← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§347.1-348.25

等价表述的替换与述项中定冠词的作用

斐洛波诺斯阐释了为了使三段论清晰易懂并便于筹划前提,而在同等效力的名词与表述之间进行相互替换的准则,并说明了在列举词项时应优先使用名词而非表述的理由。随后,他论述了述项中定冠词的有无如何从根本上改变含义,说明了大项的配置规则,并引用了亚历山大关于基于微小字面变化而产生的假言三段论诡辩的例子。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.57

" Δεῖ δὲ καὶ μεταλαμβάνειν ἃ τὸ αὐτὸ δύναται, ὀνόματα ἀντ’ ὀνομάτων καὶ λόγους ἀντὶ λόγων καὶ ὄνομα καὶ λόγον." Ἐπὶ ἄλλο τι παράγγελμα μεταβαίνει. ἐπειδὴ γὰρ πρὸς τοῖς ἄλλοις καὶ τῆς τῶν λεγομένων σαφηνείας ἀντιποιούμεθα, ἐν ὅσοις εὑρίσκονται πλείονες ὅροι τὸ αὐτὸ δηλοῦντες, δεῖ ἀντιμεταλαμβάνειν ἐκ τῶν ἀσαφεστέρων τοὺς σαφεστέρους.1 καὶ ἀντὶ ὀνόματος δέ, ἔνθα ἂν δέῃ, ἀντιμεταληπτέον λόγον καὶ ἀντὶ λόγου λόγον καὶ ἀντὶ λόγου ὄνομα· πολλάκις γὰρ ἡ μετάληψις σαφέστερον ὃ βουλόμεθα δεῖξαι παρίστησιν. οἷον εἰ τὴν ἀρετὴν αὐτοπραγίαν τις εἴποι εἶναι τῶν μορίων τῆς ψυχῆς, δυνατὸν σαφέστερόν τινα λόγον μεταλαβόντας εἰπεῖν προσήκουσαν ἐνέργειαν ἑκάστου τῶν τῆς ψυχῆς μορίων· λόγος γὰρ ἀντὶ λόγου μετείληπται. πάλιν ἀντὶ τοῦ εἰπεῖν ὅτι ὁ ἄνθρωπος οὐκ ἔστιν ὅπερ ζῷον ἀντὶ τοῦ ‘ὅπερ ζῷον’ λόγου ὄντος μεταληπτέον [εἰς] ὄνομα σαφέστερον, ὅτι ὁ ἄνθρωπος οὐκ ἔστι γένος· τὸ γὰρ ‘ὅπερ ζῷον’ τὸ γενικὸν ζῷον σημαίνει. ἢ ἀντὶ τοῦ εἰπεῖν ‘Σωκράτης ζῷον πεζὸν δίπουν ὀρθοπεριπατητικὸν πλατυώνυχον’ λεκτέον ὄνομα, ‘Σωκράτης ἄνθρωπός ἐστιν’. ἢ ἔμπαλιν ἀντὶ τοῦ ὀνόματος τὸν λόγον, εἰ σαφέστερόν ἐστι πρὸς τὸ προκείμενον πρόβλημα. ἀλλὰ καὶ ἀντὶ ὀνόματος ὄνομα, οἷον ἀντὶ τοῦ εἰπεῖν ‘ἡ δικαιοσύνη λυσιτελές’ λέγειν ὅτι ἡ δικαιοσύνη συμφέρον ἢ ἀγαθὸν ἢ ὠφέλιμον.

“并且也必须替换具有相同效力者,以名词替换名词,以表述替换表述,以及以名词和表述互换。” 他转向另一条训示。因为我们在其他事情之外,亦追求所言之事的清晰,在所有发现有多个词项指示同一事物的情形中,必须以较清晰者替换较不清晰者。并且在必要之处,应当以表述替换名词,以表述替换表述,以及以名词替换表述;因为这种替换往往更清晰地呈现我们所欲证明之事。例如,如果有人说德性是灵魂诸部分的“各行其职”,则可以通过换用某个更清晰的表述而说是灵魂各部分的“应有活动”;因为这是以表述替换了表述。又如,不用说人不是“凡为动物者”,而应当用一个更清晰的名词替换作为表述的“凡为动物者”,说人不是“属”;因为“凡为动物者”指示的是属层面的动物。或者不用说“苏格拉底是陆生、双足、直立行走、扁甲的动物”,而应当用名词说“苏格拉底是人”。或者反过来,如果对于所提出的问题更为清晰,则以表述替换名词。但亦可以名词替换名词,例如不用说“正义是得利的”,而说正义是“有益的”、或“善的”、或“有助的”。

§4.58

"Καὶ ἀεὶ ἀντὶ τοῦ λόγου τοὔνομα λαμβάνειν· ῥᾴων γὰρ ἡ τῶν ὅρων ἔκθεσις. οἷον εἰ μηδὲν διαφέρει εἰπεῖν τὸ ὑποληπτὸν τοῦ δοξαστοῦ μὴ εἶναι γένος ἢ μὴ εἶναι ὅπερ ὑποληπτόν τι τὸ δοξαστόν (ταὐτὸν γὰρ τὸ σημαινόμενον), ἀντὶ τοῦ λόγου τοῦ λεχθέντος τὸ ὑποληπτὸν καὶ τὸ δοξαστὸν ὅρους θετέον." Πειρᾶσθαι, φησί, χρὴ μάλιστα ὀνόματα ἀντὶ λόγων λαμβάνειν· ῥᾳδία γὰρ ἡμῖν ἔσται, φησίν, ἡ τῶν ὅρων ἔκθεσις μάλιστα εἰς τὸ περὶ τῆς εὐπορίας τῶν προτάσεων πρόβλημα, ῥᾷον 〈ὂν〉 εὑρίσκειν τὰ τοῖς ὅροις παρακολουθοῦντα ἢ τὰ ὅλοις λόγοις. καὶ ὅλως, εἰ ταὐτὸν δύναται τὸ ὄνομα τῷ λόγῳ, ἐν μὲν τῇ ἐκθέσει τοῖς ὅροις χρησόμεθα, ἐν δὲ τῇ συμπλοκῇ τῶν προτάσεων τοῖς λόγοις· εἰς τοῦτο γὰρ ἡμῖν συνοίσει. ὥσπερ ἐφ’ οὗ ἐξέθετο παραδείγματος, οἷον ὅτι τὸ δοξαστὸν ὅπερ ὑποληπτὸν οὐκ ἔστιν ἢ τοῦ δοξαστοῦ τὸ ὑποληπτὸν οὐκ ἔστι γένος· ἀμφότεροι μὲν γὰρ οἱ λόγοι τὸ αὐτὸ δύνανται· ἐν δὲ τῇ ἐκθέσει οὐ δεῖ τοὺς λόγους ἐκτίθεσθαι ἀλλὰ τοὺς ὅρους μόνους, τὸ δοξαστόν φημι καὶ τὸ ὑποληπτόν.

“并且始终应当取名词以代指表述;因为词项的列举更为容易。例如,如果说可领会者不是可意见者的属,与说可意见者并非某个可领会者本身,毫无差别(因为所指示者是相同的),那么就应当用可领会者和可意见者作为词项,以替代所说的表述。” 他说,必须尤为努力取名词以替代表述;他说,因为对我们而言词项的列举将变得容易,特别是在关于易于筹划前提的问题上,因为寻找跟随词项者,比寻找跟随整个表述者要更容易。总之,如果名词与表述具有相同的效力,在列举词项时我们将使用诸词项,但在结合前提时则使用表述;因为这对于我们是有益的。正如在他所列举的例子中那样:例如,可意见者并非可领会者本身,或者可领会者不是可意见者的属;因为两种表述都具有相同的效力;但在列举词项时,不应当列举表述,而只应当列举词项,我指的是可意见者和可领会者。

§4.59

"Ἐπεὶ δὲ οὐ ταὐτόν ἐστι τὸ εἶναι τὴν ἡδονὴν ἀγαθὸν καὶ τὸ εἶναι τὴν ἡδονὴν τὸ ἀγαθόν, οὐχ ὁμοίως θετέον τοὺς ὅρους." Ἄλλο πάλιν θεώρημα παραδίδωσιν, ὅτι οὐ δεῖ μηδὲν οἴεσθαι τὸ παρὰ μικρὸν ἐκκεῖσθαι τοὺς ὅρους,2 ὅπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἔλεγεν, οἷον μετὰ ἄρθρου καὶ ἐκτὸς ἄρθρου· ὅλῳ γὰρ καὶ παντὶ διαλλάττειν ποιεῖ τοὺς ὅρους προσκείμενον τὸ ἄρθρον ἢ μὴ προσκείμενον. οἷον εἴ τις εἴποι ὅτι ἡ ἡδονὴ τὸ ἀγαθόν ἐστι· τὸ μὲν γὰρ λέγειν ὅτι ἡ ἡδονὴ ἀγαθόν ἐστι τοῦτο σημαίνει, ὅτι 〈τι〉 ἀγαθόν ἐστιν ἡ ἡδονή· τὸ δὲ λέγειν ὅτι ἡ ἡδονὴ τἀγαθὸν τοῦτ’ ἔστιν, ὅτι πᾶν ἀγαθόν ἐστιν ἡ ἡδονὴ ἢ ὅτι γένος τῶν ἀγαθῶν. ὥστε, φησίν, ἐπισκοπεῖν δεῖ τί βουλόμεθα συμπερᾶναι. εἰ μὲν γὰρ ὅτι ἡ ἡδονή τι ἀγαθόν ἐστιν, ἐν τῷ μείζονι ἄκρῳ [τὸ] ἀγαθὸν θετέον· οἷον ἡ ἡδονὴ φυσική ἐστιν ἐνέργεια, πᾶσα φυσικὴ ἐνέργεια ἀγαθόν, ἡ ἡδονὴ ἄρα ἀγαθόν· εἰ δὲ ὅτι ἁπλῶς ἀγαθόν ἐστιν ἡ ἡδονή, τουτέστιν ὅπερ τὸ ἀγαθόν, μετὰ τοῦ ἄρθρου θετέον τὸν μείζονα. παρατίθεται δὲ ὁ Ἀλέξανδρος χαριέστατόν τι παράδειγμα δεικνὺς ὅτι ὅλῳ καὶ παντὶ ἐξαλλαγὴν ποιεῖ ἡ παρὰ μικρὸν τῶν ὅρων θέσις. λέγει γὰρ οὕτως· “εἰ οὐδέν ἐστιν, οὐδὲ νύξ ἐστιν· εἰ μὴ νύξ ἐστιν, ἡμέρα ἐστίν· εἰ ἄρα οὐδέν ἐστιν, ἡμέρα ἐστί”. καὶ ὅρα πῶς βραχεῖα ἐναλλαγὴ τοσαύτην ἐναλλαγὴν ἐποίησε· τὸ γὰρ ‘οὐδὲ νύξ ἐστιν’ δέον οὕτω λαβεῖν3 καὶ ἐν τῇ μείζονι προτάσει. οὕτω γὰρ ἂν ψευδὴς ἐγίνετο ἡ μείζων πρότασις ‘εἰ οὐδὲ νύξ ἐστιν, ἡμέρα ἐστίν’· τοῦτο γὰρ ψεῦδος· ἀληθὲς δὲ τὸ ‘εἰ οὐδὲ νύξ ἐστιν, οὐδὲ ἡμέρα ἐστίν’· καὶ συνήγετο ‘εἰ οὐδέν ἐστιν, οὐδὲ ἡμέρα ἐστίν’. ἀντὶ οὖν τοῦ εἰπεῖν ‘εἰ οὐδὲ νύξ ἐστιν’ εἶπεν ‘εἰ μὴ νύξ ἐστιν’, καὶ οὕτω λοιπὸν ἔσχε χώραν τὸ ἐπάγειν ‘ἡμέρα ἐστίν’.

“然而,既然快乐是善与快乐是该善并非相同,就不可同样地配置诸词项。” 他再次给出了另一条定理:绝不可认为词项以微小的差异列出是无关紧要的,正如他在前文中也曾说过的,例如带有冠词和不带冠词;因为冠词的附加或不附加会使词项产生根本且完全的差异。例如,如果有人说“快乐是该善”。因为说“快乐是善”意味着:快乐是“某种”善;而说“快乐是该善”则意味着:快乐是“一切”善,或者是善事物的“属”。他说,因此必须考察我们希望得出什么结论。因为如果希望得出快乐是“某种善”,就应当在大项中放置[无冠词的]“善”;例如,“快乐是自然活动,一切自然活动都是善,因此快乐是善”。但如果希望得出快乐是“无条件的善”,即“善本身”,则应当带冠词来放置大项。而亚历山大引用了一个极为巧妙的例子,证明以微小差异配置词项会造成完全的改变。因为他是这样说的:“如果无物存在,夜亦不存在;如果夜不存在,昼存在;因此,如果无物存在,昼存在”。看那微小的变动如何造成了如此巨大的改变;因为本应在大前提中亦如此取作“夜亦不存在”。因为这样的话,大前提“如果夜亦不存在,昼存在”就会成为假的;因为这是假的,而“如果夜亦不存在,昼亦不存在”才是真的;从而得出的结论是“如果无物存在,昼亦不存在”。因此,他不说“如果夜亦不存在”,而说了“如果夜不存在”,从而才有余地推导出“昼存在”。

语法注3 条
  1. 4.57ἐκ τῶν ἀσαφεστέρων τοὺς σαφεστέρους

    在动词 ἀντιμεταλαμβάνειν(替换、换取)支配下,介词短语 ἐκ τῶν ἀσαφεστέρων 表示替换的起点(被换掉的对象),宾格 τοὺς σαφεστέρους 表示替换后采纳的对象,意为“以较清晰者替换较不清晰者”。

  2. 4.59οὐ δεῖ μηδὲν οἴεσθαι τὸ παρὰ μικρὸν ἐκκεῖσθαι τοὺς ὅρους

    μηδὲν οἴεσθαι 是习惯表达,意为“视为无关紧要/轻视”,与否定词 οὐ 连用表示“绝不可轻视/认为无关紧要”。带冠词的不定词短语 τὸ παρὰ μικρὸν ἐκκεῖσθαι τοὺς ὅρους(“词项以微小的差异列出”)充当该判断的语法主语(或宾语)。

  3. 4.59δέον οὕτω λαβεῖν

    非人称动词 δεῖ 的中性分词省略系动词(ἦν,相当于 ἔδει)作谓语的用法,在过去的语境中带有与事实相反的含义,即“本应如此取作(但实际并未如此)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:347.1-348.25