← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§353.17-355.12

复合三段论中不同格的结合

在对亚里士多德《前分析篇》50a5的注释中,斐洛庞奴斯解释了在包含预备推论的复合推论中,并非所有结论都通过单一格得出,并通过具体例子说明了不同格相互结合的论证结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.69#1

" Μὴ λανθανέτω δὲ ἡμᾶς ὅτι ἐν τῷ αὐτῷ συλλογισμῷ οὐχ ἅπαντα τὰ συμπεράσματα δι’ ἑνὸς σχήματός εἰσιν." Ὃ βούλεται διὰ τούτων δεῖξαι, ἐκεῖνό ἐστιν, ὅτι1 ἐπειδὴ τῶν συλλογισμῶν οἱ μὲν ἁπλοῖ εἰσιν, οἱ δὲ σύνθετοι, καὶ καθόλου οἱ μὲν ἐκ προσυλλογισμῶν δείκνυνται, ὧν αἱ προτάσεις οὐκ ἄμεσοι οὐδὲ αὐτόπιστοι, οἱ δὲ οὐδὲν δέονται προσυλλογισμῶν διὰ τὸ ἀμέσους τε εἶναι καὶ αὐτοπίστους τὰς προτάσεις, οὐ δεῖ, φησίν, ἀγνοεῖν ὅτι, ὅταν ἐκ προσυλλογισμῶν περαίνηταί τις συλλογισμός, οὐ πάντως καθ’ ἓν καὶ τὸ αὐτὸ σχῆμα πάντα συνάγεται τὰ συμπεράσματα, ἀλλ’ ἔστιν ὅτε ἐν [τοῖς] δύο ἢ καὶ τοῖς τρισίν. ἐὰν μὲν γὰρ θελήσας δεῖξαι, ὅτι Σωκράτης οὐσία ἐστί, χρήσωμαι μεταξὺ τῷ ζῴῳ, ὅτι Σωκράτης ζῷον, ἐπεὶ μὴ ἄμεσοι αἱ προτάσεις καὶ δεῖ τῆς ἑκατέρας κατασκευῆς, τίθημι μεταξὺ μὲν Σωκράτους καὶ τοῦ ζῴου τὸν ἄνθρωπον, μεταξὺ δὲ τοῦ ζῴου καὶ τῆς οὐσίας τὸ ἔμψυχον, καὶ πάλιν μεταξὺ τοῦ ἐμψύχου καὶ τῆς οὐσίας τὸ σῶμα. καὶ δῆλον ὅτι πάντα τὰ συμπεράσματα ἐν τούτῳ κατὰ πρῶτον γίνεται σχῆμα οὕτως· Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ζῷον, Σωκράτης ἄρα ζῷον· καὶ πάλιν Σωκράτης ζῷον, τὸ ζῷον ἔμψυχον, Σωκράτης ἄρα ἔμψυχον· καὶ οὕτως μέχρι τῆς οὐσίας. καὶ συντιθέμεναι πᾶσαι αἱ προτάσεις ἕνα σύνθετον ἐν πρώτῳ σχήματι ποιοῦσι συλλογισμόν· Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον ἔμψυχον, τὸ ἔμψυχον σῶμα, τὸ σῶμα οὐσία, Σωκράτης ἄρα οὐσία ἐστίν. ὁμοίως καὶ ἐν δευτέρῳ μόνῳ δυνατὸν πάντα τὰ συμπεράσματα συναγαγεῖν. οἷον εἰ θελήσω δεῖξαι ὅτι τὰ φυτὰ οὐκ ἔστι ζῷα, δείκνυμι τοῦτο ἐν δευτέρῳ σχήματι μέσον ὅρον θεὶς τὴν αἴσθησιν· πᾶν ζῷον αἴσθησιν ἔχει, οὐδὲν φυτὸν αἴσθησιν ἔχει, οὐδὲν ἄρα φυτὸν ζῷον. εἰ μὲν οὖν ἡ κατηγορικὴ πρότασις δέοιτο κατασκευῆς, λέγω δὴ ἡ ὅτι πᾶν ζῷον αἴσθησιν ἔχει, πάντως διὰ τοῦ πρώτου δείκνυται σχήματος καθολικὴ οὖσα. εἰ δὲ μερικὴ εἴη, καὶ διὰ τοῦ πρώτου καὶ διὰ τοῦ τρίτου. εἰ δὲ ἡ ἀποφατικὴ δέοιτο κατασκευῆς καθολικὴ οὖσα, ἔστι μὲν ὅτε καὶ αὐτὴ διὰ τοῦ πρώτου δειχθήσεται, ἔστι δὲ ὅτε καὶ διὰ τοῦ δευτέρου· οἷον οὐδὲν φυτὸν δύναμιν ἔχει γνωστικήν τε καὶ διακριτικὴν τῶν προσπιπτόντων ἢ θιγγανόντων· πᾶσα δὲ αἴσθησις δύναμίς ἐστι γνωστική τε καὶ διακριτικὴ τῶν θιγγανόντων ἢ προσπιπτόντων· οὐδὲν ἄρα φυτὸν αἴσθησιν ἔχει. καὶ ἔστι συνθεῖναι τὸν συλλογισμὸν οὕτω· πᾶν ζῷον αἴσθησιν ἔχει, πᾶσα αἴσθησις δύναμίς ἐστι γνωστική τε καὶ διακριτική τινων, οὐδὲν φυτὸν δύναμιν γνωστικὴν ἢ διακριτικὴν ἔχει, οὐδὲν ἄρα φυτὸν ζῷον. τὴν γὰρ ἀποφατικὴν πρότασιν τὴν ἐν τῷ πρώτῳ συλλογισμῷ συμπέρασμα οὖσαν τοῦ προσυλλογισμοῦ οὐ παραληψόμεθα2 ἐν τῷ συνθέτῳ συλλογισμῷ· συντιθέντες γὰρ τοὺς συλλογισμοὺς τῶν προσυλλογισμῶν τὰ συμπεράσματα παραλιμπάνομεν, ὡς ἐπὶ τοῦ ‘Σωκράτης ζῷον, τὸ ζῷον ἔμψυχον, τὸ ἔμψυχον σῶμα, τὸ σῶμα οὐσία, Σωκράτης ἄρα οὐσία’. δυνατὸν δὲ καὶ διὰ τοῦ δευτέρου καὶ τοῦ τρίτου, εἰ μερικὸν εἴη τὸ ὀφεῖλον διὰ τοῦ προσυλλογισμοῦ ἀποδείκνυσθαι. ἔστω γὰρ πάλιν προκείμενον δεῖξαι ὅτι οὐ πᾶν ἔμψυχον αἰσθητικόν ἐστι, καὶ εἰλήφθω μέσον τὸ ζῷον· τὸ οὖν ζῷον αἰσθητικῷ μὲν παντὶ ἐμψύχῳ δὲ οὐ παντί· οὐ πᾶν ἄρα ἔμψυχον αἰσθητικόν, ἢ τὸ αἰσθητικὸν οὐ παντὶ ἐμψύχῳ. εἰ οὖν τις ζητοίη πόθεν ὅτι τὸ ζῷον οὐ παντὶ ἐμψύχῳ, δείξομεν τοῦτο ἐν τρίτῳ σχήματι μέσον λαβόντες τὸ φυτὸν οὕτως· ζῷον οὐδενὶ φυτῷ, τὸ ἔμψυχον παντὶ φυτῷ, τὸ ἄρα ζῷον οὐ παντὶ ἐμψύχῳ. καὶ πάλιν συνθεὶς τὸν συλλογισμόν φημι· ζῷον παντὶ αἰσθητικῷ, ζῷον οὐδενὶ φυτῷ, ἔμψυχον παντὶ φυτῷ, καὶ συνάγεται αἰσθητικὸν οὐ παντὶ ἐμψύχῳ. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ τρίτου σχήματος ἐνδέχεται ποτὲ μὲν πάντα τὰ συμπεράσματα δι’ αὐτοῦ περαίνεσθαι, ἐνδέχεται δὲ καὶ διὰ τοῦ δευτέρου καὶ διὰ τοῦ 〈πρώτου. καὶ διὰ τοῦ〉 τρίτου ὅτι τὸ ζῷον οὐ παντὶ ἐμψύχῳ δέδεικται διὰ μέσου τοῦ φυτοῦ· τὸ ζῷον οὐδενὶ φυτῷ, τὸ ἔμψυχον παντὶ φυτῷ, τὸ ζῷον ἄρα οὐ παντὶ ἐμψύχῳ. πόθεν ὅτι τὸ ζῷον οὐδενὶ φυτῷ; δείξομεν διὰ τοῦ μέσου σχήματος μέσον λαβόντες τὸ αἰσθητικόν· τὸ γὰρ αἰσθητικὸν ζῴῳ μὲν παντὶ φυτῷ δὲ οὐδενί· τὸ ἄρα ζῷον οὐδενὶ φυτῷ. συνθεὶς οὖν τὸν συλλογισμόν φημι· τὸ αἰσθητικὸν παντὶ ζῴῳ φυτῷ δὲ οὐδενί, τὸ ἔμψυχον παντὶ φυτῷ, τὸ ἄρα ζῷον οὐ παντὶ ἐμψύχῳ. ἐπεὶ γὰρ τὸ αἰσθητικὸν οὐδενὶ φυτῷ, οὐδὲ τὸ φυτὸν οὐδενὶ αἰσθητικῷ· αἰσθητικὸν δὲ παντὶ ζῴῳ· φυτὸν ἄρα οὐδενὶ ζῴῳ· ὥστε καὶ ζῷον οὐδενὶ φυτῷ, ἔμψυχον δὲ παντὶ φυτῷ· ζῷον ἄρα οὐ παντὶ ἐμψύχῳ.

“但我们不可忽视:在同一个推论中,并非所有的结论都是通过单一格得出的。” 他希望通过这些话指明的是:既然推论中有些是单纯的,有些是复合的,并且总的来说,有些推论是根据预备推论证明出来的(因为它们的前提既非直接的也非自明的),而另一些推论由于前提既是直接的又是自明的因而不需任何预备推论,他说,人们就不应当不知道:当某个推论由预备推论得出结论时,所有的结论并不必然全都是按照同一个格推导出来的,而有时是在两个格中,甚至在全部三个格中[推导出来的]。因为如果我想要证明苏格拉底是实体,并在中间使用“动物”,说苏格拉底是动物,由于这些前提不是直接的,且每一前提都需要论证,我便在苏格拉底与动物之间置入“人”,在动物与实体之间置入“有灵魂的”,再在有灵魂的与实体之间置入“物体”。显然,在此推论中所有的结论都是按照第一格如此产生的:苏格拉底是人,人是动物,所以苏格拉底是动物;再次,苏格拉底是动物,动物是有灵魂的,所以苏格拉底是有灵魂的;依此类推直至实体。当所有前提结合在一起时,便在第一格中构成一个复合推论:苏格拉底是人,人是动物,动物是有灵魂的,有灵魂的是物体,物体是实体,所以苏格拉底是实体。同样,仅在第二格中推导出所有结论也是可能的。例如,如果我希望证明植物不是动物,我便将“感觉”设为中项在第二格中证明这一点:凡动物皆有感觉,没有植物有感觉,所以没有植物是动物。因此,如果这个肯定前提需要论证——我指的是“凡动物皆有感觉”的前提——鉴于它是全称的,它无论如何都通过第一格来证明。但若它是特称的,则既可通过第一格也可通过第三格证明。另一方面,如果这个否定前提需要论证且它是全称的,有时它本身也会通过第一格证明,有时也会通过第二格证明。例如:没有植物具有对触及或碰到它的事物的认识和辨别能力;但凡感觉皆是对触及或碰到的事物的认识和辨别能力;所以没有植物具有感觉。人们可以这样合成该推论:凡动物皆有感觉,凡感觉皆是对某些事物的认识和辨别能力,没有植物具有认识或辨别能力,所以没有植物是动物。因为第一个推论中的那个否定前提,由于是预备推论的结论,我们并不在复合推论中采纳;因为在合成推论时,正如在“苏格拉底是动物,动物是有灵魂的,有灵魂的是物体,物体是实体,所以苏格拉底是实体”的情形中一样,我们略去了预备推论的结论。如果应当通过预备推论证明的是特称的,那么通过第二格和第三格也是可能的。因为假定重新提出要证明并非所有有灵魂的都是有感觉的,并取“动物”为中项:动物属于所有有感觉的,但不属于所有有灵魂的;所以并非所有有灵魂的都是有感觉的,或者说,有感觉的不属于所有有灵魂的。如果有人追问凭什么说动物不属于所有有灵魂的,我们将取“植物”为中项在第三格中如此证明:动物不属于任何植物,有灵魂的属于所有植物,所以动物不属于所有有灵魂的。再次合成该推论,我说:动物属于所有有感觉的,动物不属于任何植物,有灵魂的属于所有植物,于是得出有感觉的不属于所有有灵魂的。同样地,在第三格的情形下,有时所有结论都通过第三格本身得出,有时也可以通过第二格以及第一格得出。通过第三格,借助中项“植物”已经证明了动物不属于所有有灵魂的:动物不属于任何植物,有灵魂的属于所有植物,所以动物不属于所有有灵魂的。凭什么说动物不属于任何植物呢?我们将取“有感觉的”为中项通过中[第二]格来证明:因为有感觉的属于所有动物,但不属于任何植物;所以动物不属于任何植物。因此合成该推论,我说:有感觉的属于所有动物但不属于任何植物,有灵魂的属于所有植物,所以动物不属于所有有灵魂的。因为既然有感觉的不属于任何植物,植物也就不属于任何有感觉的;而有感觉的属于所有动物;所以植物不属于任何动物;从而动物也不属于任何植物,而有灵魂的属于所有植物;所以动物不属于所有有灵魂的。

语法注2 条
  1. 4.69Ὃ βούλεται διὰ τούτων δεῖξαι, ἐκεῖνό ἐστιν, ὅτι ἐπειδὴ ... οὐ δεῖ, φησίν, ἀγνοεῖν ὅτι

    主句骨架为 Ὃ βούλεται δεῖξαι ... ἐκεῖνό ἐστιν(“他想要指明的是那件事”),后接解释其内容的名词性 ὅτι 从句,该从句中又插入了原因从句 ἐπειδὴ τῶν συλλογισμῶν οἱ μὲν ... οἱ δὲ ...,随后才进入其主干 οὐ δεῖ ... ἀγνοεῖν ὅτι ...。关系词 ὅ 与指示代词 ἐκεῖνο 呼应,中间隔有较长的原因从句。

  2. 4.69τὴν γὰρ ἀποφατικὴν πρότασιν τὴν ἐν τῷ πρώτῳ συλλογισμῷ συμπέρασμα οὖσαν τοῦ προσυλλογισμοῦ οὐ παραληψόμεθα

    直接宾语 τὴν ἀποφατικὴν πρότασιν 置于句首,后接重复冠词构成的限定短语 τὴν ἐν τῷ πρώτῳ συλλογισμῷ(“第一推论中的”)以及表原因的无冠词分词短语 συμπέρασμα οὖσαν τοῦ προσυλλογισμοῦ(“由于是预备推论的结论”),主动词 οὐ παραληψόμεθα 则置于句末。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:353.17-355.12