- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:342.1-343.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯注解亚里士多德《前分析篇》48b33–49a6,考察了在第二格和第三格中使用斜格的否定推论范例,并阐明单独列出的词项虽置于主格,但在前提结合中则涉及诸斜格、动词不定式以及按照十范畴展开的多种述谓方式。
" Ὁμοίως δὲ κἀν τοῖς ἄλλοις, ἐν ὅσοις ἀναιρεῖται τὸ πρόβλημα τῷ λέγεσθαί πως πρὸς αὐτὸ τὸ γένος.1" Τουτέστι καὶ ἐν τοῖς ἄλλοις σχήμασιν ἐν οἷς ἀποφατικὰ συνάγεται συμπεράσματα. γένος δὲ τὸν ἐν δευτέρῳ σχήματι μέσον ὅρον ἐκάλεσε, διότι καθολικώτερός ἐστιν ἀμφοτέρων τῶν ἄκρων· οἷον γένεσις οὐδεμιᾷ γενέσει, γένεσις πάσῃ ἡδονῇ, οὐδεμία ἄρα ἡδονὴ γένεσίς ἐστιν.
“在其余所有通过属以某种方式相对于它〔论题〕被表述而使论题被驳倒的情况中,亦是如此。” 这就是说,在得出否定结论的其余诸格中亦是如此。他把第二格中的中项称为“属”,因为中项比两个极端项都更为普遍:例如,“生成[不属于]任何生成,生成[属于]一切快感,因此任何快感都不是生成”。
"Πάλιν ὅτι ὁ καιρὸς οὐκ ἔστι χρόνος δέων." Τινὲς γὰρ οὕτως ὁρίζονται τὸν καιρόν, ὅτι ἔστι χρόνος δέων. ἀναιρεῖται δὲ τὸν τρόπον τοῦτον ἐν τρίτῳ σχήματι· θεῷ καιρός ἐστι· πάντα γὰρ κατὰ καιρὸν ποιεῖ· θεῷ χρόνος δέων οὐκ ἔστιν· ὁ μὲν γὰρ δέων χρόνος ἐστὶ καθ’ ὃν ὠφελεῖται ὁ τούτου μετέχων, οὐδὲν δὲ θεῷ ὠφέλιμον· ὁ ἄρα καιρὸς οὐκ ἔστι χρόνος δέων. τὸ σχῆμα τρίτον, καὶ αἱ μὲν προτάσεις κατὰ δοτικήν, τὸ δὲ συμπέρασμα κατ’ εὐθεῖαν. δῆλον δὲ καὶ ἐντεῦθεν ὅτι οὐ τῆς ἀκριβείας τῶν πραγμάτων καταγίνεται ἀλλὰ τοῦ ὑπόδειγμά τι θεῖναι· δῆλον γὰρ 〈ὡς〉 ὥσπερ ἐστὶ θεῷ καιρὸς οὐ πρὸς αὐτὸν ἀλλὰ πρὸς τὰ ὑπ’ αὐτοῦ γινόμενα, οὕτω καὶ δέων χρόνος ἐστὶ πρὸς ἐκεῖνα.
“再如,适时不是所需的时间。” 因为有些人正是这样定义适时的,即它是所需的时间。而这是在第三格中按如下方式被驳倒的:“适时属于神;因为神依适时而行一切事;所需的时间不属于神;因为所需的时间是分享它的人借以获益的时间,而没有任何事物对神是有益的;因此适时不是所需的时间”。论证格式为第三格,前提以与格进行,结论以主格得出。从这里也清楚地看出,他并不是致力于实际事态的严密性,而是致力于给出范例;因为显然,正如适时属于神不是相对于神自身而是相对于由神所造之物,所需的时间同样也是相对于那些事物而言的。
"Ἁπλῶς γὰρ τοῦτο λέγομεν κατὰ πάντων, ὅτι τοὺς μὲν ὅρους ἀεὶ θετέον κατὰ τὰς κλήσεις τῶν ὀνομάτων,2 οἷον ἄνθρωπος ἢ ἀγαθὸς ἢ τἀναντία." Ὃ βούλεται ἐν τούτοις εἰπεῖν, τοῦτό ἐστιν, ὅτι ἐν μὲν τῇ ἐκθέσει τῶν ὅρων, ἐν οἷς ζητοῦμεν τὰ ὑπάρχοντα καὶ τὰ ἑπόμενα, κατ’ εὐθεῖαν δεῖ πτῶσιν ἐκτίθεσθαι τοὺς ὅρους, ἐπειδὰν μέντοι συμπλέκωμεν αὐτοὺς ἀλλήλοις, ἵνα τὰς τοῦ συλλογισμοῦ προτάσεις ποιήσωμεν, κατά τινα τῶν τοῦ ὀνόματος πτώσεων καὶ οὐ μόνον κατὰ τὴν εὐθεῖαν. τὸ γὰρ κατὰ τὰς κλήσεις τῶν ὀνομάτων ἀντὶ τοῦ ‘κατὰ τὰς εὐθείας’· αὗται γάρ εἰσι καθ’ ἃς ἕκαστος κέκληται.
“因为我们就一切事物简单地说,必须始终按照名词的称谓设定词项,例如‘人’或‘善’或‘相反者’。” 他在这些话中所意欲说的就是:在列出我们在其中探求所属与相随的词项时,必须以主格列出词项;然而当我们为了构成三段论的前提而把它们彼此结合时,则必须按照名词的某种格、而不仅仅是按照主格进行结合。因为“按照名词的称谓”是代替“按照主格”而言的;因为正是根据主格,各个事物才被命名。
"Ἢ γὰρ ὅτι τούτῳ, οἷον τὸ ἴσον." Ὑπόδειγμα τῶν πτώσεων, γενικῆς μὲν ‘τὸ διπλάσιον ἡμίσεός ἐστι διπλάσιον’, δοτικῆς δὲ ‘τὸ ἴσον ἴσῳ ἴσον’, αἰτιατικῆς δὲ ‘τὸ τύπτον τυπτόμενον τύπτει, τὸ ὁρῶν ὁρώμενον ὁρᾷ’. ἀλλὰ καὶ κατ’ εὐθεῖαν, φησίν, ὁ ἄνθρωπος ζῷον.
“因为或者是[表述]于此,例如相等者。” 这是诸格的范例:属格如“两倍是半数的两倍”,与格如“相等者与相等者相等”,宾格如“击者击被打者,见者见被见者”。但他说,也可以按照主格表述,如“人是动物”。
"Ἢ εἴ πως ἄλλως πίπτει τοὔνομα." Καίτοι τὰς πέντε ἐξέθετο πτώσεις χωρὶς τῆς κλητικῆς· οὐ γὰρ πρόσφορος τῷ ἀποφαντικῷ λόγῳ. πῶς οὖν φησιν ἢ εἴ πως ἄλλως πίπτει τοὔνομα;3 μήποτε οὖν, ἐπειδὴ πολλάκις καὶ ῥήμασι χρώμεθα ἐν τοῖς ὑποκειμένοις ὅροις, οἷον τὸ φιλοσοφεῖν ἀγαθόν ἐστιν, διὰ τοῦτο εἶπε τὸ ἢ εἴ πως ἄλλως πίπτει τοὔνομα· καὶ γὰρ ταῦτα ὀνόματά εἰσι τῶν ῥημάτων, διὸ καὶ μετὰ ἄρθρων λέγεται.
“或者如果名词以某种其他方式变化。” 然而除呼格之外他已经列出了五个格;因为呼格不适用于断言性命题。那么他为什么说“或者如果名词以某种其他方式变化”呢?难道不是因为我们在主项中常常也使用动词(例如“从事哲学是善的”),由于这个缘故他才说了“或者如果名词以某种其他方式变化”吗?因为这些[不定式动词]也是源于动词的名词,所以它们也带冠词表述。
"Τὸ δὲ ὑπάρχειν τόδε τῷδε καὶ τὸ ἀληθεύεσθαι τόδε κατὰ τοῦδε τοσαυταχῶς ληπτέον ὁσαχῶς αἱ κατηγορίαι διῄρηνται." Εἰπὼν περὶ τῆς κατὰ τὰς πτώσεις τῶν ὅρων συμπλοκῆς λέγει νῦν περὶ τῆς ἰδέας αὐτῶν, ὅτι οὐκ ἀεὶ ἐκ τῆς οὐσίας λαμβάνονται ἀλλὰ καὶ ἐκ τῶν ἄλλων κατηγοριῶν, ἐκ μὲν τῆς οὐσίας ‘ὁ ἄνθρωπος ζῷον’, ἐκ δὲ τοῦ ποιοῦ ‘ὁ Αἰθίοψ μέλας ἐστίν’ ἢ ‘τὸ λευκὸν χρῶμά ἐστι’ (δυνατὸν γὰρ καὶ θάτερον τῶν ὅρων καὶ ἀμφοτέρους ἐκ τῆς αὐτῆς λαμβάνειν κατηγορίας), ἐκ δὲ τοῦ ποσοῦ ‘ὁ ἀριθμὸς διωρισμένον ποσόν ἐστιν’ ἢ ‘ὁ ἄνθρωπος τρίπηχύς ἐστι’, καὶ ἐκ τοῦ πρός τι ‘Σωκράτης πατήρ ἐστιν’ ἢ ‘ὁ πατὴρ αἴτιόν ἐστιν’, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
“而这属于这,以及这关于这被真实述说,必须按照范畴被区分的方式有多少种,就以多少种方式来把握。” 在论述了词项按照格的结合之后,他现在论述词项的形式(种类),即它们并不总是取自实体,而且也取自其他范畴:取自实体的如“人是动物”;取自性质的如“埃塞俄比亚人是黑的”或“白是颜色”(因为既可以从同一范畴中选取词项之一,也可以两项皆取自同一范畴);取自数量的如“数是分离的量”或“人是三肘长”;取自关系的如“苏格拉底是父亲”或“父亲是原因”;在其他范畴中亦是如此。
- 4.40τῷ λέγεσθαί πως πρὸς αὐτὸ τὸ γένος
带冠词的不定式与格短语“τῷ λέγεσθαι...”表示原因或手段。“πρὸς αὐτό”中的“αὐτό”回指前文的“τὸ πρόβλημα”,意指属相对于论题的主项以某种斜格关系被表述。斐洛庞努斯在句法与逻辑上将这里的“γένος”解释为指代第二格的中项。
- 4.42κατὰ τὰς κλήσεις τῶν ὀνομάτων
短语“κατὰ τὰς κλήσεις”字面意为“按照称谓”,但在古代语法学与逻辑学术语中,它指代主格(作为命名事物的基本格),而非呼格。斐洛庞努斯在此明确注解为“代替‘按照主格’”(ἀντὶ τοῦ ‘κατὰ τὰς εὐθείας’)。
- 4.44ἢ εἴ πως ἄλλως πίπτει τοὔνομα
动词“πίπτει”(字面意为“落下”)是“πτῶσις”(格、词形变化)的同根动词,意为“屈折”或“变格”。在穷尽诸斜格之后出现该从句,斐洛庞努斯将其理解为涵盖了非典型名词作为主项承担句法功能的情形,例如带有冠词的不定式(动名词)。
