- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:352.1-353.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德将字母设定(ekthesis)类比为几何图形并说明其仅为便于学习者理解的教学辅助手段而非推论依据的段落(49b33–50a1),阐明论证依赖于词项结合的形式关系而非文字或词项的具体个别本性。
" Οὐ δεῖ δὲ οἴεσθαι παρὰ τὸ ἐκτίθεσθαί τι συμβαίνειν ἄτοπον· οὐδὲν γὰρ προσχρώμεθα τῷ τόδε τι εἶναι.1" Ἐπειδὴ διὰ παντὸς τοῦ βιβλίου διὰ τῆς τῶν στοιχείων ἐκθέσεως τὴν διδασκαλίαν ἐποιήσατο, ἵνα μή τις ὑπονοήσῃ ὅτι ἡ τῶν στοιχείων ἔκθεσις αἰτία ἐστὶ τοῦ ἢ συλλογιστικὰς εἶναί τινας τῶν συμπλοκῶν ἢ ἀσυλλογίστους, αὐτὸ τοῦτο διδάσκει, ὅτι οὐ παρὰ τὴν ἔκθεσιν τῶν στοιχείων τὰ συμβάντα συμβέβηκε. καὶ τί λέγω τῶν στοιχείων, ὅπου γε οὐδὲ παρὰ τὴν τῶν παραληφθέντων ὅρων φύσιν οὐδὲν τῶν συμβάντων συμβέβηκεν; ἀλλ’ ὥσπερ ὁ γεωμέτρης σαφηνείας ἕνεκεν τοῦ μανθάνοντος ἐκτίθεται εὐθεῖάν τινα καὶ ταύτην ἀξιοῖ ἀπλατῆ εἶναι οὐκ οὖσαν ἀπλατῆ ἢ ἄπειρον εἶναι οὐκ οὖσαν ἄπειρον, ὁμοίως καὶ κύκλον γράφει οὐκ ὄντα κύκλον καὶ διάμετρον ὁμοίως καὶ κέντρον καὶ τὰ λοιπὰ ἃ λαμβάνει, καὶ οὐ παρὰ τὰ ἐκτεθέντα συμβαίνει τὰ ἀποδεικνύμενα ἀλλὰ παρὰ τὰ νοούμενα, οἷον τὸ ἀπλατῆ εἶναι τὴν εὐθεῖαν, κἂν ἡ ἐκκειμένη μὴ ἐστιν ἀπλατής, καὶ παρὰ τὸ τοῦ κύκλου κέντρον ἢ τὴν διάμετρον, κἂν τὰ ἐκκείμενα μὴ οὕτως ἔχῃ, τῆς δὲ διδασκαλίας ἕνεκεν μόνης ἐκτίθεται τὰ τοιαῦτα, διότι οἱ εἰσαγόμενοι δέονται τῆς δι’ αἰσθήσεως ὁδηγίας μήπω τοῖς νοητοῖς αὐτοῖς καθ’ αὑτὰ ἐπιβάλλειν δυνάμενοι, οὕτω, φησί, καὶ ἡμεῖς τοῖς στοιχείοις ἐχρησάμεθα καὶ τοῖς ὅροις εἰς σαφήνειαν τῆς διδασκαλίας, οὐ παρὰ ταῦτα ἀποδείξαντες τὰ ἀποδεδειγμένα ἀλλὰ παρὰ τὴν συμπλοκὴν τοῦ καθολικοῦ τε καὶ μερικοῦ καταφατικοῦ τε καὶ ἀποφατικοῦ· ἄνευ γὰρ τῆς τούτων τοίας ἢ τοίας συνθέσεως οὐδὲν ἐδείκνυτο. οὕτω γοῦν ἐλέγομεν ὅτι, εἰ τὸ Α παντὶ τῷ Β ὑπάρχει, πᾶσι τοῖς μέρεσιν αὐτοῦ ὑπάρχει, καὶ εἰ τὸ Β τῷ Γ ὑπάρχει ἢ παντὶ ἢ τινί, μέρος ἂν εἴη τὸ Γ τοῦ Β, ὥστε καὶ τὸ Α παντὶ ἢ τινὶ τῷ Γ ὑπάρξει. καὶ οὕτως ἐπὶ πάντων ἐκ τούτων ἐγίνετο ἡ ἀπόδειξις, οὐκ ἐκ τῶν ἐκκειμένων.
“不应认为因设定了某物便会产生荒谬;因为我们根本没有额外利用它是某个特定之物这一事实。” 由于在全书中他都是通过设定字母来进行教学的,为了不让任何人怀疑字母的设定是使某些组合成为推论性的或非推论性的原因,他恰恰教导了这一点:所产生的结果并不是因字母的设定而产生的。我何必还谈论字母呢,就连所选取的词项的本性,也完全没有导致所产生的结果中的任何一项。相反,正如几何学家为了学习者的明了而设定某条直线,并要求它没有宽度(尽管它并非没有宽度),或者它是无限的(尽管它并非无限),同样也画出并非圆的圆,同样画出直径、圆心以及他所假设的其他东西;而所证明出的东西并不是因被设定的东西而产生,而是因所思考的东西而产生,例如直线是没有宽度的,即使被展示出的直线并非没有宽度,以及因圆心或直径而产生,即使被展示出的东西并非如此,且设定此类东西仅仅是为了教学的缘故,因为初学者由于尚不能直接把握凭其自身的可知对象,而需要通过感官的引导;他说,同样地,我们也为了教学的明了而使用了字母和词项,并非因这些东西而证明了已被证明的事物,而是因全称与特称、肯定与否定的结合;因为若没有这些东西这样或那样的组合,便什么也证明不出来。无论如何我们曾这样说过:如果Α属于全部的Β,它就属于Β的所有部分,而如果Β属于全部或部分的Γ,Γ就将是Β的一部分,以至于Α也将属于全部或部分的Γ。这样,在所有情况下,证明都是从这些关系中产生的,而不是从被展示出的东西中产生的。
"Ἀλλ’ οὐχ οὕτως χρῆται ὡς ἐκ τούτων συλλογιζόμενος." Οὐχ οὕτως χρῆται, φησί, τοῖς ἐκκειμένοις ὡς ἔχει φύσεως· οὐδὲ γὰρ ἀπλατὴς ἡ ἐκτεθεῖσα οὐδὲ ποδιαία. οὕτως οὖν οὐδὲ ἡμεῖς2 ἐκ τῆς φύσεως τῶν ἐκτεθέντων στοιχείων ἢ τῶν ὅρων ἀπεδείξαμεν. ἀλλὰ πόθεν ἐπήγαγεν. ὅλως γάρ, φησίν, ὃ μή ἐστιν ὡς ὅλον πρὸς μέρος καὶ ἄλλο πρὸς τοῦτο ὡς μέρος πρὸς ὅλον, ἐξ οὐδενὸς τῶν τοιούτων δείκνυσιν ὁ δεικνύων,3 τουτέστιν εἰ μὴ οὕτως ἔχοιεν οἱ ὅροι ὥστε τὸν μὲν μείζονα περιέχειν τὸν μέσον τὸν δὲ μέσον τὸν ἐλάττονα, ἐξ οὐδενὸς τῶν ἐκκειμένων εἴτε ὅρων εἴτε στοιχείων ἡ ἀπόδειξις ἐγίνετο.
“但他并非以仿佛从中推论的方式来使用它。” 他说,他并没有按照展示之物所具有的本性来使用它们;因为被设定的线既非没有宽度,也不是一尺长。因此,我们同样没有根据所设定的字母或词项的本性来进行论证。但究竟是从何处,他接着作了说明。他说,因为总括而言,凡不是具有整体对部分、以及另一物对其具有部分对整体的关系之物,论证者决不能从任何此类事物中证明出什么;也就是说,如果词项不处于大项包含中项、中项包含小项的状态,那么论证就决不会从任何被展示的词项或字母中产生。
"Τῷ δ’ ἐκτίθεσθαι προσχρώμεθα ὥσπερ καὶ τῷ αἰσθάνεσθαι, τὸν μανθάνοντα λέγοντες.4" Τουτέστιν ὥσπερ ἐπὶ τῶν μαθημάτων τῇ αἰσθήσει τοῦ μανθάνοντος χρώμεθα, καταγράφοντες ποδιαίαν τὴν μὴ οὖσαν ποδιαίαν καὶ ἀπλατῆ ὁμοίως, διὰ τὸ μὴ δύνασθαι μόνῃ τῇ φαντασίᾳ τοῖς ἐξ ὧν ἡ ἀπόδειξις ἐπιβάλλειν, οὕτω καὶ ἡμεῖς τοῦ σαφοῦς ἕνεκεν τῆς διδασκαλίας τοῖς ὅροις καὶ τοῖς στοιχείοις ἐχρησάμεθα. οὐ γὰρ οὕτω, φησίν, αὐτοῖς ἐχρησάμεθα ὡς χωρὶς αὐτῶν μὴ δυνάμενοι ἀποδεῖξαι, ὥσπερ ἀδύνατον ἀποδεῖξαι χωρὶς τῶν ἐξ ὧν ὁ συλλογισμός, λέγω δὴ τοῦ καθόλου, τοῦ μερικοῦ, τοῦ καταφατικοῦ, τοῦ ἀποφατικοῦ· ἄνευ γὰρ τούτων ἀδύνατον ἀποδεῖξαι.
“我们额外使用设定,正如使用感官一样,指的是学习者。” 也就是说,正如在数学科学中我们利用学习者的感官,把不是一尺长的画成一尺长,同样把并非无宽度的画成无宽度,这是因为无法仅凭想象力直接把握那些构成证明基础的对象;同样,我们也为了教学的明了而使用了词项和字母。他说,因为我们并不是把它们当作没有它们就无法证明的东西来使用的,并不像没有那些构成三段论基础的对象——我指的是全称、特称、肯定、否定——就无法证明那样;因为没有这些,是决不可能进行论证的。
- 4.66οὐδὲν γὰρ προσχρώμεθα τῷ τόδε τι εἶναι
οὐδὲν 作为副词性宾格(“根本不”、“毫不”),修饰支配与格的动词 προσχρώμεθα(“额外利用”、“附带使用”)。τῷ τόδε τι εἶναι 是由冠词 τῷ 名词化的不定式短语(“它作为某个特定之物”),作该动词的与格宾语。
- 4.67ἀλλ’ ὥσπερ ὁ γεωμέτρης ... οὕτω, φησί, καὶ ἡμεῖς
这是一个长大的相关对应结构。从属从句 ὥσπερ ὁ γεωμέτρης ... 详细描述了几何学家的作图实践及其教学心理原因(初学者需要感性引导),随后由主句 οὕτω, φησί, καὶ ἡμεῖς τοῖς στοιχείοις ἐχρησάμεθα 与之对应承接。
- 4.67ὃ μή ἐστιν ὡς ὅλον πρὸς μέρος καὶ ἄλλο πρὸς τοῦτο ὡς μέρος πρὸς ὅλον, ἐξ οὐδενὸς τῶν τοιούτων δείκνυσιν ὁ δεικνύων
关系代词 ὃ 具有泛指关系代词的功能(“凡不是……”),并与后文的介词短语 ἐξ οὐδενὸς τῶν τοιούτων(“决不从任何此类事物中”)相呼应。主句动词为 δείκνυσιν,主语为分词 ὁ δεικνύων(“论证者”)。
- 4.68τὸν μανθάνοντα λέγοντες
λέγοντες 直接支配宾格 τὸν μανθάνοντα,意为“指的是学习者”(即指学习者进行感知;亚里士多德部分抄本有异文 πρὸς τὸν μανθάνοντα λέγοντες,意为“对学习者说话”)。λέγοντες 为与主语(“我们”)一致的现在分词,表示伴随状况或方式。
