- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:348.26-349.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯针对《前分析篇》卷一第39章(49b14),探讨了省略大前提的推论,对比了将中项表述为不定(相当于特称)与全称的差异及其对逻辑有效性的影响。
" Οὐκ ἔστι δὲ ταὐτὸν οὔτ’ εἶναι οὔτ’ εἰπεῖν, ὅτι ᾧ τὸ Β ὑπάρχει,1 τούτῳ παντὶ τὸ Α ὑπάρχει, καὶ τὸ εἰπεῖν ᾧ παντὶ τὸ Β ὑπάρχει, καὶ τὸ Α παντὶ ὑπάρχει." Ἐπειδὴ πολλάκις τῶν ἀρχαιοτέρων τινὲς ἢ καὶ οἱ προσδιαλεγόμενοι οὐ τὰς δύο προτάσεις τοῦ συλλογισμοῦ λέγουσιν, ὡς καὶ ἔμπροσθεν εἴρηται, ἀλλ’ ἔστιν ὅτε τὴν ἐλάττονα μόνην εἰπόντες εὐθὺς ἐπάγουσι τὸ συμπέρασμα, διδάσκει ἡμᾶς πῶς καὶ τούτους ἀναλύσομεν τοὺς συλλογισμούς, καὶ πῶς μὲν ἔχοντες ὀρθῶς ἔχουσι, πῶς δὲ οὐκ ὀρθῶς. ἔστωσαν δὲ οἱ τρεῖς ὅροι τοῦ συλλογισμοῦ οἱ Α Β Γ, μείζων μὲν ὁ Α, ἐλάττων δὲ ὁ Γ, μέσος δὲ ὁ Β. ἐὰν οὖν, φησίν, οὕτω τις εἴπῃ, ὅτι ᾧ τὸ Β ὑπάρχει παντί, τούτῳ καὶ τὸ Α ὑπάρχει παντί, οἷον τῷ Γ, συλλογιστικὸς οὗτος ὁ λόγος. ἔστι δὲ ἐλάττων μὲν πρότασις ἡ Β Γ, συμπέρασμα δὲ ἡ Α Γ, ἡ δὲ μείζων, ἥτις καὶ παραλέλειπται, ἡ Α Β. ἐὰν δὲ οὕτω τις εἴπῃ, φησίν, ὅτι ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει, παραλογίζεται· καὶ τὸ Β γὰρ εἰ ὑπάρχει τῷ Γ, ἐνδέχεται τὸ Α οὐ μόνον παντὶ τῷ Γ ὑπάρχειν ἀλλ’ ἔστιν ὅτε καὶ οὐδενί. τοῦτο δὲ συμβαίνει διὰ τὸ ἀπροσδιόριστον εἰλῆφθαι τὴν Β Γ πρότασιν,2 λέγω δὴ τὴν ἐλάττονα, τὰς δὲ ἀπροσδιορίστους ταῖς μερικαῖς ἰσοδυναμεῖν. ἔστω γὰρ τὸ μὲν Α λευκόν, τὸ δὲ Β πτηνόν, τὸ δὲ Γ ζῷον. ἀληθὲς δὴ εἰπεῖν ὅτι τὸ πτηνὸν ὑπάρχει τῷ ζῴῳ· τινὶ γὰρ ζῴῳ ὑπάρχει· αἱ γὰρ ἀπροσδιόριστοι ἰσοδυναμοῦσι ταῖς μερικαῖς. οὐκέτι δὲ ἀληθὲς εἰπεῖν ὅτι τὸ λευκὸν παντὶ ζῴῳ ὑπάρχει· τινὶ γὰρ ὑπάρχει, οἷον τῷ κύκνῳ. εἰ δὲ ληφθείη μέρος τοῦ ζῴου ᾧ μὴ ὑπάρχει τὸ λευκόν, οἷον τῷ κόρακι, τούτῳ τὸ πτηνὸν μὲν ὑπάρξει, τὸ λευκὸν δὲ οὐχ ὑπάρξει. τὰ μὲν οὖν λεγόμενα ταῦτά ἐστιν. οὐ μόνον δὲ ὅτε οὕτω φαμέν, ὅτι ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει, ἐνδέχεται τὸ Α ποτὲ μὲν παντὶ τῷ Γ ποτὲ δὲ μηδενί, ἀλλὰ κἂν οὕτως εἴπωμεν, ὅτι ᾧ τὸ Β παντί, τούτῳ καὶ τὸ Α παντί. οὐδὲ γὰρ οὕτως ἀεὶ ἀληθὲς τὸ ᾧ τὸ Β παντί, τούτῳ καὶ τὸ Α παντί· ἐνδέχεται γὰρ καὶ μηδενί. εἰ γὰρ ἡ Α Β ἀποφατικὴ ληφθείη, τὸ μὲν Β παντὶ τῷ Γ ὑπάρξει, τὸ δὲ Α οὐδενί.
“然而,B所属于者全都有A属于它,与说凡B全部属于者A也全部属于它,无论在实际上还是在表述上都不是同一回事。” 正如前文中所说的那样,往往古人中的某些人或者对话者并不说出推论的两个前提,而是有时仅说了小前提就立即推导出结论,因此他教导我们应当如何去分析这些推论,以及它们在何种情况下是正确的,在何种情况下是不正确的。设推论的三项为Α、Β、Γ,大项为Α,小项为Γ,中项为Β。他说,如果有人这样说:凡Β全部属于者,Α也全部属于这一个,例如属于Γ,那么这一论证是推论性的。小前提是ΒΓ,结论是ΑΓ,而大前提(它实际上被省略了)是ΑΒ。他说,但如果有人这样说:Β所属于者,全都有Α属于它,那么他便是在进行谬误推理;因为即使Β属于Γ,Α也可能不仅属于全体的Γ,有时还可能不属于任何Γ。而这种情况之所以发生,是因为ΒΓ前提(我指的是小前提)被取作了不定前提,而不定前提与特称前提等值。设Α为白,Β为有翼,Γ为动物。那么说有翼属于动物是真实的;因为它是属于某种动物的;因为不定前提与特称前提等值。但说白属于每一个动物则不再真实;因为它是属于某种动物,例如天鹅。但如果取动物中白所不属于的一部分,例如乌鸦,那么对这一个来说,有翼将属于它,而白则不属于。因此,所说的事态就是这些。然而,不仅当我们这样说“Β所属于者全都有Α属于它”时,Α有可能有时属于全体的Γ,有时不属于任何Γ,而且即使我们这样说“凡Β全部属于者Α也全部属于它”时,亦是如此。因为即使这样说,“凡Β全部属于者Α也全部属于它”也不总是真实的;因为也有可能不属于任何一个。因为如果ΑΒ被取为否定前提,Β将属于全体的Γ,而Α则不属于任何Γ。
- 4.60Οὐκ ἔστι δὲ ταὐτὸν οὔτ’ εἶναι οὔτ’ εἰπεῖν, ὅτι ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει, καὶ τὸ εἰπεῖν ᾧ παντὶ τὸ Β ὑπάρχει, καὶ τὸ Α παντὶ ὑπάρχει.
引文的基本句式为“Οὐκ ἔστι ταὐτὸν [A] καὶ [B]”。第一个对比项由“οὔτ’ εἶναι οὔτ’ εἰπεῖν, ὅτι...”引出(无论在实际上还是表述上…),第二个对比项由“καὶ τὸ εἰπεῖν...”引出(以及说…)。在后者的关系从句“ᾧ παντὶ τὸ Β ὑπάρχει”中,量词“παντί”直接修饰与格关系代词“ᾧ”(即“凡其全部…”),与前者中量词仅出现在后件复指词“τούτῳ παντί”中形成鲜明对照。
- 4.60διὰ τὸ ἀπροσδιόριστον εἰλῆφθαι τὴν Β Γ πρότασιν
由介词“διά”接带冠词的完成时被动态不定式“τὸ ... εἰλῆφθαι”构成的表示原因的介词短语。不定式的逻辑主语是宾格的“τὴν Β Γ πρότασιν”,而“ἀπροσδιόριστον”作谓述性宾格补足语(即“因为ΒΓ前提被当作不定前提来取”)。
