- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:343.22-345.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯注解了亚里士多德关于述谓方式(简单与复合、单独与结合)的规定,继而论述了当命题中出现“重复词项”(限定句)时,为何必须将其与大前提的大项结合,而不是与小前提的中项结合的逻辑理由。
" Καὶ ταύτας ἢ πῇ ἢ ἁπλῶς,1 ἔτι ἢ ἁπλᾶς ἢ συμπεπλεγμένας." Τουτέστιν ἢ κατά τι τῶν εἰδῶν, οἷον Σωκράτης λευκός, ἢ κατὰ γένη, οἷον Σωκράτης κέχρωσται ἢ πεποίωται, πᾶσα οὐσία μετὰ ποιότητος, καὶ ἀποφατικῶς οὐδεμία οὐσία ποιότητός ἐστι. καὶ αὗται μὲν ἁπλαῖ ἐκ τῶν συμβεβηκότων κατηγορίαι ἢ πῇ ἢ ἁπλῶς. συμπεπλεγμέναι δέ, ὡς ὅταν εἴπω ‘Σωκράτης βαδίζων μανθάνει’· συνέπλεξα γὰρ τῷ ποσῷ τὸ ποιόν. ἢ οὖν τοῦτό φησι τὸ συμπεπλεγμένας, ὅτι ἐν ἑνὶ ὅρῳ τῷ κατηγορουμένῳ δύο κατηγορίας συμπλέκειν, ἢ καὶ ἐν τῇ ὅλῃ προτάσει συμπλέκειν, ἵνα τὸν μὲν τῶν ὅρων ἐξ ἄλλης κατηγορίας λάβωμεν τὸν δὲ ἐξ ἄλλης, οἷον ὁ βαδίζων ὑγιαίνει. οὐκ ἀεὶ δὲ δύνανται συμπλέκεσθαι· αἱ γὰρ κατηγορίαι πολλάκις ἑκάστη μὲν ἰδίᾳ κατηγορεῖσθαί τινος δύναται, συμπεπλεγμέναι δὲ οὐκέτι. φημὶ γὰρ οὕτω· Σωκράτης ἀγαθός ἐστι, Σωκράτης ἰατρός ἐστιν· οὐ πάντως δὲ καὶ συμπλέξαντι ἀληθὲς εἰπεῖν ‘ἰατρὸς ἀγαθός ἐστιν’·2 ἐνδέχεται γὰρ ὡς μὲν ἄνθρωπον ἀγαθόν, ὡς δὲ ἰατρὸν κακὸν εἶναι. ἀλλ’ οὐδὲ τὰ συμπεπλεγμένως κατηγορούμενα πάντως καὶ ἰδίᾳ· ἐνδέχεται γὰρ εἰπεῖν τινα ὅτι ἀγαθὸς ἰατρός, οὐ μὴν ὅτι καὶ ἁπλῶς ἀγαθός.
“并且[应当把握]这些范畴,或是依某一方面或是无条件地,此外或是简单地或是复合地。” 也就是说,或是按照种当中的某一个(例如“苏格拉底是白的”),或是按照属(例如“苏格拉底是有颜色的”或“具有性质的”,“一切实体都带有性质”,否定性地如“任何实体都不是性质的”)。而这些是从偶性中得出的简单述谓,或是依某一方面或是无条件地。复合述谓则是当我这样说的时候:“行走着的苏格拉底在学习”;因为我将性质与量结合在了一起。因此,他说“复合地”,或者是意指在作为述项的一个词项中结合两个范畴,或者是在整个前提中进行结合,以便我们从一个范畴中取其一词项,从另一个范畴中取另一词项(例如“行走者是健康的”)。但它们并不总是能够复合;因为各个范畴往往可以单独地述说某一事物,但复合起来却不再能够述说。因为我这样说:“苏格拉底是善的,苏格拉底是医生”;但对于加以复合的人而言,说“他是善的医生”绝非必然为真;因为他作为人可能是善的,作为医生却可能是拙劣的。然而,复合地被述谓的事物也并非必然可以单独地被述谓;因为某人可能说是善的医生,却绝非能说就是无条件地善。
"Ὁμοίως δὲ καὶ τὸ μὴ ὑπάρχειν." Τουτέστιν ἐπὶ τῶν ἀποφατικῶν προτάσεων.
“不属于亦同样如此。” 这就是说,在否定前提的情况下[亦同样如此]。
"Ἐπισκεπτέον δὲ ταῦτα καὶ διοριστέον βέλτιον." Ἢ ὡς μέλλων περὶ τούτων διορίζεσθαι ταῦτά φησι, ποῖαι μὲν τῶν κατηγοριῶν ἰδίᾳ κατηγορεῖσθαι δύνανται, οὐ μὴν συμπεπλεγμένως, ποῖαι δὲ καὶ συμπλέκεσθαι δύνανται, ἢ ἡμῖν τοῦτο ποιεῖν παρακελεύεται, ἵν’ ὦμεν προπαρεσκευασμένοι καὶ τούτῳ.
“必须考查这些并加以更好的界定。” 他说这些话,或者是因为他将要就这些事作出界定,说明哪些范畴可以单独被述谓而不能复合地被述谓,哪些也可以被复合;或者是因为他叮嘱我们去这样做,以便我们也为此预先做好准备。
"Τὸ δ’ ἐπαναδιπλούμενον ἐν ταῖς προτάσεσι πρὸς τῷ πρώτῳ ἄκρῳ θετέον, οὐ πρὸς τῷ μέσῳ." Ἄλλο τι πάλιν παραδίδωσι θεώρημα· ἐπειδὴ γὰρ εὑρίσκομεν πολλάκις ἐν τοῖς παρὰ τοῖς ἀρχαιοτέροις κειμένοις λόγοις ὅρους τινὰς δὶς παραλαμβανομένους ἐν τῇ αὐτῇ προτάσει καὶ ἐν τῷ συμπεράσματι τὸν μέσον ὅρον κείμενον, διδάσκει ἡμᾶς ἐν τούτοις πῶς δεῖ καὶ τοὺς τοιούτους ἀναλύειν συλλογισμούς, καὶ ποίᾳ τῶν προτάσεων συντακτέον τὸν ἐπαναδιπλούμενον ὅρον. ἐπαναδίπλωσις δέ ἐστιν, ὅπερ εἶπον, ἡ τοῦ αὐτοῦ ὅρου δὶς ἐν τῇ αὐτῇ προτάσει παράληψις, ὃς καὶ ἐν τῷ συμπεράσματι πάντως εὑρίσκεται. οἷον τί λέγω; ἔστω δεδειγμένον ὅτι τῆς δικαιοσύνης ἐπιστήμη ἐστὶν ὅτι ἀγαθόν·3 ἔστι μὲν γὰρ ἁπλῶς δικαιοσύνης ἐπιστήμην εἶναι ὅτι ἐστὶ τοῦ κατ’ ἀξίαν ἑκάστῳ ἀπονεμητική· ἔστι δὲ καὶ ἐπιστήμην περὶ αὐτῆς ἔχειν ὅτι ὠφέλιμος ἢ αἱρετὴ ἤ τι τοιοῦτον ἄλλο, ὡς ἔχει καὶ ὁ νῦν λόγος. τὸ οὖν ‘ὅτι ἀγαθόν’ οὐ τῇ ἐλάττονι, φησί, προτάσει συντακτέον ἀλλὰ τῇ μείζονι κατὰ τὸν κατηγορούμενον ὅρον, τουτέστι τὸν μείζονα. καὶ τοῦτο εἰκότως, ὅτι καὶ ἐν τῷ συμπεράσματι πρὸς τῷ κατηγορουμένῳ ὅρῳ κεῖται· οἷον ἡ δικαιοσύνη ἀγαθόν ἐστι, τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστὶν ὅτι ἀγαθόν, τῆς δικαιοσύνης ἄρα ἐπιστήμη ἐστί, τουτέστι καθὸ ἀγαθόν. εἰ γὰρ μὴ οὕτω τεθείη, φησίν, ὁ ἐπαναδιπλούμενος ὅρος ἀλλὰ πρὸς τῇ ἐλάττονι, οἷον ἡ δικαιοσύνη ἀγαθὸν 〈ὅτι ἀγαθόν〉, καὶ ἀσύνετον ἔσται τὸ λεγόμενον καὶ ψεῦδος. ὅταν γὰρ εἴπωμεν ‘ἡ δικαιοσύνη ἀγαθὸν ὅτι ἀγαθόν’, εἰ μὲν οὖν τοῦτο λέγομεν, ὅτι ἀγαθόν ἐστι διότι ἀγαθόν ἐστι, γελοῖον καὶ ἀσύνετον τὸ λεγόμενον, ὡς ἂν εἰ ἐλέγομεν ‘Σωκράτης ἄνθρωπός ἐστιν ὅτι ἄνθρωπός ἐστιν’. εἰ δὲ μὴ οὕτω φαμὲν τὸ ‘ὅτι ἀγαθόν’ ἀλλ’ ἀντὶ τοῦ ‘ὅπερ τὸ ἀγαθόν’, ὅτι ἀγαθόν ἐστιν ἡ δικαιοσύνη οὐ τὸ τυχὸν ἀλλὰ ὅπερ τὸ ἀγαθόν, ψευδὴς ὁ λόγος· οὐ γάρ ἐστι τὸ γενικὸν ἀγαθὸν ἡ δικαιοσύνη· ἔστι γὰρ καὶ ἄλλα ἀγαθά, σωφροσύνη, ὑγίεια, φρόνησις. μόνως οὖν ἐν τῷ μείζονι ὅρῳ θετέον τὸν ἐπαναδιπλούμενον ὅρον.
“在前提中被重复的内容必须置于第一极端项旁,而不是置于中项旁。” 他又传授了另一条定理;因为我们在古人的著作中常常发现某些词项在同一前提中被使用了两次,并且中项出现在结论中,所以他在这些话中教导我们应当如何分析这类三段论,以及应当将重复的词项与哪一个前提结合。正如我所说,重复是指同一词项在同一前提中被使用两次,并且该词项必然也出现在结论中。例如,我是指什么呢?设已证明关于正义有知识,就其为善而言;因为无条件地关于正义有知识是可能的,即它是按照各人所值进行分配的;但关于它有知识,知其为有益的或值得选择的或诸如此类的其他事物,这也是可能的,正如当前的论证所示。因此他说,“就其为善而言”不应当与小前提结合,而应当在大前提中与作为述项的词项(即大项)结合。这是合情合理的,因为在结论中它也是与述项置于一处的;例如:“正义是善,关于善有知识,就其为善而言;因此关于正义有知识,这就是说,就其为善而言”。因为他说,如果重复项不这样放置,而是置于小前提旁(例如“正义是善,就其为善而言”),所说的不仅难以理解,而且是虚妄的。因为当我们说“正义是善,就其为善而言”时,如果我们说的是“它是善,因为它是善”,那么所说的就是荒谬且费解的,就像我们在说“苏格拉底是人,因为他是人”一样。另一方面,如果我们在说“就其为善而言”时并不是这个意思,而是用它来代替“善本身”,即正义不是偶然的善,而是善本身,那么这个论断就是虚妄的;因为正义并不是属的善本身;因为还存在着其他的善事物:节制、健康、明智。因此,重复的词项只能置于大项之中。
- 4.46Καὶ ταύτας ἢ πῇ ἢ ἁπλῶς
该宾格句承接前文 49a6 的句法结构(τὸ δὲ ὑπάρχειν... ληπτέον),ταύτας(指代诸范畴)作为所省略的动形容词 ληπτέον 的宾语。
- 4.46οὐ πάντως δὲ καὶ συμπλέξαντι ἀληθὲς εἰπεῖν ‘ἰατρὸς ἀγαθός ἐστιν’
与格分词 συμπλέξαντι 在无人称句 ἀληθές [ἐστι] 中充当判断者与格或表示条件性的伴随情况:“对于加以复合的人而言”或“在复合的情况下”。
- 4.49ὅτι ἀγαθόν
此处探讨了该短语的两种句法理解:其一是将 ὅτι 理解为原因连词(“因为是善”,等同于 διότι,被斥为无意义);其二是将其作为重复限定(“就其为善而言”,即 καθὸ ἀγαθόν)或本质同一性表述(“正是善本身”,即 ὅπερ τὸ ἀγαθόν)。
