← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§339.34-341.23

包含宾格与与格等斜格的三段论形式

斐洛波诺斯注解《前分析篇》48b26–32,考察前提中包含斜格(宾格、与格或混合斜格)的三段论,解释否定三段论中格的变化,并指出范例中的词项仅为逻辑论证而设,无需深究事实真相。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.35

" Κατὰ μὲν δὴ τοῦ ἄκρου κατηγορεῖται τὸ πρῶτον, κατ’ ἀλλήλων δὲ οὐ λέγεται.1" Τουτέστι τὸ μὲν συμπέρασμα κατ’ εὐθεῖαν προάγεται, αἱ δὲ προτάσεις οὐ κατ’ εὐθεῖαν. ὁ μὲν οὖν Ἀριστοτέλης εὐθείας μόνης καὶ γενικῆς παραδείγματα παρέθετο. δυνατὸν δὲ τῇ αὐτῇ μεθόδῳ καὶ ἐπὶ τῶν λοιπῶν πτώσεων γυμνάσαι τὸν λόγον. οἷον τὸν ἀγαθὸν ἀνάγκη εἶναι δίκαιον, πᾶς δίκαιος ἐπιστήμων ἐστὶ τῶν δικαίων, ὁ ἄρα ἀγαθὸς ἐπιστήμων ἐστὶ τῶν δικαίων. ἢ οὕτως·2 ὁ ἀγαθὸς δίκαιος, πάντα δίκαιον ἀνάγκη ἐπιστήμονα εἶναι τῶν δικαίων, τὸν ἄρα ἀγαθὸν ἀνάγκη ἐπιστήμονα εἶναι τῶν δικαίων. τῶν γὰρ προτάσεων ἡ μὲν κατ’ εὐθεῖαν ἔκκειται, ἡ δὲ κατ’ αἰτιατικήν· καὶ τὰ συμπεράσματα δὲ οὕτως ἔχει, τὸ μὲν οὕτως, τὸ δὲ οὕτως. ἀλλὰ καὶ ἀμφότεραι κατ’ αἰτιατικήν· τὸν ἀγαθὸν ἀνάγκη εἶναι δίκαιον, τὸν δίκαιον ἐπιστήμονα δεῖ εἶναι τῶν δικαίων, τὸν ἄρα ἀγαθὸν ἐπιστήμονα δεῖ εἶναι τῶν δικαίων, ἢ ὁ ἀγαθὸς ἐπιστήμων ἐστὶ τῶν δικαίων. ὁμοίως καὶ ἐπὶ δοτικῆς· ταῖς ποιότησιν ὑπάρχει ἐναντιότης, ταῖς ἐναντιότησιν ὑπάρχει τὸ φθείρειν ἀλλήλας, ταῖς ποιότησιν ἄρα ὑπάρχει τὸ φθείρειν ἀλλήλας, ἢ αἱ ποιότητες ἄρα φθαρτικαὶ ἀλλήλων. δῆλον δὲ ὅτι μερικὴ ἡ ἐλάττων· οὐ γὰρ ἐν πάσαις ταῖς ποιότησιν ἡ ἐναντιότης. πάλιν ἡ δικαιοσύνη συμβεβηκός ἐστιν ἀγαθόν, τῷ συμβεβηκότι ἀγαθῷ ἐναντίον τί ἐστιν, τῇ ἄρα δικαιοσύνῃ ἐστί τι ἐναντίον. οὐ μόνον δὲ τῇ εὐθείᾳ συμπλέκειν τινὰ τῶν πλαγίων δυνατὸν ἀλλὰ καὶ πλαγίαν ἄλλῃ πλαγίᾳ· οἷον τῷ σπουδαίῳ τὸ εὐδαιμονεῖν ἕπεται, τὸν εὐδαίμονα οὐδεὶς βλάψαι δύναται, τὸν σπουδαῖον ἄρα οὐδεὶς βλάψαι δύναται. ἀλλὰ καὶ τὴν γενικὴν ἑκατέρᾳ τούτων δυνατὸν συμπλέκειν.

“第一项固然述说于极端项之上,但它们彼此之间并不如此表述。” 这就是说,结论是以主格引出的,而前提则不在主格之中。亚里士多德本人仅列举了单独的主格与属格的例子。然而以同样的方法,也可以就其余的格来演练该论证。例如,“善人必然是正义的,凡正义者皆通晓正义之事,因此善人通晓正义之事”。或者这样:“善人是正义的,凡正义者必然通晓正义之事,因此善人必然通晓正义之事”。因为在这些前提中,一个是以主格列出,另一个以宾格列出;结论也是如此,一个是这样,另一个是那样。但两个前提也都可以用宾格:“善人必然是正义的,正义者应当通晓正义之事,因此善人应当通晓正义之事”,或者“善人通晓正义之事”。在与格的情况下亦是如此:“相反性属于性质,相互毁灭属于相反性,因此相互毁灭属于性质”,或者“因此诸性质是相互毁灭的”。显然小前提是特称的;因为相反性并非存在于一切性质之中。再如,“正义是善的偶性,对于善的偶性存在某种相反者,因此对于正义存在某种相反者”。不仅可以将某个斜格与主格结合,而且可以将一个斜格与另一个斜格结合:例如,“幸福相随于优秀者,没有人能够伤害幸福者,因此没有人能够伤害优秀者”。而且也可以把属格与这两者中的每一者结合起来。

§4.36

"Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τοῦ μὴ ὑπάρχειν ληπτέον." Τουτέστιν ἐπὶ τῶν ἀποφατικῶν συλλογισμῶν· καὶ γὰρ ἐπὶ τούτων ἀνάγκη τὸν εἰρημένον τρόπον ποικίλλεσθαι τὰς προτάσεις.

“关于不属于,也必须以同样的方式来把握。” 这就是说,关于否定三段论;因为在这些推论中,前提也必然按照所说的方式呈现多样变化。

§4.37

"Οὐ γὰρ ἀεὶ σημαίνει τὸ μὴ ὑπάρχειν τόδε τῷδε μὴ εἶναι τόδε τόδε, ἀλλ’ ἐνίοτε τὸ μὴ εἶναι τόδε τοῦδε ἢ τόδε τῷδε.3" Τουτέστιν οὐκ ἀεὶ ἐπὶ τῶν ἀποφατικῶν προτάσεων, ὥσπερ οὐδὲ ἐπὶ τῶν καταφατικῶν, κατ’ εὐθεῖαν συμπλέκονται οἱ ὅροι (τοῦτο γὰρ δηλοῖ εἰπὼν μὴ εἶναι τόδε τόδε, τουτέστιν μὴ εἶναι τὸν ἄνθρωπον ἀθάνατον), ἀλλ’ ἐνίοτε καὶ κατὰ ἄλλην πτῶσιν, ἢ γενικὴν ἢ δοτικὴν ἢ αἰτιατικήν· οἷον τῶν ὁρισμῶν οὐκ ἔστιν ἀπόδειξις, τῆς ἀντιφάσεως οὐδέν ἐστι μεταξύ, τῇ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον, τὸν ἀγαθὸν οὐδεὶς ἀδικῆσαι δύναται, καὶ ἐπὶ πάντων ὁμοίως.

“因为这不属于这,并不总是意味着这不是这,而是有时意味着这不是属于这的,或者这相对于这[不存在]。” 这就是说,在否定前提中,正如在肯定前提中一样,词项并不总是以主格结合(因为他说“这不是这”,即人不是不朽的,正是表明了这一点),而是有时也按照另一种格,或属格、或与格、或宾格:例如,“对于定义没有证明”,“对于矛盾两者之间没有任何居间者”,“对于实体没有任何相反者”,“没有人能够不义地对待善人”,在所有情况下皆是如此。

§4.38

"Οἷον ὅτι οὐκ ἔστι κινήσεως κίνησις ἢ γενέσεως γένεσις, ἡδονῆς δὲ ἔστιν· οὐκ ἄρα ἡ ἡδονὴ γένεσις." Πάλιν τοῖς ὑποδείγμασι σαφῆ ποιεῖ τὸν λόγον. ἔστιν οὖν ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι τοιοῦτος· κινήσεως οὐκ ἔστι κίνησις, ἡδονῆς δὲ ἔστι κίνησις, ἡ ἄρα ἡδονὴ οὐκ ἔστι κίνησις· ὁμοίως γενέσεως οὐκ ἔστι γένεσις, ἡδονῆς δὲ ἔστι γένεσις, ἡ ἄρα ἡδονὴ οὐκ ἔστι γένεσις. ἐν τούτοις γὰρ αἱ μὲν προτάσεις κατὰ γενικὴν πτῶσιν προῆλθον, τὸ δὲ συμπέρασμα κατ’ εὐθεῖαν.

“例如,没有运动的运动,也没有生成的生成,但有快感的〔运动或生成〕;因此快感不是生成。” 他再次通过范例使论证清晰。因此在第二格中的三段论是这样的:“没有运动的运动,而有快感的运动,因此快感不是运动”;同样,“没有生成的生成,而有快感的生成,因此快感不是生成”。因为在这些推论中,前提是以属格进行的,而结论是以主格得出的。

§4.39

"Ἢ πάλιν ὅτι γέλωτος μὲν ἔστι σημεῖον, σημείου δὲ οὐκ ἔστι σημεῖον, ὥστε οὐ σημεῖον ὁ γέλως." Ὑποδείγματος ἕνεκεν ἐκτίθεται τοὺς ὅρους, οὐ μὴν τὰ πράγματα ἐξετάζων·4 διὸ οὐκ ἀκριβολογητέον περὶ τὰ πράγματα. ἔστι γὰρ ὁ γέλως σημεῖον ποιᾶς διαθέσεως τῆς ψυχῆς, οἷον ἡδονῆς καὶ διαχύσεως. ἔστιν δὲ καὶ σημείου σημεῖον, ὡς τοῦ πυρσοῦ ὁ καπνός· ὁ μὲν γὰρ πυρσὸς σημεῖον τοῦ πολέμου, ὁ δὲ καπνὸς τοῦ πυρσοῦ· καὶ ἡ ἐν τῷ τοίχῳ δὲ ἢ τῷ τέγει γινομένη αἰθάλη προσεχῶς τοῦ καπνοῦ ἐστι σημεῖον. ἀλλ’ οὐδὲ σημεῖον εἴη ἄν τι γέλωτος· εἰ γὰρ λέγοι τις ὅτι τὸ σεσηρέναι τὰ χείλη ἢ ποιὸν ἀποτελεῖν ψόφον, οὐ σημεῖά ἐστι γέλωτος ταῦτα ἀλλ’ ὕλη γέλωτος· ἐκ τούτων γὰρ συνέστηκεν. ὥστε οὐκ ἐξεταστέον ἐν τούτοις τὰ πράγματα.

“或者又如,关于笑存在兆头,但关于兆头不存在兆头,因此笑不是兆头。” 他是为了举例而列出这些词项,并不是要探究事实真理;因此不应当在具体实际上吹毛求疵。因为笑是灵魂某种状态(如快感与舒展)的兆头。而且也存在兆头的兆头,正如烟之于烽火;因为烽火是战争的兆头,而烟是烽火的兆头;墙壁或天花板上产生的煤烟则是烟的直接兆头。然而没有任何事物会是笑的兆头;因为如果有人说咧开嘴唇或发出某种声响是笑的兆头,这些并不是笑的兆头,而是笑的质料;因为笑正是由这些构成的。因此在这些例子中不应当深究事实本身。

语法注4 条
  1. 4.35κατ’ ἀλλήλων δὲ οὐ λέγεται

    关于引文中的 κατ’ ἀλλήλων:根据亚里士多德的原意及注解者的阐发(αἱ δὲ προτάσεις οὐ κατ’ εὐθεῖαν),此处理解为前提中的各个词项并非在直接格(主格)中相互述说,而非单纯指“前提互不相关”。

  2. 4.35τῶν γὰρ προτάσεων ἡ μὲν κατ’ εὐθεῖαν ἔκκειται, ἡ δὲ κατ’ αἰτιατικήν· καὶ τὰ συμπεράσματα δὲ οὕτως ἔχει, τὸ μὲν οὕτως, τὸ δὲ οὕτως.

    句法结构:τῶν... προτάσεων 为部分属格,修饰分配主语 ἡ μέν... ἡ δέ。随后的 καὶ τὰ συμπεράσματα δὲ οὕτως ἔχει, τὸ μὲν οὕτως, τὸ δὲ οὕτως 同样构成“全体与部分”(schema καθ' ὅλον καὶ μέρος)的同位结构,对应于前文两个推论示例中结论各自不同的格形式。

  3. 4.37ἀλλ’ ἐνίοτε τὸ μὴ εἶναι τόδε τοῦδε ἢ τόδε τῷδε

    亚里士多德引文中的省略:在斜格短语 τόδε τοῦδε(属格)之后的 ἢ τόδε τῷδε(与格)中,承前省略了否定不定词 μὴ εἶναι,用以表达斜格关系(“这不是属于这的”或“这相对于这[不存在]”)。

  4. 4.39Ὑποδείγματος ἕνεκεν ἐκτίθεται τοὺς ὅρους, οὐ μὴν τὰ πράγματα ἐξετάζων

    句法结构:限定动词 ἐκτίθεται(中动态:“为自己列出”)与由 οὐ μήν 引出形成对比的附加情况分词 ἐξετάζων 相结合。省略的主语按语境为亚里士多德,表明其列出词项旨在例示逻辑形式,而非探讨事实真理(τὰ πράγματα)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:339.34-341.23