← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§350.23-351.29

前提的量与推论性配对的考察

斐洛庞努斯注解了亚里士多德《前分析篇》49b20–30,考察了推论性配对与非推论性配对中大小前提的量与结论的关系,并分析了文句中的倒装结构与诠释难点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.61

" Εἰ μὲν οὖν τὸ Α τῷ Β ὑπάρχει, μὴ παντὶ δὲ καθ’ οὗ τὸ Β." Τουτέστιν ἐὰν ἡ μείζων πρότασις ἡ Α Β μερικὴ εἴη, κἄν τε καθόλου εἴη ἡ ἐλάττων ἡ Β Γ κἄν τε μερική, ἐνδέχεται τὸ Α μηδενὶ ὑπάρχειν τῷ Γ, ὡς ἐφ’ ὧν ἐθήκαμεν παραδειγμάτων. ὅσον οὖν ἀπὸ τούτων δόξει, ὅπερ ἤδη εἰρήκαμεν, τὴν μείζονα πρότασιν ὁμολογουμένως καθόλου καταφατικὴν λαμβάνειν.1 ἀλλὰ προϊὼν ἐπὶ τῆς ἀσυλλογίστου συζυγίας οὐκέτι τοῦτο λαμβάνει, ὡς ἤδη εἰρήκαμεν.

“因此,如果Α属于Β,但不属于凡是Β所陈述的全部。” 也就是说,如果大前提Α-Β是特称的,无论小前提Β-Γ是全称的还是特称的,正如我们在所举的例子中所看到的那样,Α都有可能不属于任何Γ。因此,据此看来,正如我们已经说过的,他似乎将大前提作为公认的全称肯定前提来取。然而,当他进而讨论非推论性的配对时,他便不再像我们已经指出的那样来取它了。

§4.62

"Εἰ δὲ καθ’ οὗ ἂν τὸ Β λέγηται ἀληθῶς, τούτῳ παντὶ τὸ Α ὑπάρχει, συμβήσεται τὸ Α, καθ’ οὗ παντὸς τὸ Β λέγεται, κατὰ τούτου παντὸς λέγεσθαι." Τὴν συλλογιστικὴν ἐκτίθεται συζυγίαν, ὅτι εἰ τὸ Β παντὶ τῷ Γ ὑπάρχει, προυποκειμένου τοῦ καὶ τὸ Α παντὶ τῷ Β ὑπάρχειν, συνάγεται ὅτι τὸ Α παντὶ τῷ Γ ὑπάρξει. τὸ οὖν καθ’ οὗ ἂν τὸ Β λέγηται ἀληθῶς ἀντὶ τοῦ κατὰ παντὸς ἀκουστέον· ἑξῆς γοῦν φησι συμβήσεται τὸ Α, καθ’ οὗ παντὸς τὸ Β λέγεται.

“但是,如果凡是Β被真实陈述的对象,Α都属于其全部,那么结果将是:凡是Β被陈述的全体,Α也对这全体被陈述。” 他阐述了推论性的配对,即如果Β属于全体的Γ,且预先假定了Α也属于全体的Β,便可推导出Α将属于全体的Γ。因此,“凡是Β被真实陈述的对象”应当理解为代替“对全部”而言;因为他接着说,“结果将是:凡是Β被陈述的全体,Α〔对这全体被陈述〕”。

§4.63

"Εἰ μέντοι τὸ Α λέγεται καθ’ οὗ ἂν τὸ Β λέγηται κατὰ παντός, οὐδὲν κωλύει τῷ Γ ὑπάρχειν τὸ Β, μὴ παντὶ δὲ τὸ Α ἢ ὅλως μὴ ὑπάρχειν." Τὴν ἀσυλλόγιστον ἀναλαμβάνει συζυγίαν. ὑπερβατῶς δέ ἐστιν ἡ λέξις εἰ μέντοι τὸ Α λέγεται κατὰ παντὸς καθ’ οὗ τὸ Β λέγεται.2 εἰ οὖν οὕτως ἔχοιεν, φησίν, ὥστε τὴν ἐλάττονα ἀπροσδιόριστον εἶναι, ἐνδέχεται, φησί, τὸ Α ποτὲ μὲν οὐ παντὶ τῷ Γ, ποτὲ δὲ οὐδενὶ ὅλως ὑπάρχειν. καὶ σκόπει ἐκ τούτων ὅτι, εἰ ὁμολογουμένως τὴν μείζονα καθολικὴν καταφατικὴν ἐλάμβανεν, οὐκ εἶχε χώραν λέγειν ὅτι ἐνδέχεται τὸ Α μηδενὶ τῷ Γ ὑπάρχειν· τῆς γὰρ μείζονος καθόλου καταφατικῆς οὔσης τῆς δὲ ἐλάττονος ἀπροσδιορίστου καταφατικῆς ἀνάγκη πᾶσα καὶ τὸ συμπέρασμα μερικὸν καταφατικὸν εἶναι. πῶς οὖν φησιν ὅτι ἐνδέχεται τὸ Α τῷ Γ ὅλως μὴ ὑπάρχειν;

“然而,如果凡是Β被陈述的对象,Α对全部都被陈述,那么没有什么妨碍Β属于Γ,而Α不属于全部或完全不属于。” 他回过头来讨论非推论性的配对。该文句采用了倒装结构,意为“然而,如果凡是Β被陈述的对象,Α都对全部被陈述”。他说,因此如果情况如此,使得小前提是不定的,那么Α有时可能不属于全部的Γ,有时则可能完全不属于任何Γ。并且请由这些来考虑:如果他是公认地把大前提作为全称肯定前提来取,他就没有理由说Α有可能不属于任何Γ;因为在大前提为全称肯定、小前提为不定肯定的情况下,结论必然也是特称肯定的。那么他怎么会说Α有可能完全不属于Γ呢?

§4.64

"Ἐν δὴ τοῖς τρισὶν ὅροις δῆλον ὅτι τὸ καθ’ οὗ τὸ Β παντὸς τὸ Α λέγεσθαι τοῦτ’ ἔστι, καθ’ ὅσων τὸ Β λέγεται, κατὰ πάντων λέγεσθαι καὶ τὸ Α." Τὸ λέγειν, φησί, καθ’ οὗ 〈τὸ Β〉 παντὸς τὸ Α λέγεται τοῦτο σημαίνει, ὅτι καθ’ ὅσων τὸ Β λέγεται, κατὰ πάντων τούτων καὶ τὸ Α λέγεται. τοῦτο δὲ οὐκ ἄλλως συμβαίνει, εἰ μὴ καὶ τὸ Α παντὶ τῷ Β ὑπάρχει.

“在三个词项中显然可见,Α对凡是Β所陈述的全体被陈述,这就是:凡是Β被陈述的多少对象,Α也对所有这些对象被陈述。” 他说,说“Α对凡是[Β]所陈述的全体被陈述”,意思就是:凡是Β被陈述的那些对象,Α也对所有这些对象被陈述。而这一点除非Α也属于全体的Β,否则是不会发生的。

§4.65

"Καὶ εἰ μὲν κατὰ παντὸς τὸ Β, καὶ τὸ Α οὕτως." Τουτέστιν εἰ ἡ ἐλάττων καθόλου καταφατικὴ εἴη, καὶ τὸ συμπέρασμα τοιοῦτον· οἷον εἰ τὸ Β παντὶ τῷ Γ, καὶ τὸ Α παντὶ τῷ Γ· εἰ δὲ τὸ Β μὴ κατὰ παντὸς ὑπάρχει τοῦ Γ, οὐκ ἀνάγκη τὸ Α παντὶ τῷ Γ ὑπάρχειν, ἀλλ’ ἐνδέχεται καὶ μὴ ὑπάρχειν.

“而且如果一方面Β是对全部的,那么Α也是如此。” 也就是说,如果小前提是全称肯定的,结论也是如此的;例如,如果Β属于全体的Γ,那么Α也属于全体的Γ。但如果Β不属于全体的Γ,Α就不必然属于全体的Γ,而是也有可能不属于。

语法注2 条
  1. 4.61ὅσον οὖν ἀπὸ τούτων δόξει ... τὴν μείζονα πρότασιν ὁμολογουμένως καθόλου καταφατικὴν λαμβάνειν

    动词 δόξει 作非人称用法,统辖不定式 λαμβάνειν,其逻辑主语为亚里士多德:“据此看来,他似乎……把大前提取为……”。宾格词组 τὴν μείζονα πρότασιν 作 λαμβάνειν 的直接宾语,καθόλου καταφατικήν 为宾语补足语(表语性修饰)。

  2. 4.63ὑπερβατῶς δέ ἐστιν ἡ λέξις εἰ μέντοι τὸ Α λέγεται κατὰ παντὸς καθ’ οὗ τὸ Β λέγεται

    注疏者对亚里士多德原文引文(lemma)中倒装语序(hyperbaton)的句法梳理。原句“εἰ μέντοι τὸ Α λέγεται καθ’ οὗ ἂν τὸ Β λέγηται κατὰ παντός”中置于句末的介词短语 κατὰ παντός 实际上修饰主句动词 λέγεται,其逻辑句法结构为“λέγεται κατὰ παντὸς καθ’ οὗ...”(“凡是Β被陈述的对象,Α对全部都被陈述”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:350.23-351.29