάτου δέ, ὡς ἑξῆς φησι, τὸ συνημμένον δεῖται κατασκευῆς, ὡς μαθησόμεθα. νῦν οὖν περὶ τῶν ἐξ ὁμολογίας ὑποθετικῶν ὁ λόγος. κέχρηται δὲ παραδείγματι τοιούτῳ. ἐὰν τις, φησίν, αἰτήσῃ ἐξ ὁμολογίας ὅτι, εἰ μὴ εἴη τῶν ἐναντίων μία δύναμις, οὐδὲ ἐπιστήμη μία ἔσται, τοῦτο μὲν ὅλον τὸ ‘εἰ τόδε, καὶ τόδε’ οὐκ ἀναλυτέον· οὐ γὰρ συλλελόγισται ἀλλ’ ἐξ ὁμολογίας εἴληπται. τὸ μέντοι ‘ἀλλὰ μὴν οὐκ ἔστι τῶν ἐναντίων μία δύναμις’ ἀναλυτέον· τοῦτο γὰρ δέδεικται διὰ συλλογισμοῦ. ὅτι μὲν οὖν οὐκ ἔστι τῶν ἐναντίων μία δύναμις, δειχθήσεται διὰ μέσου τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους· τὸ γὰρ ὑγιεινὸν καὶ τὸ νοσῶδες ἐναντία ἐστίν, τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους οὐκ ἔστι μία δύναμις, τῶν ἄρα ἐναντίων οὐκ ἔστι μία δύναμις. ὅτι δὲ τοῦ ὑγιεινοῦ καὶ νοσώδους οὐκ ἔστι μία δύναμις, δείξεις διὰ μέσου τοῦ μὴ τῶν αὐτῶν εἶναι αὐτὰ ποιητικά·3 τὸ γὰρ ὑγιεινὸν καὶ νοσῶδες οὐκ εἰσὶ τῶν αὐτῶν ποιητικά, πάντα ὅσων ἐστὶ μία δύναμις, ταῦτα τῶν αὐτῶν ἐστι ποιητικά, τοῦ ἄρα ὑγιεινοῦ καὶ νοσώδους οὐκ ἔστι μία δύναμις.

“此外,也不应当试图去还原假言推论;因为不可能从已提出的前提出发进行还原。” 他说,不应当试图将所有的假言推论都还原到各格中,而只应当还原它们的附加前提,至于条件命题则不再还原,因为它不是通过推论证明的,而是通过认同获得的。他在这些话中所说的假言推论,并不是指所有的假言推论,而是指被称为“基于认同的”假言推论,即指依照约定采纳条件命题的那些推论,正如亚里斯多德自己在《论天》这篇著作中关于星体的形状所论证的那样。因为他设定了对诸星体中的一个成立的事情对其余的也成立,并由认同获得这一点——即如果任意一个星体是球形的,其余的也将是如此——然后论证了附加前提,即“然而星体中的一个即月亮是球形的”,从而推导出了其余的也是球形的。因此他说,对于这类推论,不应当全部还原,而只应当还原其附加前提;因为这才是被推论出来的,而条件命题则是基于认同获得的。而在基于认同获得的〔推论〕中,条件命题往往也是通过推论证明的,这是显而易见的。无论如何,柏拉图采纳了“如果活着的东西和死去的东西互为生成,我们的灵魂就在冥界;然而前者成立;所以后者也成立”,不仅论证了附加前提,而且论证了条件命题。而在通过不可能的推论中,正如他接下来所说的,条件命题也需要论证,正如我们将要学到的那样。因此,现在的讨论是关于基于认同的假言推论。他使用了如下的例子。他说,如果有人通过认同提出:如果对立面没有单一的潜能,也就不会有单一的知识;那么这个完整的“如果这个,则那个”是不应被还原的;因为它不是被推论出来的,而是基于认同获得的。然而“然而对立面并没有单一的潜能”则是应当被还原的;因为这是通过推论证明的。至于对立面没有单一的潜能这一点,将以“健康的”和“生病的”为中项来证明;因为健康的和生病的是对立面,健康的和生病的并没有单一的潜能,所以对立面没有单一的潜能。而健康的和生病的并没有单一的潜能这一点,你将以“它们不是同一事物的产生因”为中项来证明;因为健康的和生病的不是同一事物的产生因,而凡具有单一潜能的事物都是同一事物的产生因,所以健康的和生病的并没有单一的潜能。

语法注3 条
  1. 4.70Τούς τε πρὸς ὁρισμὸν τῶν λόγων, ὅσοι πρὸς ἕν τι τυγχάνουσι διειλεγμένοι τῶν ἐν τῷ ὅρῳ, πρὸς ὃ διείλεκται, θετέον ὅρον.

    亚里士多德的原文章句(引文)。句首的宾格短语 Τούς τε πρὸς ὁρισμὸν τῶν λόγων 及其修饰性关系从句 ὅσοι... 构成先行宾格(提顿句式),限定了所讨论的论辩范围;而动词性形容词 θετέον 实际要求设为项(ὅρον)的对象则是从句 πρὸς ὃ διείλεκται 所指涉的那一项。

  2. 4.71Οὐ δεῖ, φησίν, ἅπαντας τοὺς ὑποθετικοὺς συλλογισμοὺς πειρᾶσθαι ἀναλύειν εἰς τὰ σχήματα ἀλλὰ μόνην αὐτῶν τὴν πρόσληψιν, τὸ δὲ συνημμένον οὐκέτι

    在依存于 πειρᾶσθαι ἀναλύειν 的结构中,宾格 μόνην αὐτῶν τὴν πρόσληψιν 承接肯定的还原动作,而 τὸ δὲ συνημμένον 则与 οὐκέτι 搭配,省略了 [πειρᾶσθαι ἀναλύειν]。συνημμένον(条件命题)与 πρόσληψις(小前提/附加前提)在此构成古代注释家论述假言推论结构的核心术语对。

  3. 4.71δείξεις διὰ μέσου τοῦ μὴ τῶν αὐτῶν εἶναι αὐτὰ ποιητικά

    在 διὰ μέσου τοῦ... 中,冠词 τοῦ 统辖动名词式的不定词从句 μὴ τῶν αὐτῶν εἶναι αὐτὰ ποιητικά。在不定词从句内部,αὐτά(即健康的与生病的)为宾格主语,ποιητικά 为表语形容词,而 τῶν αὐτῶν 为 ποιητικά 所支配的属格补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:357.13-358.31