← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§334.32-336.22

否定命题与属格前提结合的三段论

斐洛庞诺斯注解亚里士多德《前分析篇》(48b2–12)中关于斜格(尤其是属格)在否定命题以及三段论前提结合中的运用,重点阐明了大前提为主格而小前提为属格的推论范例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.23

" Καὶ ἐπὶ τοῦ μὴ ὑπάρχειν δὲ ὡσαύτως." Τουτέστιν ἐπὶ τῶν ἀποφατικῶν προτάσεων· καὶ γὰρ ταύτας ποτὲ μὲν κατ’ εὐθεῖαν πτῶσιν προφερόμεθα, ποτὲ δὲ κατά τινα τῶν πλαγίων· οἷον ὁ ἄνθρωπος οὐκ ἔστιν ἄψυχον, τῶν ἀτόμων οὐκ ἔστι γένος τὸ εἶδος, τῇ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον, τὸν ἀγαθὸν ἄνδρα οὐδὲν βλάψαι δύναται.

“关于不属于的情况也是同样。” 也就是说,关于否定命题也是同样;因为我们陈述这些否定命题时,有时在主格中,有时在某种斜格中:例如“人不是无生命的”,“种不是不可分者[个体]的属”,“实体没有任何相反者”,“没有任何事物能够伤害善人”。

§4.24

"Ἀλλ’ ὁσαχῶς τὸ εἶναι λέγεται καὶ τὸ ἀληθὲς εἰπεῖν αὐτὸ τοῦτο,1 τοσαυταχῶς οἴεσθαι χρὴ σημαίνειν καὶ τὸ ὑπάρχειν." Ὁσαχῶς, φησίν, ἕκαστον τῶν ὄντων εἶναι λέγεται, τοσαυταχῶς κατηγορεῖν ἄλλο ἄλλου ἐνδέχεται. λέγει δὲ ἕκαστον εἶναι κατὰ τὰς τῶν ὀνομάτων πτώσεις· λέγεται γὰρ Σωκράτης ἐστί, Σωκράτους ὄντος, Σωκράτει εἶναι, Σωκράτην εἶναι. ὁσάκις οὖν ἕκαστον εἶναι λέγεσθαι δύναται καὶ ἀληθῶς εἶναι, τοσαυταχῶς καὶ τὰς προτάσεις συμπλέξαι δυνατόν, ἢ ἀμφοτέρας ὡσαύτως ἢ τὴν μὲν οὕτως τὴν δὲ οὕτως.

“但是,‘存在’在多少种意义上被述说以及这同一事在多少种意义上被真实陈述,就应当认为‘属于’也在多少种意义上表示。” 他说,每一存在之物在多少种意义上被说成“存在”,就可能在多少种意义上把一物谓述另一物。而他所说的每一事物“存在”,是依据名词的诸格而言的;因为可以说“苏格拉底存在”、“苏格拉底存在时”、“对苏格拉底而言存在”、“苏格拉底存在”。因此,每一事物能够有多少次被说成存在并且真实地存在,命题就可能在多少种方式下结合,或者两者都同样,或者一个这样而另一个那样。

§4.25

"Οἷον ὅτι τῶν ἐναντίων ἐστὶ μία ἐπιστήμη." Λοιπὸν ἐπὶ ὑποδειγμάτων τὰ εἰρημένα παραδίδωσι, καὶ τέως ὅτι ἐνδέχεται κατὰ γενικὴν πτῶσιν συμπλέκεσθαι τὰς προτάσεις, ὡς ὅταν εἴπω τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη.

“例如关于相反者有单一的知识。” 随后他在范例中传授所说之事,首先是前提可以在属格中结合,正如我说“关于相反者有单一的知识”那样。

§4.26

"Τὸ δὴ Α τῷ Β ὑπάρχει οὐχ ὡς τὰ ἐναντία τὸ μίαν εἶναι αὐτῶν ἐπιστήμην.2" Τουτέστιν οὐ κατ’ εὐθεῖαν ὑπάρχει τῷ Β τὸ Α (τοῦτο γὰρ σημαίνει αὐτῷ τὸ οὐχ ὡς τὰ ἐναντία, ὡς εἴ τις ἔλεγε τὰ ἐναντία πολέμιά ἐστιν), ἀλλὰ κατὰ γενικήν, τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη. εἰπὼν δὲ οὐχ ὡς τὰ ἐναντία προσέθηκε τὸ μίαν εἶναι αὐτῶν ἐπιστήμην. τί οὖν βούλεται; ἤτοι οὖν τοῦτό φησιν, ὅτι τὸ λέγειν μίαν εἶναι αὐτῶν ἐπιστήμην οὐκ ἔστιν ὡς τὰ ἐναντία, τουτέστι κατ’ εὐθεῖαν, ἀλλ’ ὅτι ἀληθὲς εἰπεῖν κατ’ αὐτῶν τὸ μίαν εἶναι αὐτῶν ἐπιστήμην, τουτέστι κατὰ γενικήν, ἢ ὅτι οὐκ ἔστι τοῖς ἐναντίοις ἐν τούτῳ τὸ εἶναι, ἐν τῷ μίαν εἶναι αὐτῶν ἐπιστήμην· διὸ οὐδὲ κατ’ εὐθεῖαν δυνατὸν κεῖσθαι, ὥσπερ Σωκράτει τὸ εἶναί ἐστιν ἐν τῷ ἄνθρωπον εἶναι, διό φαμεν ‘Σωκράτης ἄνθρωπός ἐστιν’. οὐχ οὕτω δὲ καὶ τὸ μίαν εἶναι τῶν ἐναντίων ἐπιστήμην· διὸ οὔ φαμεν ‘τὰ ἐναντία ἐστὶν ἐπιστήμη’ ἀλλὰ ‘τῶν ἐναντίων’.

“因此Α属于Β,并不是作为诸相反者,而是作为它们有单一的知识。” 也就是说,Α属于Β并非在主格中(因为对他而言,“并非作为诸相反者”意味着这一点,正如有人会说“相反者是敌对的”那样),而是在属格中,“关于相反者有单一的知识”。而在说了“并非作为诸相反者”之后,他又加上了“作为它们有单一的知识”。那么他的意图是什么?因此他要么是说:说它们有单一的知识并不像“相反者”那样,即并非在主格中,而是说关于它们真实地表述了“它们有单一的知识”,即在属格中;要么是说相反者的存在并不在于此,不在于它们有单一的知识——因此甚至不可能将其置于主格中,正如对苏格拉底而言存在在于作为人,因此我们说“苏格拉底是人”。相反者有单一的知识却并非如此;因此我们不说“诸相反者是知识”,而说“属于诸相反者的[知识]”。

§4.27

"Συμβαίνει δ’ ὁτὲ μὲν ἐπὶ τοῦ μέσου τὸ πρῶτον λέγεσθαι, τὸ δὲ μέσον ἐπὶ τοῦ τρίτου μὴ λέγεσθαι." Ἐπειδὴ ὡς ἐπὶ μιᾶς προτάσεως ἐξέθετο ὑπόδειγμα οὐ κατ’ εὐθεῖαν πτῶσιν ἀλλὰ κατὰ γενικὴν συμπεπλεγμένης, διὰ τοῦτο νῦν ἐπ’ ἀμφοτέρων τὰ ὑποδείγματα τίθησι. τὸ δὲ λέγεσθαί φησιν ἀντὶ τοῦ κατ’ εὐθεῖαν πτῶσιν·3 αὕτη γάρ ἐστιν ἡ ὀνομαστικὴ πτῶσις καθ’ ἣν ἕκαστον εἶναι λέγεται. συμβαίνει οὖν, φησί, ποτὲ μὲν τὴν μείζονα πρότασιν κατ’ εὐθεῖαν τίθεσθαι τὴν δ’ ἐλάττονα κατά τινα τῶν πλαγίων. ἔστι δὲ τὸ ὑπόδειγμα τοιοῦτον· τοῦ ἀγαθοῦ σοφία ἐστίν, ἡ σοφία ἐπιστήμη ἐστί, τοῦ ἀγαθοῦ ἄρα ἐπιστήμη ἐστίν· ἐν τούτῳ γὰρ ἡ μὲν ἐλάττων κατὰ γενικὴν προενήνεκται πτῶσιν, ἡ δὲ μείζων κατ’ εὐθεῖαν, καὶ τὸ συμπέρασμα ὅμοιον τῇ ἐλάττονι.

“有时发生的是,第一者就中项被述说,而中项不就第三者被述说。” 既然他以单个前提为例,提出了不是在主格而是在属格中结合的前提,正因如此,他现在就两个前提给出范例。他说“被述说”是用来代替“在主格中”;因为这正是每一事物被说成存在的命名之格[主格]。因此他说,有时发生的是大前提置于主格中,而小前提置于某种斜格中。范例是这样的:“关于善有智慧,智慧是知识,因此关于善有知识”;因为在这个推论中,小前提是在属格中陈述的,而大前提是在主格中陈述的,结论与小前提相似。

§4.28

"Τοῦ δ’ ἀγαθοῦ ἐστιν ἡ σοφία ἐπιστήμη, συμπέρασμα ὅτι τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστί." Τὴν ἐλάττονα πρότασιν θέσθαι βουλόμενος (ἤδη γὰρ ἐξέθετο τὴν μείζονα εἰπὼν ἡ σοφία ἐστὶν ἐπιστήμη) συνέπλεξε τοὺς τρεῖς ὅρους εἰπὼν τοῦ ἀγαθοῦ ἡ σοφία ἐπιστήμη ἐστίν. ἐπειδὴ γὰρ τὸ λέγειν ‘τοῦ ἀγαθοῦ σοφία ἐστίν’ ἀσαφές πως ἐδόκει εἶναι, τί σημαίνει τὸ σοφίαν εἶναι τοῦ ἀγαθοῦ βουλόμενος δεῖξαι εἶπεν ὅτι ἡ τοῦ ἀγαθοῦ ἐπιστήμη ἡ σοφία ἐστίν, ὥστε ἐπὶ πλέον εἶναι τὴν ἐπιστήμην τῆς σοφίας,4 ὡς εἴ τις ἔλεγε ‘τῶν ἐπιπέδων ἐπιστήμη ἡ γεωμετρία ἐστίν’, ἵνα οὕτω τις εἴπῃ· τῶν ἐπιπέδων γεωμετρία ἐστὶν ἢ τὰ ἐπίπεδα γεωμετρεῖν ἔστι, γεωμετρία ἐπιστήμη ἐστί, τῶν ἐπιπέδων ἄρα ἐπιστήμη ἐστί.

“但关于善,智慧是知识,结论是‘关于善有知识’。” 他想要设定小前提(因为他通过说“智慧是知识”已经给出了大前提),便通过说“关于善,智慧是知识”结合了三个词项。因为既然说“关于善有智慧”似乎有些不清晰,他想要表明关于善有智慧意味着什么,便说关于善的知识就是智慧,从而知识的外延大于智慧,正如有人会说“关于平面的知识是几何学”那样,以便人们可以这样说:“关于平面有几何学(或者可以对平面进行几何测量),几何学是知识,因此关于平面有知识”。

语法注4 条
  1. 4.24τὸ ἀληθὲς εἰπεῖν αὐτὸ τοῦτο

    在亚里士多德所引语句中,τὸ ἀληθὲς εἰπεῖν 是带有冠词的不定词短语,意为“陈述真实”,后接 αὐτὸ τοῦτο(这同一事)作其宾语。它与前面的 ὁσαχῶς τὸ εἶναι λέγεται 构成并列结构,意为“在多少种意义上被真实陈述”。

  2. 4.26οὐχ ὡς τὰ ἐναντία τὸ μίαν εἶναι αὐτῶν ἐπιστήμην

    斐洛庞诺斯对亚里士多德极其凝练的文句提出了两种解释:其一,将带不定词的宾格短语 τὸ μίαν εἶναι αὐτῶν ἐπιστήμην 视为属格命题所表述的实际内容(相对于主格的 τὰ ἐναντία);其二,将其解释为本质定义,即相反者的本质存在(τὸ εἶναι)并不在于它们具有同一种知识。

  3. 4.27τὸ δὲ λέγεσθαί φησιν ἀντὶ τοῦ κατ’ εὐθεῖαν πτῶσιν

    斐洛庞诺斯阐明,亚里士多德在此处使用 λέγεσθαι(被述说)是在“在主格中”(κατ’ εὐθεῖαν πτῶσιν)这一专门意义上说的,因为只有作为命名之格的主格中,主项才被直接说成“是”某物。

  4. 4.28ὥστε ἐπὶ πλέον εἶναι τὴν ἐπιστήμην τῆς σοφίας

    由 ὥστε 加不定词(ἐπὶ πλέον εἶναι)构成的结果从句。τῆς σοφίας 是由比较级短语 ἐπὶ πλέον(外延更广)所要求的比较属格。斐洛庞诺斯以此解释亚里士多德为了澄清小前提而将大项“知识”结合进来,从而显示出“知识”之外延大于“智慧”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:334.32-336.22