← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§336.23-338.10

主格与属格前提组合及述说含义的推论

注解亚里士多德《前分析篇》48b13–24,斐洛庞诺分析了小前提为主格而大前提为属格的情况,以及两前提皆为属格结合的情形,并指出亚里士多德在此使用“被述说”和“被谓述”特指在主格中被述说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.29

" Τὸ μὲν δὴ ἀγαθὸν οὐκ ἔστιν ἐπιστήμη, ἡ δὲ σοφία ἐστὶν ἐπιστήμη." Ὃ βούλεται λέγειν τοῦτό ἐστιν, ὅτι τὸ μὲν συμπέρασμα κατὰ γενικὴν προενήνεκται, οὐ κατ’ εὐθεῖαν, ὥσπερ καὶ ἡ ἐλάττων πρότασις· οὐ γὰρ συνῆκται ὅτι τὸ ἀγαθὸν ἄρα ἐπιστήμη ἐστίν, ἀλλὰ τοῦ ἀγαθοῦ ἐστιν ἐπιστήμη· ἡ μέντοι μείζων πρότασις κατ’ εὐθεῖαν προενήνεκται· ἡ σοφία γάρ, ἔφαμεν, ἐπιστήμη ἐστίν.

“善并不是知识,但智慧是知识。” 他所要说的就是这一点:结论正如小前提一样,是在属格中陈述的,而不是在主格中;因为推导出的并不是“因此善是知识”,而是“关于善有知识”。然而大前提是在主格中陈述的;因为正如我们所说,“智慧是知识”。

§4.30

"Ὁτὲ δὲ τὸ μὲν μέσον ἐπὶ τοῦ τρίτου λέγεται, τὸ δὲ πρῶτον ἐπὶ τοῦ μέσου οὐ λέγεται· οἷον εἰ τοῦ ποιοῦ παντός ἐστιν ἐπιστήμη ἢ ἐναντίου, τὸ δ’ ἀγαθὸν καὶ ἐναντίον καὶ ποιόν, συμπέρασμα μὲν ὅτι τοῦ ἀγαθοῦ ἐστιν ἐπιστήμη." Ἀντιστρέφει τὰς προτάσεις,1 καὶ τὴν μὲν ἐλάττονα κατ’ εὐθεῖαν συμπλέκει, τὴν δὲ μείζονα κατὰ γενικήν, καὶ τὸ συμπέρασμα πάλιν κατὰ γενικὴν συνάγει· οἷον τὸ ἀγαθὸν ποιόν ἐστι, τοῦ ποιοῦ ἐπιστήμη ἐστί, τοῦ ἀγαθοῦ ἄρα ἐπιστήμη ἐστίν· ἢ οὕτως· τὸ ἀγαθὸν ἐναντίον ἐστί (τῷ κακῷ γὰρ ἐναντίον δῆλον ὅτι), τοῦ ἐναντίου ἐπιστήμη ἐστί, τοῦ ἀγαθοῦ ἄρα ἐπιστήμη ἐστίν.

“有时中项述说第三者,而第一者不述说中项:例如若关于一切性质有知识或关于相反者[有知识],而善既是相反者又是性质,结论则是关于善有知识。” 他颠倒了诸前提,把小前提在主格中结合,把大前提在属格中结合,又在属格中得出结论;例如“善是性质,关于性质有知识,因此关于善有知识”;或者这样:“善是相反者(因为显然善与恶相反),关于相反者有知识,因此关于善有知识”。

§4.31

"Οὐκ ἔστι δὲ τὸ ἀγαθὸν ἐπιστήμη οὐδὲ τὸ ποιὸν οὐδὲ τὸ ἐναντίον, ἀλλὰ τὸ ἀγαθὸν ταῦτα." Τουτέστιν οὐδὲ τὸ συμπέρασμα κατ’ εὐθεῖαν προενήνεκται· οὐ γὰρ εἴπομεν ὅτι τὸ ἀγαθὸν ἄρα ἐπιστήμη ἐστίν, ἀλλὰ τοῦ ἀγαθοῦ. ἀλλ’ οὐδὲ ἡ μείζων· οὐ γὰρ εἴπομεν ὅτι τὸ ποιὸν ἐπιστήμη ἐστὶν ἢ τὰ ἐναντία ἐπιστήμη ἐστίν, ἀλλὰ τοῦ ποιοῦ καὶ τῶν ἐναντίων ἐπιστήμη ἐστίν. ἡ μέντοι ἐλάττων κατ’ εὐθεῖαν προενήνεκται· τοῦτο γὰρ ἐσήμανεν εἰπὼν ἀλλὰ τὸ ἀγαθὸν ταῦτα· οὕτω γὰρ ἐλέγομεν ‘τὸ ἀγαθὸν ποιόν ἐστιν ἢ ἐναντίον’.

“善不是知识,性质和相反者也不是[知识],但善是这些。” 这就是说,结论也不是在主格中陈述的;因为我们并没有说“因此善是知识”,而是说“关于善[有知识]”。但大前提也不是;因为我们并没有说“性质是知识”或“诸相反者是知识”,而是说“关于性质和关于相反者有知识”。然而小前提是在主格中陈述的;因为他通过说“但善是这些”正是表示了这一点;因为我们是这样说的:“善是性质或是相反者”。

§4.32

"Ἔστι δὲ ὅτε μήτε τὸ πρῶτον κατὰ τοῦ μέσου μήτε τοῦτο κατὰ τοῦ τρίτου, τοῦ πρώτου κατὰ τοῦ τρίτου ὁτὲ μὲν λεγομένου ὁτὲ δὲ μὴ λεγομένου· οἷον εἰ οὗ ἐπιστήμη ἐστίν, ἔστι τούτου γένος, τοῦ δ’ ἀγαθοῦ ἐστιν ἐπιστήμη, συμπέρασμα ὅτι τοῦ ἀγαθοῦ ἐστι γένος." Ἐπειδὴ ἐν τοῖς προλαβοῦσι μίαν μὲν πρότασιν ἐλάμβανε κατὰ γενικὴν πτῶσιν μίαν δὲ κατ’ εὐθεῖαν καὶ συνῆγε κατὰ γενικὴν τὸ συμπέρασμα, νῦν ἀμφοτέρας κατὰ γενικὴν συμπλέκει, καὶ συνάγει συμπέρασμα ποτὲ μὲν κατ’ εὐθεῖαν ποτὲ δὲ κατὰ γενικήν. τὸ γὰρ τοῦ πρώτου κατὰ τοῦ τρίτου ὁτὲ μὲν λεγομένου ὁτὲ δὲ μὴ λεγομένου τοῦτο σημαίνει, τουτέστιν τοῦ μείζονος κατὰ τοῦ ἐλάττονος· εἴπομεν γὰρ ὅτι τὸ λεγομένου σημαίνει αὐτῷ τὸ κατ’ εὐθεῖαν πτῶσιν ὑπάρχοντος τοῦ ἐλάττονος κατηγορεῖσθαι αὐτοῦ τὸν μείζονα.2 τότε γὰρ λέγεται ὅτι τόδε ἐστὶν ὅπερ τόδε, οἷον ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστιν· λέγεται γὰρ ζῷον εἶναι. οὐ μὴν ὅταν εἴπω ‘τῶν ἐναντίων ἐπιστήμη ἐστίν’· οὐ γὰρ λέγεται κατὰ τοῦ ὑποκειμένου ὁ κατηγορούμενος· οὐ γὰρ λέγεται ὅτι ἐπιστήμη ἐστὶ τὰ ἐναντία, ἀλλ’ ὅτι ὑπάρχει περὶ αὐτῶν ἐπιστήμη. τὸ δὲ ὑπόδειγμα τοιοῦτόν ἐστι· τοῦ ἀγαθοῦ ἐστιν ἐπιστήμη, οὗ ἐπιστήμη ἐστί, τούτου ἐστὶ γένος· συμπέρασμα τοῦ ἀγαθοῦ ἄρα ἐστὶ γένος. καὶ ἄλλως· Σωκράτους πατήρ ἐστιν, οὗ πατήρ ἐστι, τούτου αἴτιόν ἐστι, Σωκράτους ἄρα αἴτιόν ἐστιν. καὶ αἱ προτάσεις οὖν καὶ τὸ συμπέρασμα κατὰ γενικὴν συμπεπλεγμέναι εἰσίν.

“有时既非第一者述说中项,也非中项述说第三者,而第一者有时述说第三者,有时不述说:例如若凡有其知识者便有其属,而关于善有知识,结论则是关于善有属。” 既然在前面的内容中,他取一个前提在属格中,另一个在主格中,并得出属格的结论,现在他将两个前提都在属格中结合,并且有时在主格中、有时在属格中得出结论。因为“第一者有时述说第三者,有时不述说”正意味着这一点,即大项关于小项[有时述说,有时不述说];因为我们说过,对他而言,“被述说”意味着当小项处于主格中时,大项被述说于其上。因为唯有在彼时,才被说成“这正是这”,例如“人是动物”;因为人被说成是动物。然而当我讲“关于相反者有知识”时却不是这样;因为谓项并没有述说于主项之上;因为并非在说“相反者是知识”,而是在说“关于它们存在着知识”。其范例是这样的:“关于善有知识,凡有其知识者便有其属;结论:因此关于善有属”。又如:“关于苏格拉底有父亲,凡有其父亲者便有其原因,因此关于苏格拉底有原因”。因此诸前提和结论都是在属格中结合的。

§4.33

"Κατηγορεῖται δὲ οὐδὲν κατ’ οὐδενός." Τουτέστιν οὐδὲν κατ’ εὐθεῖαν πτῶσιν προενήνεκται. καὶ ὅρα πῶς τὸ κατηγορεῖσθαι τὸ κατ’ εὐθεῖαν πτῶσιν κατηγορεῖσθαί φησι·3 διὸ καὶ ἀνωτέρω ἔλεγε τὸ “ὡς ἀεὶ κατηγορηθησομένων” ἀντὶ τοῦ ‘κατ’ εὐθεῖαν πτῶσιν προενεχθησομένων’.

“没有任何事物被述说于任何事物之上。” 也就是说,没有任何事物是在主格中陈述的。你看他是如何把“被述说”称为“在主格中被述说”的;正因如此,他在前文中也用“作为始终将被述说者”来代替“作为将在主格中被陈述者”。

语法注3 条
  1. 4.30Ἀντιστρέφει τὰς προτάσεις

    动词 ἀντιστρέφει 并非指逻辑上的换位(词项位置的互换),而是指相对于前一节(48b10–13)中大前提为主格、小前提为属格的做法,将格的配置“反转”,使小前提为主格、大前提为属格。

  2. 4.32κατ’ εὐθεῖαν πτῶσιν ὑπάρχοντος τοῦ ἐλάττονος κατηγορεῖσθαι αὐτοῦ τὸν μείζονα

    句首的属格独立结构(κατ’ εὐθεῖαν πτῶσιν ὑπάρχοντος τοῦ ἐλάττονος,“当小项处于主格中时”)构成了后随的宾格加不定式结构(κατηγορεῖσθαι αὐτοῦ τὸν μείζονα,“大项被谓述于其上”)的时间/条件性前提,整体构成了对 τὸ λεγομένου 含义的解释性从属成分。

  3. 4.33τὸ κατηγορεῖσθαι τὸ κατ’ εὐθεῖαν πτῶσιν κατηγορεῖσθαί φησι

    动词 φησί 支配双宾格结构,其中前一个带冠词不定式 τὸ κατηγορεῖσθαι 是直接宾语,后一个 τὸ κατ’ εὐθεῖαν πτῶσιν κατηγορεῖσθαι 作宾语补足语:“他说‘被述说’是指‘在主格中被述说’”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:336.23-338.10