← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§345.12-346.29

带有重复限定语的推论与简单及限定结论

关于亚里士多德《前分析篇》49a22–49a36的注解。在考察了带有重复限制语的若干推论实例(49a22–26)之后,菲洛庞努斯借由“存在”与“善”的范例,阐明了在结论是无条件成立还是带有限定(依某一方面)成立时,中项与大项的配置有何不同(49a27–36)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.50

" Ὁμοίως δὲ καὶ εἰ τὸ ὑγιεινὸν δειχθείη ὅτι ἐπιστητόν ἐστιν ᾗ ἀγαθόν." Ἕτερον ὑπόδειγμα· τὸ ὑγιαίνειν ἀγαθόν, τὸ ἀγαθὸν ἐπιστητόν ἐστιν ὅτι ἀγαθόν, τὸ ὑγιαίνειν ἄρα ἐπιστητόν ἐστιν ὅτι ἀγαθόν.

“同样,如果健康的事物被证明就其为善而言是可知的事物,亦是如此。” 另一个例子:健康是善,善就其为善而言是可知的,因此健康就其为善而言是可知的。

§4.51

"Ἢ τραγέλαφος ᾗ μὴ ὄν." Τρίτον ὑπόδειγμα· ὁ τραγέλαφος μὴ ὄν, τὸ μὴ ὄν δοξαστὸν ᾗ μὴ ὄν, ὁ τραγέλαφος ἄρα δοξαστόν ἐστιν ᾗ μὴ ὄν. παραλέλειπται τὸ δοξαστόν.1

“或者羊鹿就其为非存在而言[被证明为意见的对象]。” 第三个例子:羊鹿是非存在,非存在就其为非存在而言是意见的对象,因此羊鹿就其为非存在而言是意见的对象。[在引文中]“意见的对象”被省略了。

§4.52

"Ἢ ὁ ἄνθρωπος φθαρτὸν ᾗ αἰσθητόν." Ὁ ἄνθρωπος αἰσθητόν, τὸ αἰσθητὸν φθαρτὸν ᾗ αἰσθητόν, ὁ ἄνθρωπος ἄρα φθαρτὸς ᾗ αἰσθητός. καὶ ἐπὶ πάντων ὁ αὐτὸς τρόπος.

“或者人就其为可感的事物而言是可消灭的。” 人是可感的事物,可感的事物就其为可感的事物而言是可消灭的,因此人就其为可感的事物而言是可消灭的。而在所有情况中都是同样的方式。

§4.53

"Οὐχ ἡ αὐτὴ δὲ θέσις τῶν ὅρων, ὅταν ἁπλῶς τι συλλογισθῇ καὶ ὅταν τόδε τι ἢ πῇ ἢ πῶς." Πάλιν ἐπὶ ἕτερον μεταβαίνει θεώρημα. πολλάκις, φησί, βουλόμεθα δεῖξαι ὅτι τόδε τῷδε ὑπάρχει, οἷον ὅτι ὁ ἄνθρωπος ἐπιστητός ἐστιν· πολλάκις δὲ οὐχ ἁπλῶς ὅτι τὸ ἐπιστητὸν αὐτῷ ὑπάρχει δεῖξαι βουλόμεθα, ἀλλὰ καθὸ λευκός ἐστιν ἢ καθὸ φιλόσοφος. οὐ τὸν αὐτὸν 〈οὖν〉, φησί, δεῖ τιθέναι μέσον ὅρον, ὅταν ἁπλῶς τε ὑπάρχειν [ἢ] τινί τι δεῖξαι βουλώμεθα, καὶ ὅταν πῇ ὑπάρχειν, ἀλλ’ εἰ μὲν ἁπλῶς ὑπάρχει τὸ κατηγορούμενον, καθολικὸν δεῖ τιθέναι καὶ τὸν μέσον ὅρον, εἰ δὲ πῇ, καὶ ὁ μέσος ὅρος μερικώτερος ἔσται. οἷον, φησίν, εἰ τὸ ἀγαθὸν ἐπιστητὸν ἁπλῶς δεῖξαι θελήσομεν, καὶ πάλιν εἰ μὴ ἁπλῶς ὅτι ἐπιστητόν, ἀλλ’ ὅτι ἀγαθὸν ἐπιστητόν· ἔστω γὰρ μέσος ὅρος δι’ οὗ δείκνυται τὸ πρόβλημα τὸ ὄν· δῆλον οὖν ὅτι ἐπὶ μὲν τοῦ προτέρου συλλογισμοῦ τὸ ἁπλῶς ὂν μέσον τεθήσεται, ἐπὶ δὲ τοῦ δευτέρου τὸ τὶ ὄν. οἷον τὸ ἀγαθὸν ὄν ἐστι, τὸ ὂν ἐπιστητόν ἐστιν ὅτι ὄν, τὸ ἀγαθὸν ἄρα ἐπιστητόν ἐστιν ὅτι ὄν. ἐπὶ δὲ τοῦ δευτέρου ἔστω μέσον τὸ τὶ ὄν, οἷον τὸ ὠφέλιμον ἢ αἱρετὸν ἢ ἐφετὸν ἢ τι τοιοῦτον ἕτερον· τὸ ἀγαθὸν ὠφέλιμον, τὸ ὠφέλιμον ἐπιστητὸν ὅτι ἀγαθόν, τὸ ἀγαθὸν ἄρα ἐπιστητὸν ὅτι ἀγαθόν· τὸ γὰρ αἱρετὸν καὶ ὠφέλιμον οὐχ ἁπλῶς ὄντα ἀλλὰ τινὰ ὄντα. ἴδωμεν δὲ καὶ τὴν λέξιν.

“但是,当某事物被无条件地推论时,与当它作为某个特定事物、或依某一方面、或以某种方式被推论时,词项的配置并非相同。” 他又转向另一条定理。他说,我们常常希望证明某物属于某物,例如人是可知的;但我们常常并不希望证明可知性无条件地属于他,而是就其为白的或就其为哲学家而言[属于他]。因此他说,当我们希望证明某物无条件地属于某物时,与希望证明其依某一方面属于时,不应当放置相同的中项;相反,如果述项是无条件地属于的,中项也必须作为普遍项来放置,但如果是依某一方面属于的,中项也将是更为特殊的。他说,例如,如果我们希望证明善是无条件可知的,又如我们并非希望证明它无条件可知,而是证明它作为善是可知的。因为设通过其证明该问题的中项为“存在”;显然,在前一个三段论中,无条件的存在将被置为中项,而在第二个三段论中,某个存在将被置为中项。例如:“善是存在,存在就其为存在而言是可知的,因此善就其为存在而言是可知的”。而在第二个三段论中,设中项为某个存在,如有益的、或值得选择的、或欲求的、或诸如此类的其他事物:“善是有益的,有益的事物就其为善而言是可知的,因此善就其为善而言是可知的”;因为值得选择的事物和有益的事物不是无条件的存在,而是某些特定的存在。让我们也来看一下文本。

§4.54

"Ἔστω γὰρ τὸ μὲν Α ἐπιστήμη ὅτι τὶ ὄν,2 ἐφ’ ᾧ δὲ Β ὄν τι, τὸ δὲ ἐφ’ ᾧ Γ ἀγαθόν." Πρῶτον τοῦ πῇ, οὐ τοῦ ἁπλῶς ὑπόδειγμα τίθησιν· οἷον τὸ ἀγαθὸν τὶ ὄν, τοῦ τινὸς ὄντος ἐπιστήμη ἐστὶν ὅτι τι ὄν, τοῦ ἀγαθοῦ ἄρα ἐπιστήμη ἐστὶν ὅτι τι ὄν. ἐθήκαμεν δὲ ἤδη ἐπὶ ὅρων τὰς προτάσεις.

“因为设Α为就其为某个存在而言的知识,Β为某个存在,Γ为善。” 他首先给出了“依某一方面”的例子,而不是“无条件”的例子:例如,“善是某个存在,关于某个存在有知识,就其为某个存在而言,因此关于善有知识,就其为某个存在而言”。我们已经用实际词项给出了这些前提。

§4.55

"Ἦν γὰρ τὸ τὶ ὄν τῆς ἰδίας σημεῖον οὐσίας." Οἷον τὸ ὠφέλιμον ἢ τὸ αἱρετὸν τῆς ἰδιαζούσης τοῦ ἀγαθοῦ οὐσίας δηλωτικά ἐστι· τὸ δὲ ὂν ἁπλῶς οὐ τῆς ἰδίας οὐσίας κατηγορεῖται ἀλλὰ τῆς κοινῆς.

“因为某个存在是其固有实体的标志。” 例如,有益的或值得选择的是善的特有实体的指示者;而无条件的存在所述说的不是固有实体,而是共通的实体。

§4.56

"Εἰ δὲ τὸ ὂν μέσον ἐτέθη καὶ πρὸς τῷ ἄκρῳ τὸ ὂν ἁπλῶς καὶ μὴ τὸ τὶ ὂν ἐλέχθη, οὐκ ἂν ἦν συλλογισμὸς3 ὅτι ἐστὶν ἐπιστήμη τοῦ ἀγαθοῦ ὅτι ἀγαθὸν ἀλλ’ ὅτι ὄν." Εἰ ἐν τῷ μέσῳ ὅρῳ, φησί, μὴ τὸ τὶ ὂν τεθῇ ἀλλ’ ἁπλῶς τὸ ὂν καὶ πρὸς τῷ μείζονι ὅρῳ μὴ τὸ κατά τι ἐπιστητὸν ἀλλὰ τὸ ἁπλῶς ἐπιστητὸν ᾗ ὄν ἐστι, καὶ τὸ συμπέρασμα τοιοῦτον ἔσται, ἁπλῶς καὶ οὐ πῇ, οἷον ὅτι τὸ ἀγαθὸν ἐπιστητὸν οὐχ ᾗ ἀγαθὸν ἀλλ’ ἁπλῶς ᾗ ὄν.

“但如果存在被置为中项,并且在极端项旁陈述的是无条件的存在而不是某个存在,那么就不会有三段论得出关于善的知识是就其为善而言的,而只会得出是就其为存在而言的。” 他说,如果在中项中放置的不是某个存在,而是无条件的存在,并且在大项旁放置的不是依某一方面可知的,而是就其为存在而言无条件可知的,那么结论也将是这类的,即无条件而非依某一方面的,例如善不是就其为善而言、而是无条件地就其为存在而言是可知的。

语法注3 条
  1. 4.51παραλέλειπται τὸ δοξαστόν

    在亚里士多德的原文(引文)中仅作“Ἢ τραγέλαφος ᾗ μὴ ὄν”,缺少了大项(述项)。菲洛庞努斯指出此处为句法省略,表明应当补出“δοξαστόν”(意见的对象)作为与前文“ἐπιστητόν”相对应的述项。

  2. 4.54ἐπιστήμη ὅτι τὶ ὄν

    连词“ὅτι”在此并非引导间接陈述(“……这一事实”),而是作为与前文引文(如49a22)中重复小词“ᾗ”(“就……而言”)同义的限定从句使用。菲洛庞努斯将其理解为将“某个存在”这一限定/规定附加于大项之上。

  3. 4.56οὐκ ἂν ἦν συλλογισμὸς

    这是承接条件从句“εἰ ... ἐτέθη ... καὶ ... ἐλέχθη”的归结句,由“ἄν + 未完成过去直陈式(ἦν)”构成反事实条件句。它表明与实际情况相反的情形:如果把“无条件的存在”作为中项,那么得出的三段论只能是就其为存在而言、而非就其为善而言的推论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:345.12-346.29