← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§355.12-357.12

预备推论的格与附加前提的规则

菲洛波诺斯讨论了复合推论中预备推论的格,说明了所有结论均可在单一格(第三格)中得出或通过前提合成还原为第一格的情形,并援引亚历山大的观点,详述了在不同格之间过渡时为避免推论无效而在上方或下方附加前提的规则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.69#2

εἰ δὲ τὴν καταφατικὴν θελήσομεν διὰ προσυλλογισμοῦ κατασκευάσαι, κατασκευάσομεν ἐν πρώτῳ μέσον λαβόντες τὸ τρεφόμενον· πᾶν φυτὸν τρέφεται, πᾶν τρεφόμενον ἔμψυχον, πᾶν ἄρα φυτὸν ἔμψυχον. καὶ συνθείς· τὸ ζῷον οὐδενὶ φυτῷ, πᾶν φυτὸν τρέφεται, πᾶν τρεφόμενον ἔμψυχον, καὶ συνάγεται ζῷον οὐ παντὶ ἐμψύχῳ. ἐπειδὴ γὰρ πᾶν φυτὸν τρέφεται, πᾶν δὲ τρεφόμενον ἔμψυχον, πᾶν ἄρα φυτὸν ἔμψυχον· οὐδὲν δὲ φυτὸν ζῷόν ἐστιν· οὐ πᾶν ἄρα ἔμψυχον ζῷόν ἐστιν. οὕτω μὲν οὖν ἐν πρώτῳ καὶ δευτέρῳ οἱ προσυλλογισμοί. δυνατὸν δὲ καὶ διὰ τοῦ αὐτοῦ, λέγω δὴ τοῦ τρίτου, πάντα τὰ συμπεράσματα συνάγεσθαι. κείσθω γὰρ ὥστε δεῖξαι ὅτι τὸ τρεφόμενον αἴσθησιν ἔχει, καὶ δεικνύσθω ἐν τρίτῳ σχήματι μέσον λαμβανόντων τὸ ἔμψυχον· τὸ μὲν γὰρ τρεφόμενον παντὶ ἐμψύχῳ, αἴσθησις δὲ τινὶ ἐμψύχῳ, αἴσθησις ἄρα τινὶ τρεφομένῳ. εἰ οὖν δέοι δεῖξαι πόθεν ὅτι αἴσθησις τινὶ ἐμψύχῳ, δείξομεν πάλιν ἐν τρίτῳ διὰ μέσου τοῦ ζῴου· αἴσθησις παντὶ ζῴῳ· ἀλλὰ καὶ ἔμψυχον παντὶ ζῴῳ· καὶ συνάξεις ‘αἴσθησις τινὶ ἐμψύχῳ’. καὶ συνθείς· τὸ τρεφόμενον παντὶ ἐμψύχῳ, τὸ ἔμψυχον παντὶ ζῴῳ· καὶ τὸ αἰσθητικὸν δὲ παντὶ ζῴῳ· τὸ ἄρα αἰσθητικὸν τινὶ τρεφομένῳ. ἐπεὶ γὰρ τὸ τρεφόμενον παντὶ ἐμψύχῳ, τὸ δὲ ἔμψυχον παντὶ ζῴῳ, καὶ τὸ τρεφόμενον παντὶ ζῴῳ· πᾶν γὰρ ζῷον τρέφεται· ἀλλὰ καὶ τὸ αἰσθητικὸν παντὶ ζῴῳ· τὶ ἄρα τρεφόμενον αἰσθητικόν ἐστιν. ἐν τούτοις δὲ πᾶσιν ἐκεῖνο δεῖ εἰδέναι, ὅτι ὅταν μὲν ἐν διαφόροις σχήμασι τὰ συμπεράσματα συνάγηται, συντιθέμεναι αἱ προτάσεις φυλάττουσι τῶν σχημάτων τὴν ἰδιότητα· ὅταν δὲ ἐν τῷ αὐτῷ πάντα περαίνηται, ἐν τῇ συνθέσει τῶν προτάσεων οὐ διὰ πασῶν τὸ αὐτὸ ἐμφαίνεται σχῆμα, ἀλλὰ δύο μὲν συμπλοκαὶ φυλάττουσι τὴν τοῦ σχήματος ἰδιότητα, αἱ δὲ ἄλλαι οὐκέτι. παραλιμπάνεται γάρ, ὡς εἴπομεν, ἡ κατασκευαζομένη πρότασις διὰ τὸ συμπέρασμα γίνεσθαι τοῦ προσυλλογισμοῦ, τὰ δὲ τῶν προσυλλογισμῶν συμπεράσματα μὴ παραλαμβάνεσθαι ἐν τῇ συνθέσει τῶν προτάσεων· τούτου δὲ γινομένου λύεται τὸ σχῆμα καὶ εἰς τὸ πρῶτον ἀνάγεται. ἔστω γὰρ δεῖξαι ἐν τῷ δευτέρῳ σχήματι ὅτι οὐδενὶ τῷ Γ τὸ Β διὰ μέσου τοῦ Α. τὸ οὖν Α οὐδενὶ μὲν τῶν Β παντὶ δὲ τῷ Γ. δεικνυμένης οὖν πάλιν τῆς ΑΒ προτάσεως τῆς ἀποφατικῆς διὰ μέσου τοῦ Δ (τὸ γὰρ Δ οὐδενὶ μὲν τῶν Α παντὶ δὲ τῷ Β) οὐκέτι ἡ ΑΒ παραλαμβάνεται πρότασις ἀλλ’ αἱ ΔΒ, ΔΑ, ΑΓ, ὧν αἱ μὲν ΔΑ, ΑΓ τὸ πρῶτον ποιοῦσι σχῆμα, αἱ δὲ ΔΒ, ΔΑ τὸ δεύτερον· τὸ γὰρ Δ παντὶ μὲν τῷ Β, οὐδενὶ δὲ τῶν Α, τὸ δὲ Α παντὶ τῷ Γ, ὥστε αἱ μὲν ΔΒ, ΔΑ τὸ δεύτερον ἐποίησαν σχῆμα, αἱ δὲ ΔΑ, ΑΓ τὸ πρῶτον. τὸ αὐτὸ καὶ ἐπὶ πάντων. ἐπειδὴ δὲ τῶν προσυλλογισμῶν τὸ συμπέρασμα λαμβάνοντες καὶ ἐπισυνάπτοντες ἑτέραν πρότασιν οὕτω τὸν συλλογισμὸν πλέκομεν, ἐκεῖνο ἐπιστῆσαι χρή, ὡς καὶ ὁ Ἀλέξανδρός φησιν, ὅτι εἰ μὲν ἐν τῷ τρίτῳ σχήματι εἴη ὁ προσυλλογισμός, ἐξ αὐτοῦ δὲ ἐπὶ τὸ πρῶτον ἢ τὸ δεύτερον μεταβαίνομεν, ἄνωθεν δεῖ τὴν πρότασιν προστιθέναι·1 μερικῶν γὰρ ὄντων τῶν συμπερασμάτων ἐν τῷ τρίτῳ σχήματι, εἰ μὴ ἄνωθεν προστεθείη ἡ πρότασις, ἀσυλλόγιστον γίνεται τὸ σχῆμα, ἐν πρώτῳ ἢ δευτέρῳ τῆς μείζονος μερικῆς οὔσης. καὶ δῆλον ὅτι, εἰ ἀποφατικὸν εἴη τὸ ἐν τῷ τρίτῳ συνηγμένον, οὐδ’ ἐνδέχεται ἐπὶ τὸ πρῶτον μεταβῆναι σχῆμα· ὅθεν γὰρ ἂν ἡ προσθήκη γένηται, ἀσυλλόγιστος ἡ συμπλοκὴ γίνεται. ὁμοίως κἂν ἐκ δευτέρου εἰς πρῶτον ἡ μετάβασις γίνηται, κάτωθεν δεῖ τὴν προσθήκην ποιεῖσθαι, ἐπειδὴ ἡ ἐλάττων ἀποφατικὴ γίνεται, ὅπερ ἀσυλλόγιστον·2 ἀποφατικὰ γὰρ τοῦ δευτέρου τὰ συμπεράσματα. ὁμοίως κἂν ἐκ πρώτου εἰς πρῶτον ἡ μετάβασις γίνηται, καταφατικοῦ μὲν ὄντος καθόλου τοῦ συμπεράσματος ἀδιάφορον ὅθεν δήποτε τὴν προσθήκην ποιήσασθαι, εἰ ἡ προστιθεμένη πρότασις καθόλου εἴη καταφατική· εἰ δὲ μερική, πάντως κάτωθεν. εἰ δὲ ἀποφατικὸν εἴη τὸ συμπέρασμα καθόλου, κάτωθεν. εἰ δὲ μερικόν, οὐκέτι ἐνδέχεται πρότασιν προσθέντας πάλιν τὸ πρῶτον ποιῆσαι· εἴτε γὰρ ἄνωθεν προστεθείη, ἀποφατικὴν ποιήσει τὴν ἐλάττονα, εἴτε κάτωθεν, μερικὴν τὴν μείζονα. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἐν δευτέρῳ καὶ τρίτῳ μερικῶν ἀποφατικῶν, ὡς ἤδη εἶπον· ἀδύνατον γὰρ ἐκ τούτων εἰς τὸ πρῶτον μεταβῆναι. εἰ δὲ ἀπὸ δευτέρου εἰς δεύτερον ἡ μετάβασις γίνεται, καθόλου μὲν ὄντος τοῦ συμπεράσματος, εἰ μὲν ἡ προστιθεμένη καὶ αὐτὴ καθόλου εἴη, ἀδιάφορον· εἰ δὲ μερική, πάντως κάτωθεν, τουτέστι πρὸς τῇ ἐλάττονι, ἵνα μὴ τὴν μείζονα μερικὴν ποιήσωμεν. καὶ καθόλου εἰπεῖν ἐπιβλέπειν δεῖ, μή τι παραφθείρηται διὰ τῆς προσθήκης τῶν ἐν ἑκάστῳ σχήματι παραπεφυλαγμένων, καὶ εἰ μὲν διὰ τῆς προσθήκης σώζεται τὰ τοῦ σχήματος ἴδια, προσθετέον, εἰ δὲ μή, δι’ ἄλλου δεικτέον σχήματος.

但如果我们希望通过预备推论来论证该肯定[前提],我们将取“摄取营养的”为中项在第一格中进行论证:凡植物皆摄取营养,凡摄取营养的皆有灵魂,所以凡植物皆有灵魂。合成该推论:动物不属于任何植物,凡植物皆摄取营养,凡摄取营养的皆有灵魂,于是得出动物不属于所有有灵魂的。因为既然凡植物皆摄取营养,而凡摄取营养的皆有灵魂,所以凡植物皆有灵魂;但没有植物是动物;所以并非所有有灵魂的都是动物。如此,预备推论便是在第一格和第二格中进行的。然而,所有的结论也可能通过同一个格、即第三格推导出来。因为假定提出要证明摄取营养的具有感觉,并在第三格中由取“有灵魂的”为中项的人予以证明:摄取营养的属于所有有灵魂的,但感觉属于某些有灵魂的,所以感觉属于某些摄取营养的。因此,如果需要证明凭什么说感觉属于某些有灵魂的,我们将再次取“动物”为中项在第三格中证明:感觉属于所有动物;但有灵魂的也属于所有动物;你便会得出“感觉属于某些有灵魂的”。合成该推论:摄取营养的属于所有有灵魂的,有灵魂的属于所有动物;而有感觉的也属于所有动物;所以有感觉的属于某些摄取营养的。因为既然摄取营养的属于所有有灵魂的,而有灵魂的属于所有动物,摄取营养的也就属于所有动物;因为凡动物皆摄取营养;但有感觉的也属于所有动物;所以某些摄取营养的是有感觉的。但在这一切之中应当明白:当诸结论在不同的格中得出时,前提一经合成便保持诸格的固有特征;但当所有[结论]都在同一个[格]中完结时,在前提的合成中并不是在全部[组合]中都显现出同一个格,而是两个组合保持该格的固有特征,其他组合则不再如此。因为正如我们所说,被论证的前提由于成为预备推论的结论,而预备推论的结论在前提的合成中不被采纳,因而被略去;当这种情况发生时,该格被消解并还原为第一格。因为假定提出在第二格中以Α为中项证明“Β不属于任何Γ”。于是Α不属于任何Β,但属于所有Γ。因此,当否定性的ΑΒ前提再次通过中项Δ被证明时(因为Δ不属于任何Α,但属于所有Β),ΑΒ前提不再被采纳,而是采纳ΔΒ、ΔΑ、ΑΓ;其中ΔΑ、ΑΓ构成第一格,而ΔΒ、ΔΑ构成第二格;因为Δ属于所有Β但不属于任何Α,而Α属于所有Γ,所以ΔΒ、ΔΑ构成了第二格,而ΔΑ、ΑΓ构成了第一格。在所有情形下亦是如此。然而,既然我们取预备推论的结论并附加上另一个前提,以此织成推论,那么正如亚历山大所说,必须注意到:如果预备推论是在第三格中,而我们由之过渡到第一格或第二格,就必须从上方附加前提;因为第三格中的结论是特称的,若不从上方附加前提,第一格或第二格中的大前提就会成为特称的,格就变得无推论效力[不能得出有效推论]。显而易见,若在第三格中推导出的结论是否定的,则根本不可能过渡到第一格;因为无论从何处附加,这种组合都会变得无推论效力。同样,即使是从第二格向第一格过渡,也必须从下方进行附加,因为〔否则〕小前提会变成否定的,而这是无推论效力的;因为第二格的结论是否定的。同样,即使是从第一格向第一格过渡,在结论是全称肯定的情况下,只要附加的前提是全称肯定的,从何处附加都是无关紧要的;但若〔附加的前提〕是特称的,则无论如何都须从下方。若结论是全称否定的,则从下方。若是特称[否定]的,则再也不可能通过附加前提重新构成第一格;因为若从上方附加,会使小前提变成否定的;若从下方附加,会使大前提变成特称的。正如我已经说过的,对于第二格和第三格中的特称否定结论也是如此;因为不可能从这些过渡到第一格。如果过渡是从第二格向第二格进行,在结论是全称的情况下,若附加的[前提]本身也是全称的,则是无关紧要的;但若〔附加的前提〕是特称的,则无论如何都须从下方、即在小前提处,以免我们使大前提变成特称的。总括而言,必须注意不要由于附加而破坏在每一格中所遵守的任何规则;如果通过附加能够保全该格的特有性质,就应当附加,若不能,就必须通过另一个格来证明。

语法注2 条
  1. 4.69ἄνωθεν δεῖ τὴν πρότασιν προστιθέναι

    副词 ἄνωθεν(“从上方”)指在推论构成中将前提附加于大前提端(词项的上层),与指在小前提端附加的 κάτωθεν(“从下方”)相对。它表明第三格的特称结论若要在第一格或第二格中充当小前提,就必须在上方附加一个新前提作为大前提。

  2. 4.69ὅπερ ἀσυλλόγιστον

    中性关系代词 ὅπερ 的先行词是前述的整件事态,即“小前提变成否定的”(ἡ ἐλάττων ἀποφατικὴ γίνεται)。它解释了这种情况会导致不能得出有效推论(ἀσυλλόγιστον),因为在第一格中要求小前提必须是肯定的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:355.12-357.12