← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§33.23-35.1

三段论定义的词句辨析与非必然论证之区分

约翰·斐洛庞努斯阐释了三段论定义中“另一事物”、“必然地”和“产生”等用语的作用,论述了它们如何将真实的三段论与重复三段论、例证和归纳相区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18#3

τὸ δὲ ἕτερον πρόσκειται διὰ τοὺς διφορουμένους συλλογισμούς, οἵτινες τὸ αὐτὸ ἔχουσι συμπέρασμα ταῖς προτάσεσιν· οἷός ἐστιν ὁ λέγων ‘εἰ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν’· ἐνταῦθα γὰρ οὐδὲν ἕτερον τῶν κειμένων συνέβη. ὅτι δὲ δεῖ ἕτερον εἶναι τὸ συμπέρασμα παρὰ τὰς προτάσεις, ἐντεῦθεν δῆλον. ἄλλο ἐστὶν ἕνεκά του καὶ τὸ οὗ ἕνεκα· οἷον πηδάλιον ἕνεκά τού ἐστιν· ἕνεκα γὰρ τοῦ πλοίου· τὸ δὲ πλοῖον οὗ ἕνεκα· δι’ αὐτὸ γὰρ γέγονε τὸ πηδάλιον· καὶ ὁμολογουμένως ἕτερά ἐστι ταῦτα ἀλλήλων. τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ ἐπὶ τῶν προτάσεων· εἰσὶ γὰρ αἱ μὲν προτάσεις ἕνεκά του· τοῦ συμπεράσματος γὰρ ἕνεκα· τὸ δὲ συμπέρασμα οὗ ἕνεκα· ἕνεκα γὰρ αὐτοῦ αἱ προτάσεις. ὥστε ταύτῃ ἕτερον ἂν εἴη τὸ συμπέρασμα παρὰ τὰς προτάσεις. καὶ ἄλλως· πᾶς ὁ κατασκευάζων τι ἢ τὸ σαφὲς ἐκ τοῦ σαφοῦς κατασκευάζει ἢ τὸ ἀσαφὲς ἐκ τοῦ ἀσαφοῦς ἢ τὸ σαφὲς ἐκ τοῦ ἀσαφοῦς ἢ τὸ ἀσαφὲς ἐκ τοῦ σαφοῦς. αἱ μὲν οὖν τρεῖς πρῶται συζυγίαι ἀσυλλόγιστοί εἰσι. κατὰ δὲ τὴν ὑστέραν γίνονται αἱ ἀποδείξεις· τὸ γὰρ ἀσαφὲς ἐκ τοῦ σαφοῦς σχοίη ἂν τὰς πίστεις. εἰ τοίνυν ἀσαφὲς μὲν τὸ συμπέρασμα (τοῦτο γὰρ δεῖξαι βουλόμεθα), σαφεῖς δὲ αἱ προτάσεις, ἐξ ὧν καὶ τὸ συμπέρασμα τὸ πιστὸν ἔχει, ἕτερον δὲ τὸ ἀσαφὲς τοῦ σαφοῦς, ἕτερον δήπου καὶ τῶν προτάσεων τὸ συμπέρασμα. τὸ δὲ τὶ ἔγκειται τῷ ὁρισμῷ διὰ τὰς ἀσυλλογίστους συζυγίας· τὸ μὲν γὰρ τὶ ὡρισμένον δηλοῖ, αὗται δὲ οὐδὲν ὡρισμένον συνάγουσιν, ἀλλὰ καὶ τὸ καθόλου καὶ τὸ μερικὸν καὶ τὸ καταφατικὸν καὶ τὸ ἀποφατικὸν αὗται συνάγουσιν, ὡς ἐφεξῆς μαθησόμεθα. τὸ δὲ ἐξ ἀνάγκης οὐ τοῦτό φησιν, ὅτι ἀναγκαίας οὔσης ὕλης συνάγεται τὸ συμπέρασμα ἀναγκαῖον (συνάγεται γὰρ καὶ ἐπὶ τῶν ἄλλων ὑλῶν ἀναγκαῖα συμπεράσματα), ἀλλὰ τὸ ἐξ ἀνάγκης προσέθηκε διά τε τοὺς παραδειγματικοὺς καὶ ἐπαγωγικοὺς καλουμένους συλλογισμούς, οἵτινες τὸ ἐξ ἀνάγκης οὐκ ἔχουσι. καθόλου γὰρ πᾶσα πίστις ἢ ἐκ τοῦ ἴσου τὸ ἴσον πιστοῦται ἢ ἐκ τοῦ μείζονος τὸ ἔλαττον ἢ ἐκ τοῦ ἐλάττονος τὸ μεῖζον. ἡ μὲν οὖν παραδειγματικὴ πίστις τὸ ἴσον ἐκ τοῦ ἴσου πιστοῦται· οἷον ὁ δεῖνα πλεύσας ἐναυάγησε· καὶ σὺ εἰ πλεύσειας, τὸ αὐτὸ πείσῃ· ὁ δεῖνα νύκτωρ ὁδεύσας περιέπεσε λῃσταῖς· καὶ σὺ εἰ νύκτωρ ὁδεύσειας, περιπεσῇ λῃσταῖς· ἥτις τὸ ἐξ ἀνάγκης οὐκ ἔχει· κέχρηνται δὲ αὐτῇ μάλιστα οἱ ῥήτορες. ἡ δὲ ἐπαγωγικὴ πίστις τὸ μεῖζον ἐκ τοῦ ἐλάττονος πιστοῦται· οἷον ἐπειδὴ καὶ τόδε καὶ τόδε τὸ ζῷον τὴν κάτω γένυν κινεῖ, καὶ πᾶν ἄρα ζῷον τὴν κάτω γένυν κινεῖ. οὐδὲ αὕτη δὲ ἡ δεῖξις ἔχει τὸ βέβαιον, πρῶτον μέν, ὅτι χαλεπὸν πάντα τὰ κατὰ μέρος διεξελθεῖν. ἔπειτα εἰ δέοι κατασκευάσαι ὅτι ὁ κροκόδειλος τὴν ἄνω γένυν κινεῖ, δεήσεται τὰ κατὰ μέρος διεξιὼν ἢ καὶ αὐτὸν διεξελθεῖν ἢ μή· καὶ εἰ μὲν διεξέλθοι, τὸ ζητούμενον ὡς ὁμολογούμενον λήψεται· εἰ δὲ μή, οὐ κατασκευάσει τὸ καθόλου· πρὸς γὰρ τὴν τοῦ καθόλου ἀνασκευὴν ἀρκεῖ καὶ ἓν παράδειγμα μόνον, πρὸς δὲ τὴν τοῦ καθόλου κατασκευὴν οὐδὲ μυρία ἀρκεῖ παραδείγματα. ἡ δέ γε ἀποδεικτικὴ δεῖξις αὕτη ἐστὶν ἡ ἐκ τοῦ καθόλου τὸ μέρος πιστουμένη ἕπεται πάντως τὸ ἐξ ἀνάγκης.1 τὸ δὲ συμβαίνει διὰ τὴν ἀναγκαίαν ὕλην παρείληπται, ἵνα μή τις νομίσῃ τῷ ἀναγκαίῳ τῆς ὕλης ἕπεσθαι τὸ συμπέρασμα μόνῳ, δηλοῦν ὡς εἴτε ἀδύνατοι εἶεν αἱ προτάσεις εἴτε ἐνδεχόμεναι, συμβαίνει πάντως ἀκολουθεῖν τὸ συμπέρασμα.2

加上“另一事物”,则是由于那些结论与前提相同的重复三段论;例如有人说:“如果是白天,就是白天;然而确实是白天;所以是白天”;因为在此处并没有产生出有别于所设定之物的任何事物。至于结论必须不同于前提,从以下这点便很清楚。为了某物之物[手段]与作为目的之物乃是不同的:例如舵是为了某物而存在的,即为了船;而船则是作为目的之物,因为舵是因它而产生的;并且公认这两者彼此不同。在诸前提的情形中也是同样如此:因为诸前提是为了某物而存在的,即为了结论;而结论则是作为目的之物,因为诸前提是为了它而存在的。因此,从这一点来看,结论应当不同于诸前提。从另一个角度来看:凡论证某事者,要么从明了之物论证明了之物,要么从不明了之物论证不明了之物,要么从不明了之物论证明了之物,要么从明了之物论证不明了之物。前三种组合是不能成三段论的。而诸证明则是根据最后一种组合进行的;因为不明了之物可以从明了之物中获得确信。既然结论是不明了的(因为这正是我们所希望表明的),而前提是明了的,结论也正是由此获得可信性,并且不明了之物不同于明了之物,那么结论自然也就不同于诸前提。 在定义中包含“某些”,则是由于那些不能成三段论的组合:因为“某些”表示确定的事物,而这些组合不能推导出任何确定的事物,反而推导出全称的与特称的、肯定的与否定的,正如我们随后将学到的那样。 至于“必然地”,他并不是说当质料是必然的时候结论便被推导为必然的(因为在其他质料中也能推导出必然的结论);相反,他加上“必然地”,是由于那些被称为例证性的和归纳性的推论,它们并不具有必然性。因为总的来说,一切确信要么从同等之物确立同等之物,要么从较大之物确立较小之物,要么从较小之物确立较大之物。例证性的确信是从同等之物确立同等之物:例如,“某某人乘船航行遭遇了海难;你若航行,也将遭受同样的事”;“某某人夜间赶路遭遇了强盗;你若夜间赶路,也将遭遇强盗”;这并不具有必然性;修辞学家最常使用它。归纳性的确信则是从较小之物确立较大之物:例如,“既然这只动物和那只动物都动下颌,因此凡动物皆动下颌”。但这种论证也没有确定性:首先,因为逐一考察所有个别事例是困难的;其次,如果要确立鳄鱼动上颌,考察个别事例的人就必须要么也考察它,要么不考察;如果考察它,他就是把所寻求的事项当作已被公认的来接受;如果不考察,他就不能确立全称陈述;因为要反驳全称陈述,仅仅一个反例就足够了,但要确立全称陈述,即使无数个例子也不够。而证明性的论证则是从全称确立部分,对它而言必然性总是随之而来。 至于采用“产生”,则是由于必然的质料,以免有人认为结论仅仅随质料的必然性而来,这表明无论前提是不可能的还是偶然的,结论在逻辑上随之而来总是会发生的。

语法注2 条
  1. 1.18ἡ δέ γε ἀποδεικτικὴ δεῖξις αὕτη ἐστὶν ἡ ἐκ τοῦ καθόλου τὸ μέρος πιστουμένη ἕπεται πάντως τὸ ἐξ ἀνάγκης

    省略关系代词或连词的破格句式(anacoluthon)。在句法上,需在 πιστουμένη 之后理解省略了类似 ᾗ 的关系词(意为“对它而言必然性总是随之而来”),或者将分词短语视为主句表语,其后独立跟进一个无连词从句。

  2. 1.18δηλοῦν ὡς εἴτε ἀδύνατοι εἶεν αἱ προτάσεις εἴτε ἐνδεχόμεναι, συμβαίνει πάντως ἀκολουθεῖν τὸ συμπέρασμα

    中性单数现在分词 δηλοῦν 为主格,与由中性冠词 τό 名词化的主语 τὸ συμβαίνει(“‘产生’一词”)一致,表示说明或目的:“表明无论前提是不可能的还是偶然的……”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:33.23-35.1