← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§349.22-350.22

质料之真与对阿摩尼乌解释的批判

菲洛波庞区分了依赖质料的真与推论形式的有效性,介绍了阿摩尼乌将亚里士多德意图归于第一格规则的解释,批判该解释多余且与文本逻辑不符,在对该段文本健全性提出质疑的同时推进了字句考查。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.60#2

ἔστω γὰρ τὸ μὲν Α ἄψυχον, τὸ δὲ Β ζῷον, τὸ δὲ Γ πτηνόν· τὸ μὲν οὖν Β παντὶ τῷ Γ ὑπάρξει, τὸ δὲ Α οὐδενί. εἰ δὲ ποτὲ ἐνδέχεται, οἷον εἰ ἀντὶ τοῦ ἀψύχου τὸ ἔμψυχον λάβω, καὶ ἐπὶ τῆς ἑτέρας συμπλοκῆς τὸ αὐτὸ ἐνδέχεται, εἰ λάβω λευκόν, ἄλογον, κύκνον· ᾧ γὰρ ὑπάρχει τὸ ἄλογον, οἷον κύκνῳ, τούτῳ παντὶ ὑπάρχει τὸ λευκόν. ἀλλ’ αἱ συλλογιστικαὶ συζυγίαι οὐκ ἐπὶ τινὸς μὲν ὕλης ἀληθεῖς ἦσαν ἐπὶ τινὸς δὲ οὔ, ἀλλ’ ἐπὶ πάσης (τοῦτο γὰρ ταῖς ἀσυλλογίστοις ὑπῆρχε τὸ ἐπὶ τινὸς μὲν ὕλης ἀληθεύειν ἐπὶ τινὸς δὲ ψεύδεσθαι), ὡς εἶναι δῆλον ὅτι, καὶ ὅτε ἠλήθευον, οὐ διὰ τὴν συμπλοκὴν τῶν προτάσεων ἀλλὰ διὰ τὴν ὕλην ἠλήθευον, ἐπεὶ καὶ ἐκ ψευδῶν προτάσεων δυνατὸν ἦν ἀληθές τι συναγαγεῖν διὰ τὴν παραλαμβανομένην ὕλην. ἐπὶ τούτοις ἔλεγεν ὁ φιλόσοφος ὅτι μήποτε ὁ Ἀριστοτέλης οὐδὲν ἕτερον διὰ τῶν νῦν παραδιδομένων θέλει διδάξαι1 ἢ ὅπερ φθάσας ἐδίδαξεν, ὅτι ἀδύνατόν ἐστιν ἐν πρώτῳ σχήματι καθολικόν τι συναχθῆναι συμπέρασμα καταφατικόν, εἰ μὴ πάντως καθολικὴ εἴη ἡ ἐλάττων· τὴν γὰρ μείζονα πρόδηλον ὡς ἀνάγκη ἀεὶ καθολικὴν εἶναι. τούτου οὖν ὑποκειμένου, λέγω δὴ τοῦ καθολικὴν εἶναι τὴν μείζονα, εἰ μὲν καὶ ἡ ἐλάττων καθολικὴ ληφθῇ, πάντως καθολικὸν ἔσται καὶ τὸ συμπέρασμα, εἰ δὲ ἀπροσδιόριστος, οὐ πάντως. ἀλλ’ εἰ τοῦτο ἔλεγε, πρῶτον μὲν περιττὸν περὶ τούτου νῦν λέγειν, περὶ οὗ ἱκανῶς ἐν τῷ περὶ γενέσεως τῶν συλλογισμῶν ἐδίδαξε· νῦν γὰρ περὶ ἀναλύσεως, οὐ περὶ γενέσεως συλλογισμῶν διδάξαι βούλεται. ἔπειτα εἰ δεῖ τὴν μείζονα ὡς ὁμολογουμένην καθόλου καταφατικὴν λαμβάνειν, οὐκέτι ἀληθεύει ἐπὶ τῆς ἀπροσδιορίστου λέγων ὅτι ἐνδέχεται ᾧ τὸ Β ὑπάρχει, τούτῳ μηδενὶ ὑπάρχειν τὸ Α. εἰ γὰρ τὸ μὲν Α παντὶ τῷ Β, τὸ δὲ Β ὑπάρχει τῷ Γ, τουτέστι τινί, πάντως καὶ τὸ Α τινὶ τῷ Γ ὑπάρξει, οὐδέποτε δὲ οὐδενί· ἀδύνατον γὰρ ἐκ δύο καταφατικῶν ἀποφατικὸν συναχθῆναι συμπέρασμα. ὅσον οὖν ἐμὲ εἰδέναι2 οὐ φαίνεται ὑγιῶς ἔχειν τὸ προκείμενον χωρίον. τὴν λέξιν δὲ ὅμως ἐπισκεψώμεθα. Οὐκ ἔστι δὲ ταὐτὸν οὔτε εἶναι οὔτε εἰπεῖν, ὅτι ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει, τουτέστιν οὔτε κατὰ τὴν τῶν πραγμάτων ὑπόστασιν οὔτε κατὰ τὴν τῶν λόγων προφορὰν ταὐτόν ἐστι τὸ ὑπάρχειν τε ἁπλῶς καὶ ἀπροσδιορίστως καὶ παντὶ ὑπάρχειν· κἂν γὰρ μὴ παντὶ ὑπάρχῃ, λέγοιτο ἂν ἁπλῶς ὑπάρχειν, ὥς φαμεν τὸ φιλοσοφεῖν ἀνθρώπῳ ὑπάρχειν, καίτοι οὐ πᾶς ἄνθρωπος φιλοσοφεῖ, ἀλλ’ ὅτι τινὶ ὑπάρχει.

设Α为无生命物,Β为动物,Γ为有翼者;那么Β将属于全体的Γ,而Α则不属于任何Γ。但如果有时也是可能的,例如我取有生命物以代替无生命物,那么在另一种组合中同样也是可能的,若我取白、无理性者、天鹅;因为无理性者所属于者,例如属于天鹅,白属于这一个的全体。然而,推论性的配对并非在某种质料上为真而在另一种上不为真,而是在一切质料上皆为真(因为在某种质料上为真而在另一种上为假,属于非推论性的配对),因此很显然,即使在它们为真时,它们也不是由于前提的结合而为真,而是由于质料而为真,因为即使从假前提中,由于所采用的质料,也可能推导出某种真理。对此,那位哲学家曾说,或许亚里士多德通过现在所传授的,无非是想教导他此前教过的内容,即在第一格中不可能推导出任何全称肯定的结论,除非小前提完全是全称的;因为大前提必然总是全称的,这是显而易见的。因此,假定这一点,我指的是假定大前提为全称,如果小前提也被取为全称,那么结论也将完全是全称的;但如果取为不定前提,则不必然如此。然而,如果他是指这个,首先,现在来谈论他在关于推论的生成中所充分教导过的事情是多余的;因为他现在希望教导的是关于推论的分析,而不是推论的生成。其次,如果必须把大前提作为公认的全称肯定前提来取,那么他在关于不定前提说“Β所属于者,Α有可能不属于其任何一个”时,便不再是在陈述真理了。因为如果Α属于全体的Β,而Β属于Γ,也就是属于某个Γ,那么Α也必定属于某个Γ,而绝不会不属于任何Γ;因为从两个肯定前提中不可能推导出否定的结论。因此,据我所知,眼下的这段文字似乎并不健全。然而,我们还是来考察一下字句:“然而,B所属于者全都有A属于它,无论在实际上还是在表述上都不是同一回事”,也就是说,无论就事物的实存而言,还是就言辞的表达而言,单纯且不定地属于,与属于全体,都不是同一回事;因为即使它不属于全体,也可以被说成是单纯地属于,正如我们说从事哲学属于人一样,尽管并不是每个人都从事哲学,而是因为属于某些人。

语法注2 条
  1. 4.60μήποτε ὁ Ἀριστοτέλης οὐδὲν ἕτερον διὰ τῶν νῦν παραδιδομένων θέλει διδάξαι

    小词 μήποτε 后接陈述语气动词(θέλει),用于表达谨慎的推测或设想(“或许……想……”、“莫非……想……”),而非直接的否定疑问。

  2. 4.60ὅσον οὖν ἐμὲ εἰδέναι

    由关系词 ὅσον 后接带宾格的不定式(ἐμὲ εἰδέναι)构成的限定表达(“据我所知”),属于限制性独立不定式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:349.22-350.22