- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:333.17-334.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯讨论了亚里士多德在《前分析篇》48a40中关于推论的词项不必总处于主格而亦可取斜格的论述,从语法规范的角度梳理了格变在前提和结论中的具体表现,并就“被谓述”一语的解释将老师阿摩尼乌斯的观点与自己的观点进行了对比。
" Τὸ δὲ ὑπάρχειν τὸ πρῶτον τῷ μέσῳ καὶ τοῦτο τῷ ἄκρῳ οὐ δεῖ λαμβάνειν ὡς ἀεὶ κατηγορηθησομένων ἀλλήλων." Ἕτερον πάλιν θεώρημα παραδίδωσιν. οὐ δεῖ, φησί, νομίζειν ὅτι πάντως δεῖ κατ’ εὐθεῖαν πτῶσιν τοὺς ὅρους ἐκτίθεσθαι· οἷον ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία· πάντες γὰρ ἐν τούτῳ οἱ ὅροι κατ’ εὐθεῖαν πτῶσιν κεῖνται. ἐπειδὴ γὰρ οὐ τῆς φύσεως μόνης τῶν πραγμάτων φροντίζομεν ἀλλὰ καὶ τῆς περὶ τὴν λέξιν εὐκοσμίας ὥστε Ἑλληνικῶς τὰς συντάξεις τοῦ λόγου ἀποδιδόναι καὶ μὴ σολοικισμοῖς ὑποφέρεσθαι, δεῖ καὶ τῆς κατὰ τὰς προτάσεις τῶν ὀνομάτων ὀρθῆς χρήσεως φροντίδα ποιεῖσθαι καὶ μὴ ἀρκεῖσθαι μόνον τῷ δηλοῦν ὅτι τόδε τι νοοῦντες τῇδε τῇ λέξει ἐχρησάμεθα. ἐπεὶ οὖν σημαίνονται τὰ πράγματα οὐ μόνον ταῖς εὐθείαις ἀλλὰ καὶ ταῖς πλαγίαις πτώσεσιν (ἄλλης γὰρ σχέσεως τοῦ ὑποκειμένου ἄλλη πτῶσίς ἐστι σημαντική), διὰ τοῦτο πᾶσα ἀνάγκη μὴ μόνον κατ’ εὐθεῖαν πτῶσιν ἀλλὰ καὶ κατὰ τὰς πλαγίας τοὺς ὅρους ἐκτίθεσθαι. πολλάκις μὲν οὖν πάντες οἱ ὅροι κατ’ εὐθεῖαν πτῶσιν ἔκκεινται· οἷον ὁ Σωκράτης φιλόσοφός ἐστι, πᾶς φιλόσοφος ἀγαθός ἐστιν, ὁ Σωκράτης ἄρα ἀγαθός ἐστι· πάντες γὰρ οἱ ὅροι κατ’ εὐθεῖαν πτῶσιν ἔκκεινται. ἐνίοτε δέ, φησί, καὶ ἀμφότεραι αἱ προτάσεις κατὰ πλαγίαν ἔκκεινται πτῶσιν, ἢ ἡ μὲν κατὰ πλαγίαν ἡ δὲ κατ’ εὐθεῖαν. καὶ τὸ συμπέρασμα δὲ ὁμοίως πολλάκις μὲν κατ’ εὐθεῖαν πτῶσιν συνάγεται, πολλάκις δὲ κατὰ πλαγίαν. ἰστέον δὲ ὅτι, ὅταν λέγῃ ἢ κατ’ εὐθεῖαν ἢ κατά τινα τῶν πλαγίων τοὺς ὅρους ἐκτίθεσθαι, περὶ τῶν ἐν ταῖς προτάσεσιν ὑποκειμένων λέγει· οἱ γὰρ κατηγορούμενοι ἀεὶ κατ’ εὐθεῖαν τίθενται πτῶσιν, κἂν ποτε πλαγία πτῶσις εὑρεθῇ ἐν κατηγορουμένῳ, πάντως καὶ εὐθεῖα νοεῖται ἔξωθεν ἢ πάντως διὰ τοῦ ῥήματος, εἴγε πᾶν ῥῆμα εὐθείας ἐστὶ πτώσεως πλὴν τοῦ μέλει καὶ μεταμέλει.1 οἷον Σωκράτους φιλοσοφοῦντος ἡμᾶς ἀκροᾶσθαι δεῖ· ἔνεστι γὰρ ἐν τῷ ‘δεῖ’ ἡ εὐθεῖα· οὐδὲν γὰρ ἕτερον ἢ ‘ἡμᾶς δέον ἐστίν’, ὅπερ ἐστὶν εὐθείας πτώσεως καὶ ῥήματος. ἐν ᾧ δ’ εὐθεῖα μὴ ἐνθεωρεῖται, οὐκ ἀπαρτίζεται λόγος. αἱ μὲν οὖν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου πάντως κατ’ εὐθεῖαν προφέρονται πτῶσιν· αἱ δὲ ἐκ τρίτου προσκατηγορουμένου καὶ αἱ μετὰ τρόπου ποτὲ μὲν κατ’ εὐθεῖαν ποτὲ δὲ κατὰ πλαγίαν, κατ’ εὐθεῖαν μὲν Σωκράτης ἀγαθός ἐστι, κατὰ δὲ τὰς πλαγίας Σωκράτους ἠκροάσατο Πλάτων ἢ μαθητής ἐστι Πλάτων, Σωκράτει ἐπεβούλευσεν Ἄνυτος ἢ ἐπίβουλός ἐστι, Σωκράτην ἀπέκτειναν Ἀθηναῖοι, Σωκράτης δύναται βαδίζειν, Σωκράτους ἐνδέχεται ἀκροᾶσθαι, Σωκράτει ἐνδέχεται διαλέγεσθαι, Σωκράτην τύπτειν ἐνδέχεται. ἡ μὲν οὖν διάνοια τῶν ἐνταῦθα παραδιδομένων ἐστὶ τοιαύτη. ὅπως δὲ τοῖς ὑποδείγμασι καθ’ ἕκαστον χρῆται, τὴν λέξιν ἐξετάζοντες εἰσόμεθα. Πρῶτον μέν φησι τὸν μείζονα ὅρον, ἄκρον δὲ τὸν ἐλάττονα. κατηγορηθησομένων δέ φησιν ἀντὶ τοῦ ‘κατ’ εὐθεῖαν πτῶσιν’· ἐν ταύταις γάρ εἰσὶν αἱ κυρίως κατηγορίαι, λέγω δὴ τὸ ὑπάρχειν τόδε τῷδε, οἷον ὁ ἄνθρωπος ζῷόν ἐστι. καὶ οὕτω μὲν ὁ διδάσκαλος. οἶμαι δὲ ἁπλούστερον πᾶσαν κατηγορίαν λέγειν αὐτόν· εἰπὼν γὰρ ὡς ἀεὶ κατηγορηθησομένων ἀλλήλων ἐπήγαγεν ὁμοίως τό 〈τε〉 πρῶτον τοῦ μέσου καὶ τοῦτο τοῦ ἐσχάτου. εἰ δὲ τὸ κατηγορηθησομένων τὸ κατ’ εὐθεῖαν ἐκκεῖσθαι αὐτῷ ἐσήμαινε, παρέλκον ἦν τὸ ἐπάγειν2 ὁμοίως τό τε πρῶτον τοῦ μέσου καὶ τοῦτο τοῦ ἐσχάτου.
“然而不应把第一个属于中项且这个属于端项,理解为它们总是彼此作为谓项述说。” 他进而提出了又一个定理。他说,绝不应认为词项必须全都在主格中表述出来;例如“人是动物,动物是实体,所以人是实体”;因为在这一推论中所有的词项都置于主格中。因为我们不仅关心事物的本性,而且也关心言辞方面的规范,以便合乎希腊语习惯地表达语句的结构而不致陷入语法错误,所以必须对前提中名词的正确使用予以关注,而不能仅仅满足于表明我们意指某物而使用了该词语。因此,既然事物不仅通过主格而且也通过诸斜格来表示(因为主项的不同关系由不同的格来表示),正因如此,词项不仅在主格中而且在斜格中表述出来乃是完全必然的。因此,常常所有的词项都是在主格中表述的;例如“苏格拉底是哲学家,凡哲学家都是善的,所以苏格拉底是善的”;因为所有的词项都是在主格中表述的。但他又说,有时两个前提都是在斜格中表述的,或者一个在斜格中而另一个在主格中。结论也同样,常常在主格中推导出来,常常在斜格中推导出来。但必须明了的是,当他说词项要么在主格中要么在某种斜格中表述时,他是就前提中的诸主项而言的;因为谓项总是置于主格中,即使在谓项中有时发现了斜格,也必然从外部理解一个主格,或者完全通过动词来理解,如果说除“关照”和“后悔”之外一切动词都属于主格的话。例如,“苏格拉底从事哲学时,我们应当听讲”;因为主格包含在“应当”之中;因为这无非是“对我们而言是当为之事”,而这是由主格和动词构成的。凡不能在其中观察到主格的,语句便不能完整。因此,由主项和谓项构成的命题完全是在主格中表达出来的;而带有第三附加谓项的命题以及带有样态的命题,有时在主格中有时在斜格中表达:在主格中如“苏格拉底是善的”;在斜格中如“柏拉图听了苏格拉底的讲论”或“柏拉图是[苏格拉底的]学生”,“阿尼图斯图谋陷害苏格拉底”或“[阿尼图斯]是图谋陷害者”,“雅典人杀害了苏格拉底”,“苏格拉底能够行走”,“可能听苏格拉底的讲论”,“可能同苏格拉底交谈”,“可能击打苏格拉底”。因此,在此传授的内容的主旨便是如此。至于他在各种情况下如何使用这些范例,我们通过考察文句便可知晓。他说,第一指的是大项,端项指的是小项。他说“作为将被谓述的”是代替“在主格中”;因为正是在这些主格中存在着本义上的谓述,我指的是这属于这,例如“人是动物”。老师便是如此解释的。但我认为,他更单纯地是在说一切谓述;因为在说了“作为总是彼此将被谓述的”之后,他又补充道“同样,第一个述说中项,且这个述说最后一个”。如果对他而言“将被谓述”意味着在主格中表述,那么补充“同样,第一个述说中项,且这个述说最后一个”便会是多余的了。
- 4.22εἴγε πᾶν ῥῆμα εὐθείας ἐστὶ πτώσεως πλὴν τοῦ μέλει καὶ μεταμέλει
属格 εὐθείας πτώσεως 为表所属或属性的属格,意为“一切动词都属于主格(即支配或伴随主格)”。非人称动词 μέλει(“关照/挂念”)与 μεταμέλει(“后悔”)作为例外被提出,是因为它们构成非人称句式,支配与格和属格补足语,而不带有主格主语。
- 4.22παρέλκον ἦν τὸ ἐπάγειν
παρέλκον ἦν 为未完成过去直陈式,未带助词 ἄν 而构成了非真实条件句的归结分句(“补充……便会是多余的”)。在表达适宜、必要或可能性时,省略 ἄν 来表示与事实相反的假想后果,属于古典语法的标准用法。
